Ancient Greek
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 1.1-21
Not analysed yet
Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Τί ποτε τοῦτό ἐστιν; Εἴρηται ἡμῖν ἐν τῇ πρὸ ταύτης διαλέξει, ὅτι δεῖ οὕτως εὐσταλεῖς εἶναι, ὡς μηδὲν ἐμπόδιον εἶναι πρὸς τὸ τρέχειν. Καὶ ἐνδυσάμενοι, φησὶ, τὸν θώρακα τῆς δικαιοσύνης. Καθάπερ ὁ θώραξ ἄτρωτός ἐστιν, οὕτω καὶ ἡ δικαιοσύνη. Δικαιοσύνην δὲ ἐνταῦθα τὸν καθόλου καὶ ἐνάρετόν φησι βίον. Τὸν τοιοῦτον οὐδεὶς οὐδέποτε δυνήσεται καταβαλεῖν, ἀλλὰ τιτρώσκουσι μὲν πολλοὶ, διατέμνει δὲ οὐδεὶς, οὐκ αὐτὸς ὁ διάβολος. Ὡς ἂν εἴποι τις, ἐνστερνισάμενοι τὰ δίκαια πράγματα. Περὶ τούτων φησὶν ὁ Χριστός· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ὁ ταύτην ἐνστερνισάμενος οὕτως ἐστὶν ἰσχυρὸς, ὡς θώραξ· ὁ τοιοῦτος οὐδέποτε ὀργισθήσεται. Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἀσαφέστερόν πως τοῦτο εἴρηται. Τί οὖν ἐστι; Καλὰς ἡμῖν τὰς κνημῖδας περιέθηκε, τὴν τοῦ Εὐαγγελίου ἑτοιμασίαν. Ἢ τοῦτο γοῦν φησιν, ὥστε ἑτοίμους εἶναι πρὸς τὸ Εὐαγγέλιον, καὶ πρὸς τοῦτο τοῖς ποσὶ κεχρῆσθαι, καὶ προπαρασκευάζειν αὐτοῦ ὁδὸν καὶ προετοιμάζειν· ἢ εἰ μὴ τοῦτο, ἀλλ' ὥστε αὐτοὺς ἑτοίμους εἶναι πρὸς τὴν ἔξοδον. Ἡ τοίνυν ἑτοιμασία τοῦ Εὐαγγελίου οὐκ ἄλλο τί ἐστιν, ἀλλ' ἢ βίος ἄριστος. Ὅπερ ἔλεγεν ὁ Προφήτης, Τὴν ἑτοιμασίαν τῆς καρδίας αὑτῶν προσέσχε τὸ οὖς σου, τουτέστι, τὸ ἐμπαράσκευον. Τοῦ Εὐαγγελίου, φησὶ, τῆς εἰρήνης· εἰκότως. Ἐπειδὴ γὰρ πολέμου ἐμνήσθη καὶ μάχης, δείκνυσιν ὅτι τὴν μάχην πρὸς τοὺς δαίμονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον, εἰρήνης ἐστίν. Ἐκεῖνος ὁ πόλεμος ἕτερον καταλύει πόλεμον τὸν πρὸς τὸν Θεόν· ἂν τῷ διαβόλῳ πολεμῶμεν, εἰρηνεύομεν τῷ Θεῷ. Μὴ δείσῃς τοίνυν, ἀγαπητὲ, Εὐαγγέλιόν ἐστιν· ἤδη ἡ νίκη γεγένηται. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Πίστιν ἐνταῦθα, οὐ τὴν γνῶσίν φησιν, οὐ γὰρ ἂν αὐτὴν ὑστέραν ἔταξεν, ἀλλὰ τὴν χάριν, δι' ἧς τὰ σημεῖα γίνεται. Καὶ εἰκότως τὴν πίστιν ὀνομάζει θυρεόν· καθάπερ γὰρ ἐκεῖνος προβέβληται τοῦ παντὸς σώματος, ὥσπερ τεῖχος ὢν, οὕτω δὴ καὶ ἡ πίστις· πάντα γὰρ αὐτῇ εἴκει. Ἐν ᾧ δυνήσεσθε, φησὶ, πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Οὐδὲν γὰρ δύναται τοῦτον τὸν θυρεὸν διακόψαι. