# In epistulam ad Ephesios (homiliae 1-24) 1.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/1.1-4

Ἔστι μὲν νέκρωσις σωματική· ἔστι δὲ καὶ ψυχική· ἀλλ' ἐκείνης μὲν οὔτε ἔγκλημα μετέχειν οὔτε κίνδυνος· φύσεως γὰρ, οὐ προαιρέσεως τὸ πρᾶγμά ἐστι. Γέγονε μὲν γὰρ ἀπὸ τῆς τοῦ πρωτοπλάστου παραβάσεως, λοιπὸν δὲ εἰς φύσιν τὸ πρᾶγμα ἐξέβη, ἄλλως δὲ καὶ ταχέως λυθήσεται. Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν. Ὅρα τοίνυν πῶς μέγα σφόδρα ὁ Παῦλος δείξας ἤδη, ὅτι τοῦ νεκροὺς ἀνιστᾷν τὸ ψυχὴν νενεκρωμένην ἰάσασθαι πολλῷ μεῖζόν ἐστι, καὶ νῦν, ὥσπερ μέγα, οὕτως αὐτὸ τίθησι. Καὶ ὑμᾶς ὄντας, φησὶ, νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς τὸ προσηνὲς τοῦ Παύλου, καὶ πῶς πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν, οὐ βαρῶν αὐτόν; Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Εἰς ἔσχατον κακίας ἠλάσατε (τοῦτο γάρ ἐστι νεκρωθῆναι)· ὥστε μὴ σφόδρα βαρῦναι αὐτοὺς (αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων, κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα), δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν. Τίνα δὴ τοῦτον; Τὸν διάβολον. Οὕτω δὴ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ· εἰπὼν γὰρ, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, καὶ τὰ λοιπὰ ἅπαντα καταλέξας, καὶ ἐπαγαγὼν, Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, τότε φησί· Καὶ ταῦτά τινες ἦτε. Οὐκ εἶπεν ἁπλῶς, Ἦτε, ἀλλὰ, Τινὲς ἦτε· τουτέστιν, Οὕτω πως ἦτε. Ἐνταῦθα σφόδρα ἡμῖν ἐπιφύονται οἱ αἱρετικοί· περὶ γὰρ τοῦ Θεοῦ ταῦτα εἰρῆσθαι λέγουσι, καὶ τὴν ἀχαλίνωτον γλῶσσαν ἐπὶ πολὺ ἐξάγοντες, ταῦτα ἁρμόζουσι τῷ Θεῷ, ἃ τοῦ διαβόλου μόνου ἐστί. Πῶς οὖν αὐτοὺς ἐπιστομίσομεν; Ἀπ' αὐτῶν τῶν ῥημάτων. Εἰ γὰρ δίκαιός ἐστιν, ὥσπερ καὶ ὑμεῖς φατε, ταῦτα δὲ ἔπραξεν, οὐκ ἔτι δικαίου τοῦτο, ἀλλὰ καὶ σφόδρα ἀδίκου καὶ μιαροῦ τὸ πρᾶγμα· μιαρὸς δὲ Θεὸς οὐκ ἂν εἴη ποτέ. Διὰ τί δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν ἑκόντες καὶ προαιρούμενοι. Καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τις· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτον, ἀλλ' εἰς γέενναν παραπέμποντι, πάντες ὑπείκουσι. Καὶ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ, καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, καὶ μᾶλλον αὐτῷ εἴκοντας ἢ τῷ Θεῷ, πλὴν ὀλίγων, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Κατὰ τὴν ἐξουσίαν, φησὶ, τοῦ ἀέρος τοῦ πνεύματος. Τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα ἀέρια αἱ ἀσώματοι δυνάμεις εἰσὶν αὐτοῦ τοῦ ἐνεργοῦντος. Ὅτι καὶ αἰώνιος αὐτοῦ ἡ ἀρχὴ, τουτέστι, τῷ παρόντι αἰῶνι συγκαταλυομένη, ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἵνα γὰρ μὴ κοσμοκράτορας ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῇς, Τοῦ σκότους τοῦ αἰῶνος, προστίθησι. Καὶ ἀλλαχοῦ αἰῶνα πονηρὸν καλεῖ τὸν καιρὸν τὸν διεστραμμένον, οὐ περὶ τῶν κτισμάτων λέγων. Ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς, καὶ μετὰ τὴν παράβασιν. Τοῦ νῦν ἐνεργοῦντος, φησὶν, ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ προσάγεται; Ἀπείθειαν γὰρ εἶπεν, ὡς ἄν τις εἴποι, Ἀπάτῃ καὶ πειθοῖ τοὺς πάντας ἐφέλκεται. Καὶ οὐ τούτῳ δὲ μόνον αὐτοὺς παραμυθεῖται, τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ' ἐκείνων. Ἐν οἷς, φησὶ, καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. Πάντες· οὐκ ἔνι γὰρ εἰπεῖν ὅτι ἐξῆρτό τις. Ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποὶ πάντες· τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες. Ἀλλ' ἵνα μὴ ταῦτα λέγειν ὑποπτευθῇ ἐπὶ διαβολῇ τῆς σαρκὸς, μηδὲ μέγα νομίσῃ τις εἶναι τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· Τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες, τουτέστι, τὰ τῆς ἡδονῆς πάθη. Παρωξύναμεν, φησὶ, τὸν Θεὸν, καὶ παρωργίσαμεν· τουτέστιν, Ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. Ὥσπερ γὰρ ὁ ἀνθρώπου ὢν τέκνον, φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς ὀργῆς τέκνα ἦμεν, ὡς καὶ οἱ λοιποί· τουτέστιν, Οὐδεὶς ἦν ἐλεύθερος, ἀλλὰ πάντες ἐπράττομεν ἄξια ὀργῆς. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει. Οὐχ ἁπλῶς, Ἐλεήμων, ἀλλὰ Πλούσιος, καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ἐν τῷ πλήθει τοῦ ἐλέους σου· καὶ πάλιν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου. Διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς. Δείκνυσι πόθεν ἡμᾶς ἠγάπησε. Ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ' ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης. Καὶ οὕτω οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Πάλιν ὁ Χριστὸς μέσος, καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
