# In epistulam ad Ephesios (homiliae 1-24) 2.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ὑμῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/2.1-12

Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀπάγων ἡμᾶς τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετήν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τὰς ἀκάνθας ἐκκοπῆναι πάσας, ἂν τὰ χρηστὰ μὴ καταβάληται σπέρματα; Εἰς γὰρ τὴν αὐτὴν περιστήσεται πάλιν ζημίαν ἡμῖν ὁ πόνος μείνας ἀτελής. Διά τοι τοῦτο καὶ ὁ Παῦλος σφόδρα κηδόμενος ἡμῶν, οὐ μέχρι τῆς τῶν κακῶν ἐκκοπῆς καὶ ἀναιρέσεως ἵστησι τὰ παραγγέλματα, ἀλλὰ καὶ ταχὺ τῶν ἀγαθῶν τὴν καταφύτευσιν ἐπιδείκνυσθαι προτρέπει. Εἰπὼν γὰρ, Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ, ἐπήγαγε· Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς. Ἕξεις γάρ εἰσιν αὗται καὶ διαθέσεις. Καὶ οὐκ ἀρκεῖ ἡ τῆς ἑτέρας ἀπαλλαγὴ εἰς τὴν τῆς ἑτέρας ἡμᾶς ἕξιν καταστῆσαι πάλιν, ἀλλὰ δεῖ πάλιν κινήσεώς τινος, καὶ ὁρμῆς οὐκ ἐλάττονος τῆς ἐν τῇ φυγῇ τῶν κακῶν, ὥστε γενέσθαι ἐν τῇ κτήσει τῶν ἀγαθῶν. Καὶ ἐπὶ τοῦ σώματος ὁ μέλας ἂν ἀπαλλαγῇ τῆς ποιότητος ταύτης, οὐκ εὐθέως γίνεται λευκός. Μᾶλλον δὲ μὴ ἐπὶ τῶν φυσικῶν τὸν λόγον γυμνάσωμεν, ἀλλ' ἐπὶ τῶν κατὰ προαίρεσιν τὸ παράδειγμα παραγάγωμεν. Ὁ μὴ ἐχθρὸς οὐ πάντως φίλος ἐστὶν, ἀλλ' ἔστι τι μέσον, ὃ μήτε ἔχθρας, μήτε φιλίας ἐστὶν, ἐν ᾧ μάλιστα οἱ πλείους τῶν ἀνθρώπων καθεστήκασι πρὸς ἡμᾶς. Ὁ μὴ δακρύων, οὐ πάντως καὶ γελᾷ, ἀλλ' ἔστι μέση κατάστασις. Οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ὁ μὴ πικρὸς πάντως χρηστὸς, οὐδὲ ὁ μὴ θυμώδης πάντως εὔσπλαγχνος· ἀλλὰ δεῖ πάλιν ἑτέρας σπουδῆς, ὥστε κτήσασθαι τοῦτο τὸ καλόν. Καὶ θέα πῶς κατὰ νόμον ἀρίστης γεωργίας ὁ μακάριος Παῦλος τὴν ἐμπιστευθεῖσαν αὐτῷ γῆν παρὰ τοῦ Γεωργοῦ διακαθαίρει τε καὶ ἐργάζεται. Ἀνεῖλε τὰ νόθα σπέρματα, παρακαλεῖ λοιπὸν, ὥστε κατασχεῖν τὰ γνήσια φυτά. Γίνεσθε χρηστοὶ, φησίν. Ἂν γὰρ τῶν ἀκανθῶν ἀνασπασθεισῶν μένῃ ἡ χώρα ἀργοῦσα, ἀνονήτους πάλιν οἴσει βοτάνας. Διὸ τὴν σχολὴν αὐτῆς καὶ τὴν ἀργίαν προκαταλαμβάνειν δεῖ τῇ τῶν ἀγαθῶν σπερμάτων τε καὶ φυτῶν καταβολῇ. Ἀνεῖλεν ὀργὴν, ἔθηκε χρηστότητα· ἀνεῖλε πικρίαν, ἔθηκεν εὐσπλαγχνίαν· ἐξέτεμε κακίαν καὶ βλασφημίαν, ἐφύτευσε συγγνώμην· τὸ γὰρ, Χαριζόμενοι ἑαυτοῖς, τοῦτό ἐστι. Συγγνωμικοὶ, φησὶ, γίνεσθε. Μείζων γὰρ αὕτη ἡ χάρις τῆς ἐν τοῖς χρήμασιν. Ὁ μὲν γὰρ χρήματα ἀφιεὶς τῷ δανεισαμένῳ παρ' αὐτοῦ, καινὸν μὲν ἐργάζεται ἔργον καὶ θαυμαστὸν, πλὴν ἀλλὰ μέχρι τοῦ σώματος ἡ χάρις, εἰ καὶ ἑαυτῷ τὴν ἀμοιβὴν ἐν τοῖς πνευματικοῖς καὶ τοῖς κατὰ ψυχὴν ἀποδίδωσι δώροις· ὁ δὲ ἁμαρτήματα χαρισάμενος, τήν τε ψυχὴν ὠφέλησε τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνου τοῦ τῆς συγγνώμης τυχόντος· οὐ γὰρ ἑαυτὸν μόνον τούτῳ τῷ τρόπῳ, ἀλλὰ κἀκεῖνον ἐπιεικέστερον ἐποίησεν. Οὐ γὰρ οὕτως ἐπεξερχόμενοι τοῖς ἠδικηκόσιν ἡμᾶς, ὡς συγχωροῦντες δάκνομεν αὐτῶν τὰς ψυχὰς, ἐντρέποντες καὶ δυσωποῦντες. Ἐκείνως μὲν γὰρ οὔτε ἡμᾶς αὐτοὺς, οὔτε ἐκείνους ὠνήσαμεν, ἀλλ' ἀμφοτέρους ἐβλάψαμεν, αὐτοί τε τὸ ἀνταπόδομα διώξαντες κατὰ τοὺς παρὰ Ἰουδαίοις ἄρχοντας, καὶ τὸν ἐν ἐκείνοις ἐκκαύσαντες θυμόν· ἂν δὲ ἐπιεικείᾳ τὴν ἀδικίαν ἀμειψώμεθα, πᾶσαν αὐτοῦ τὴν ὀργὴν ἐκλύσαντες, ἐκαθίσαμεν παρ' αὐτῷ δικαστήριον ἡμῖν φέρον τὰς ψήφους, καταδικάζον αὐτὸν χαλεπώτερον ἢ ἡμεῖς. Καταγνώσεται γὰρ αὑτοῦ καὶ καταψηφιεῖται, καὶ πᾶσαν ζητήσει πρόφασιν, δι' ἧς ἀποτίσει τὸ δανεισθὲν τῆς μακροθυμίας μέρος μετὰ πλείονος τοῦ μέτρου, εἰδὼς ἂν μὲν τὸ ἴσον ἀποδῷ, καὶ οὕτως ἠλάττωται, τῷ μὴ αὐτὸς ἄρξασθαι, ἀλλὰ τῷ παρ' ἡμῶν τὸ ὑπόδειγμα λαβεῖν ἔλαττον φέρων. Σπουδάσει τοίνυν ὑπερβαλέσθαι τῷ μέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτερος ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέμεινε, τῇ τῆς ἀντιδόσεως ὑπερβολῇ κατακρύψῃ, καὶ τὴν ἀπὸ τοῦ χρόνου γενομένην αὐτῷ ἐλάττωσιν τοῦ προτέρου παθόντος κακῶς, ταύτην ἀπὸ τῆς καθ' ὑπερβολὴν ἐπιεικείας κοινὴν ἐργάσηται. Οἱ γὰρ ἄνθρωποι, ὅταν εὐγνώμονες ὦσιν, οὐχ οὕτως ἐπὶ τοῖς κακοῖς, ὡς ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἂν εὖ πάσχωσι παρὰ τῶν ἠδικημένων, στένουσι. Τὸ μὲν γὰρ κακίας, τὸ δὲ καὶ ὀνείδους καὶ γέλωτος μεστὸν, τὸν εὖ παθόντα μὴ ἀντευποιεῖν. Τοῦτο μὲν γὰρ ἔπαινον ἔχει καὶ κρότους παρὰ πάντων καὶ εὐφημίας, τὸ κακῶς παθόντα μὴ ἀντεπεξελθεῖν. Διὰ τοῦτο μάλιστα τούτῳ δάκνονται. Ὥστε, εἰ βούλει ἀμύνασθαι, τούτῳ ἀμύνου τῷ τρόπῳ· κακοῖς ἀγαθὰ ἀνταπόδος, ἵνα αὐτὸν καὶ ὀφειλέτην καταστήσῃς, καὶ νικήσῃς νίκην θαυμαστήν. Ἔπαθες κακῶς; Ποίησον καλῶς, οὕτως ἀμύνου τὸν ἐχθρόν. Ἂν μὲν γὰρ ἐπεξέλθῃς, ὁμοίως καὶ σὲ κἀκεῖνον ἅπαντες μέμφονται· ἂν δὲ ἐνέγκῃς, ἑτέρως σε μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ κατηγορήσουσι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