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος πρὸς τοὺς μαθητάς· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται. Πῶς δὲ ἕξομεν τὴν πίστιν; Ὅταν ἐκεῖνα κατορθώσωμεν. Βέλη δὲ τοῦ Πονηροῦ καὶ τοὺς πειρασμούς φησι, καὶ τὰς ἐπιθυμίας τὰς ἀτόπους. Καλῶς δὲ προσέθηκεν, Τὰ πεπυρωμένα. τοιαῦται γάρ εἰσιν αἱ ἐπιθυμίαι. Εἰ δὲ δαίμοσιν ἐπέταξεν ἡ πίστις, πολλῷ μᾶλλον καὶ τοῖς πάθεσι τῆς ψυχῆς. Καὶ τὴν περικεφαλαίαν, φησὶ, τοῦ σωτηρίου δέξασθε· τουτέστι, τῆς σωτηρίας ὑμῶν. Περιφράττει γὰρ αὐτοὺς, ὡς εἰς πόλεμον ἐξάγων. Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ἤτοι τὸ Πνεῦμά φησιν, ἤτοι ἐν τῇ πνευματικῇ μαχαίρᾳ. Διὰ γὰρ ταύτης πάντα τέμνεται, διὰ ταύτης πάντα κόπτεται, καὶ τὴν κεφαλὴν τοῦ δράκοντος ἀποτέμνομεν διὰ ταύτης. Διὰ πάσης προσευχῆς καὶ δεήσεως, φησὶ, προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Καθάπερ τὸ ῥῆμα τοῦ Θεοῦ πάντα ἰσχύει, οὕτω καὶ ὁ τὸ χάρισμα ἔχων τὸ πνευματικόν. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ὅρα δὲ τὴν σύνεσιν τοῦ μακαρίου τούτου. Καθώπλισεν αὐτοὺς μετὰ πάσης ἀσφαλείας· λοιπὸν πῶς δεῖ τὸν Βασιλέα καλεῖν, ὥστε ὀρέξαι χεῖρα, διδάσκει· Διὰ πάσης προσευχῆς, φησὶ, καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι. Ἔστι γὰρ μὴ ἐν πνεύματι προσεύχεσθαι, ὅταν τις βαττολογῇ. Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες, τουτέστι, νήφοντες. Τοιοῦτον γὰρ εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν Βασιλέα ἑστῶτα, ἄγρυπνον καὶ νηφάλιον. Ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Τί λέγεις, ὦ μακάριε Παῦλε; τῶν μαθητῶν χρείαν ἔχεις; Καὶ καλῶς εἶπεν, Ἐν ἀνοίξει τοῦ στόματός μου. Οὐκ ἄρα ἐμελέτα ἅπερ ἔλεγεν, ἀλλὰ καθὼς εἶπεν ὁ Χριστός· Ὅταν παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὕτω πάντα πίστει ἔπραττε, πάντα χάριτι. Ἐν παῤῥησίᾳ, φησὶ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου. Τουτέστι, ἵνα ἀπολογήσωμαι, ὡς χρή. Ἅλυσιν περίκεισαι, καὶ ἑτέρων χρῄζεις; Ναὶ, φησίν· ἐπεὶ καὶ Πέτρος ἅλυσιν περιέκειτο, ἀλλ' ὅμως εὐχὴ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη. Ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Τουτέστι, μετὰ παῤῥησίας, μετὰ ἀνδρείας, μετὰ συνέσεως πολλῆς ἵνα ἀποκρίνωμαι. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ.