# In epistulam ad Ephesios (homiliae 1-24) 1.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/1.1-6

Ἀπεδείχθη τῆς ἁλύσεως τοῦ Παύλου ἡ ἰσχὺς καὶ μεγάλη καὶ σημείων λαμπροτέρα. Οὐ μάτην οὖν ἐνταῦθα, ὡς ἔοικε, ταύτην προβάλλεται, οὐδὲ εἰκῆ, ἀλλ' ὡς μάλιστα δι' αὐτῆς δυσωπήσων. Καὶ τί φησι; Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Πῶς; Μετὰ πάσης ταπεινοφροσύνης, μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. Διὰ τοῦτό φησιν, Ὁ δέσμιος ἐν Κυρίῳ, τουτέστι, διὰ Χριστόν. Οὐδὲν τούτου ἴσον. Ἀλλὰ μᾶλλον ἡμᾶς ἀποσύρει τῶν προκειμένων ἡ ἅλυσις καὶ περισπᾷ, καὶ ἀντιπεσεῖν οὐχ ὑπομένομεν, ἀλλ' ἑλκόμεθα καὶ ἄκοντες, μᾶλλον δὲ καὶ βουλόμενοι καὶ εὐχόμενοι. Καὶ εἴθε ἀεὶ περὶ τῆς ἁλύσεως Παύλου διαλέγεσθαι ἦν. Ἀλλὰ μὴ ναρκήσητε· ἔτι γὰρ ἐκεῖνο εἰπεῖν βούλομαι, ὃ πολλοὶ ζητοῦντές φασι· Καὶ εἰ καλὸν αἱ θλίψεις, πῶς αὐτὸς ἀπολογούμενος πρὸς τὸν Ἀγρίππαν ἔλεγεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων· Οὐχ ὡς ἀπευκτὸν τὸ πρᾶγμα νομίζων, ταῦτα ἔλεγε, μὴ γένοιτο· οὐ γὰρ ἂν, εἴ γε ἀπευκτὸν ἦν, ἐκαυχᾶτο ἐπὶ τοῖς δεσμοῖς, ἐπὶ ταῖς φυλακαῖς, ἐπὶ ταῖς ἄλλαις θλίψεσι· οὐδ' ἂν γράφων ἔλεγεν, Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἀλλὰ τί; Τοῦτο αὐτὸ τεκμήριον ἦν τοῦ μεγάλα ἡγεῖσθαι τὰ δεσμά. Ὥσπερ γὰρ Κορινθίοις γράφων ἔλεγε· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ ἠδύναντο ἀκοῦσαι τὸ κάλλος, οὐδὲ τὸν κόσμον, οὐδὲ τὴν ὠφέλειαν τῶν δεσμῶν. Διὰ τοῦτό φησιν, Ἐκτὸς τῶν δεσμῶν τούτων. Τοῖς μέντοι Ἑβραίοις οὐχ οὕτως, ἀλλὰ παρῄνει συνδεδέσθαι τοῖς δεδεμένοις. Διὰ τοῦτο καὶ αὐτὸς ἔχαιρεν ἐπὶ τοῖς δεσμοῖς, καὶ ἐδεσμεῖτο, καὶ μετὰ τῶν δεσμωτῶν ἀπήγετο εἰς φυλακήν. Μεγάλη τῆς ἁλύσεως Παύλου ἡ ἰσχύς· ἀρκεῖ ἀντὶ πάντων τοῦτο τὸ θέαμα, δεδεμένον ἰδεῖν Παῦλον καὶ ἐξαγόμενον ἀπὸ τοῦ δεσμωτηρίου. Δεδεμένον ἰδεῖν καὶ ἔνδον καθήμενον, ποίας ἡδονῆς τοῦτο οὐ μεῖζον; τίνος οὐκ ἂν τιμήσαιμι τὸ πρᾶγμα; Οὐχ ὁρᾶτε τοὺς βασιλέας, τοὺς ὑπάτους ἐπὶ ζεύγους φερομένους καὶ χρυσοφοροῦντας, καὶ τοὺς δορυφοροῦντας πάντα ἔχοντας χρυσᾶ, χρυσᾶ τὰ δόρατα, χρυσᾶς τὰς ἀσπίδας, χρυσᾶ τὰ ἱμάτια, ἵππους χρυσοφόρους; Πόσον τῆς θέας ἐκείνης τοῦτο τερπνότερον; Ἅπαξ ἂν ηὐξάμην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσμωτηρίου μετὰ τῶν δεσμωτῶν ἐξιόντα, ἢ μυριάκις ἐκείνους μετὰ τῆς δορυφορίας ἐκείνης παραπεμπομένους. Πόσους οἴεσθε ἀγγέλους προηγεῖσθαι αὐτοῦ, ὅτε