# In epistulam ad Ephesios (homiliae 1-24) 2.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/2.1-13

Τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; Γέλωτα ἐκίνησας μόνον. Εἰπέ μοι, ὁ σκυτοτόμος ἐργάσεταί τί ποτε τῶν οὐκ ἀνηκόντων εἰς τὴν αὑτοῦ τέχνην; ἢ κτήσεταί τι τοιοῦτον ὄργανον; Οὐδαμῶς· τὰ γὰρ οὐκ ἐν χρείᾳ οὐδὲν πρὸς ἡμᾶς. Μηδεὶς ἔστω λόγος ἀργός· ἀπὸ γὰρ τοῦ ἀργοῦ καὶ εἰς ἀτόπους καταπίπτομεν. Οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους, θλίψεων καὶ ὀδυρμῶν· σὺ δὲ εὐτραπελεύῃ; Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελθὼν, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον, ἀστεῖα φθέγγεται; Ἐφέστηκεν ὁ διάβολος, περιέρχεται ὠρυόμενος τοῦ ἁρπάσαι, πάντα κινεῖ καὶ πάντα στρέφει κατὰ τῆς σῆς κεφαλῆς, καὶ μηχανᾶται τῆς καλιᾶς σε ἐκβαλεῖν, τρίζει τοὺς ὀδόντας, βρυχᾶται, πῦρ πνεῖ κατὰ τῆς σωτηρίας τῆς σῆς· καὶ σὺ κάθησαι ἀστεῖα λέγων, καὶ μωρολογῶν, καὶ τὰ μὴ ἀνήκοντα φθεγγόμενος; οὐκοῦν καλῶς αὐτοῦ περιγενέσθαι δυνήσῃ; Παίζομεν, ἀγαπητοί. Βούλει μαθεῖν τῶν ἁγίων τὴν διαγωγήν; ἄκουε Παύλου λέγοντος· Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Εἰ δὲ ὑπὲρ Μιλησίων καὶ Ἐφεσίων τοσαύτῃ ἐχρήσατο σπουδῇ, οὐχὶ ἀστεῖα λέγων, ἀλλὰ μετὰ δακρύων τὴν νουθεσίαν εἰσφέρων, τί περὶ τῶν ἄλλων εἴποι τις ἄν; Ἄκουε δὲ καὶ Κορινθίοις τί φησιν· Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων· καὶ πάλιν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἄκουε δὲ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, καὶ καθ' ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἐξελθεῖν ἐκ τοῦ κόσμου ἐπιθυμοῦντος· Καὶ γὰρ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν. Σὺ δὲ γελᾷς καὶ παίζεις; πολέμου καιρὸς, καὶ σὺ τὰ τῶν χορευόντων μεταχειρίζῃ; Οὐχ ὁρᾷς τῶν πολεμούντων τὰ πρόσωπα, πῶς εἰσι σκυθρωπὰ, πῶς συνηγμένα, ὀφρὺς γὰρ παρ' αὐτοῖς φοβερὰ καὶ φρίκης γέμουσα. Ὁρᾷς ὄμμα αὐστηρὸν, καρδίαν διεγηγερμένην καὶ πηδῶσαν καὶ ἀλλομένην, συνηγμένον νοῦν, τρέμοντα καὶ ἀγωνιῶντα, πολλὴν τὴν εὐταξίαν, πολλὴν τὴν εὐρυθμίαν, πολλὴν τὴν σιγὴν ἐν τοῖς στρατοπέδοις· οὐ λέγω, ὥστε αἰσχρὸν ῥῆμα μὴ εἰπεῖν, ἀλλὰ μηδὲ ἁπλῶς φθέγξασθαι. Εἰ γὰρ πρὸς αἰσθητοὺς ἔχοντες πολεμίους ἐκεῖνοι, καὶ οὐδὲν ἀπὸ λόγων βλαπτόμενοι, τοσαύτῃ κέχρηνται σιγῇ, σὺ, ὁ καὶ ἐν λόγοις ἔχων τὸν πόλεμον, καὶ τὸ πλέον τοῦ πολέμου, τοῦτό σοι τὸ μέρος ἐᾷς γυμνόν; ἢ ἀγνοεῖς, ὅτι τὰ πλείονα ἐντεῦθεν ἐπιβουλευόμεθα; Παίζεις καὶ τρυφᾷς, καὶ ἀστεῖα λέγεις, καὶ γέλωτα κινεῖς, καὶ οὐδὲν ἡγῇ τὸ πρᾶγμα; πόσαι ἀπὸ ἀστειολογιῶν ἐπιορκίαι, πόσαι βλάβαι, πόσαι αἰσχρολογίαι. Ἀλλ' οὐ τοιαῦτά ἐστι τὰ ἀστεῖα, φησίν. Ἀλλ' ἄκουε ὅτι πᾶσαν εὐτραπελίαν ἐξέβαλε. Πολέμου καιρὸς νῦν καὶ μάχης, ἀγρυπνίας καὶ φυλακῆς, ὁπλίσεως καὶ παρατάξεως· οὐδένα τόπον ἐνταῦθα ὁ τοῦ γέλωτος ἂν ἔχοι καιρός· τοῦ γὰρ κόσμου οὗτός ἐστιν. Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὁ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε. Ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ δὲ γελᾷς; ἐκεῖνος ἐῤῥαπίσθη, καὶ τοσαῦτα ἔπαθε διὰ τὴν σὴν συμφορὰν καὶ τὸν καταλαβόντα σε χειμῶνα· σὺ δὲ τρυφᾷς; Καὶ πῶς οὐ μᾶλλον αὐτὸν παροξύνεις; Ἀλλ' ἐπειδή τισιν ἀδιάφορον εἶναι τὸ πρᾶγμα δοκεῖ, ὃ καὶ δυσφύλακτόν ἐστι, φέρε, μικρὰ περὶ τούτου διαλεχθῶμεν, ὅσον ἐστὶ κακὸν διδάξαντες. Καὶ γὰρ τοῦτο τοῦ διαβόλου ἔργον ἐστὶ, τὸ ποιεῖν τῶν ἀδιαφόρων καταφρονεῖν. Πρῶτον μὲν οὖν εἰ καὶ ἀδιάφορον ἦν, οὐδὲ οὕτως ἐχρῆν αὐτοῦ καταφρονεῖν, εἰδότα ὅτι τὰ μεγάλα ἀπὸ τούτου τίκτεται κακὰ καὶ αὔξεται, καὶ εἰς πορνείαν τελευτᾷ πολλάκις· ὅτι δὲ οὐδὲ ἀδιάφορόν ἐστιν, ἐκεῖθεν δῆλον. Ἴδωμεν οὖν πόθεν τίκτεται· μᾶλλον δὲ ἴδωμεν ὁποῖον εἶναι δεῖ τὸν ἅγιον, ἥμερον, πρᾶον, πενθοῦντα, θρηνοῦντα, τεθλιμμένον. Ὁ τοίνυν τὰ εὐτράπελα λέγων, οὐχ ἅγιος· κἂν Ἕλλην ᾖ, καταγέλαστος ὁ τοιοῦτος· τοῖς ἐν τῇ σκηνῇ ταῦτα ἐφεῖται μόνοις. Ἔνθα αἰσχρότης, ἐκεῖ καὶ εὐτραπελία. Ἔνθα γέλως ἄκαιρος, ἐκεῖ καὶ εὐτραπελία. Ἄκουε τοῦ Προφήτου λέγοντος· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Ἡ εὐτραπελία μαλακὴν ποιεῖ τὴν ψυχὴν, ῥᾴθυμον, ἀναπεπτωκυῖαν· αὕτη καὶ ὕβρεις πολλάκις ὤδινε, καὶ πολέμους ποιεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