ἐξήγετο οὕτω; Καὶ ὅτι οὐ ψεύδομαι, ἀπό τινος παλαιᾶς ἱστορίας τὸ πρᾶγμα ὑμῖν ποιήσω φανερόν. Ἐλισσαῖος ὁ προφήτης, τάχα δὲ ἴστε τὸν ἄνδρα, τοῦ βασιλέως Συρίας ἐκπεπολεμωμένου πρὸς τὸν τοῦ Ἰσραὴλ βασιλέα, καθήμενος παρ' ἑαυτῷ, ἅπαντα, ἅπερ ἐκεῖνος ἐν τοῖς ταμείοις μετὰ τῶν κοινωνούντων αὐτῷ τῆς γνώμης ἐβουλεύετο, εἰς μέσον ἐξέφερε, καὶ ἀκύρους ἐποίει τοῦ βασιλέως τὰς βουλὰς, τὰ ἀπόῤῥητα προλέγων, καὶ οὐκ ἀφιεὶς εἰς τὰς παγίδας, ἃς ἐκεῖνος ἐτίθει, ἐμπεσεῖν. Ἐλύπει τοῦτο τὸν βασιλέα, καὶ ἀθυμῶν, ἐν ἀπορίᾳ πολλῇ καθειστήκει, οὐκ ἔχων μαθεῖν τὸν ἐκφέροντα ἅπαντα καὶ ἐπιβουλεύοντα, καὶ τὰς μηχανὰς ἀκυροῦντα τὰς τούτου. Ἀποροῦντι τοίνυν αὐτῷ καὶ τὴν αἰτίαν ζητοῦντι εἶπέ τις τῶν ὑπασπιστῶν, ὅτι δὴ προφήτης εἴη τις Ἑλισσαῖος ἐν Σαμαρείᾳ καθήμενος, οὐκ ἐῶν ἑστάναι τὴν τοῦ βασιλέως γνώμην, ἀλλὰ πάντα ἐκφέρων. Ἐκεῖνος ἐνόμισεν εὑρηκέναι τὸ πᾶν. Οὐδὲν δὲ ἄρα αὐτοῦ ἀθλιώτερον. Ὅρα γάρ· δέον τιμῆσαι τὸν ἄνδρα, θαυμάσαι, ἐκπλαγῆναι, εἰ δὴ τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς ἀπὸ τοσούτων σταδίων καθήμενον, πάντα τὰ ἐν τῷ ταμείῳ τοῦ βασιλέως, οὐδενὸς ἀπαγγέλλοντος, εἰδέναι· τοῦτο μὲν οὐκ ἐποίησε, παροξυνθεὶς δὲ, καὶ τῆς ὀργῆς γενόμενος μόνης, ἱππέας καὶ ὁπλίτας συντάξας, πέμπει παραστήσων τὸν προφήτην. Ἦν δὲ τῷ Ἑλισσαίῳ μαθητὴς ἐν προπυλαίοις ἔτι τῆς προφητείας, τῶν τοιούτων ἀποκαλύψεων μήπω κρινόμενος ἀξιοῦσθαι. Ἐπέστησαν οἱ στρατιῶται τοῦ βασιλέως, ὡς δήσοντες τὸν ἄνδρα, μᾶλλον δὲ τὸν προφήτην. Πάλιν εἰς δεσμοὺς ἐμπίπτομεν, καὶ τί πάθω; πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ μαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος, ἐξέστη, καὶ περιδεὴς καὶ ἔντρομος προσδραμὼν τῷ διδασκάλῳ, τὴν συμφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐμήνυσε κίνδυνον. Κατεγέλασεν ὁ Προφήτης, ὅτι τὰ οὐκ ἄξια δέους ἐδεδοίκει, καὶ παρῄνει θαῤῥεῖν. Ἐκεῖνος δὲ ἀτελὴς ἔτι ὢν, οὐκ ἐπείθετο, ἀλλ' ἔτι ὑπὸ τῆς ὄψεως ἐκπληττόμενος ἐνέκειτο τῷ φόβῳ. Τί οὖν ὁ Προφήτης; Κύριε, ἄνοιξον, φησὶ, τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου τούτου, καὶ ἰδέτω, ὅτι πλείους οἱ μεθ' ἡμῶν ὑπὲρ τοὺς μετ' αὐτῶν. Καὶ ἄφνω τὸ ὄρος ὅλον ὁρᾷ, ὅπερ ὁ Προφήτης ᾤκει τότε, ἵππων πυρίνων, καὶ ἁρμάτων τοιούτων ἐμπεπλησμένον. Τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, εἰ μὴ ἀγγέλων παρατάξεις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
