Ancient Greek
Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 2.1-14
Not analysed yet
Ἀλλ' οὐ περὶ τῶν ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ τῶν πιστῶν οὐδὲν ἧττον τῶν ἀπίστων τῆς κακίας ἔχονται· εἰσὶ δὲ, οἳ καὶ πολλῷ μᾶλλον. Διὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Πρὸς τούτους ἁρμόζει καὶ τοῦτο εἰπεῖν· Ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Εἰ τοίνυν οὐκ ἔστι νεκρῶν, ζήσωμεν. Τινὲς δὲ ὑπερβολὴν εἶναί φασι τὸ, Ὁ πλεονέκτης εἰδωλολάτρης ἐστίν. Ἀλλ' οὐκ ἔστιν ὑπερβολῆς τὸ ῥῆμα, ἀλλὰ ἀληθείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἀφίσταται ἀπὸ τοῦ Θεοῦ ὁ πλεονέκτης, καθάπερ ὁ εἰδωλολάτρης. Καὶ ἵνα μὴ νομίσῃς ἁπλῶς εἰρῆσθαι, ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμμωνᾷ. Οἱ μαμμωνᾷ δουλεύοντες, ἐξέβαλον ἑαυτοὺς τῆς τοῦ Θεοῦ δουλείας· οἱ δὲ ἀρνησάμενοι αὐτοῦ τὴν δεσποτείαν, καὶ χρυσῷ δουλεύοντες ἀψύχῳ, εὔδηλον ὅτι εἰδωλολάτραι εἰσίν. Ἀλλ' οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωμὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ οἶνον ἐπέσπεισα, ἀλλ' εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινα τῷ μονογενεῖ τοῦ Θεοῦ Παιδὶ, καὶ μυστηρίων μετέχω, καὶ εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν προσῆκε τὸν Χριστιανόν. Πῶς οὖν, φησὶν, εἴδωλα προσκυνῶ; Τοῦτο μὲν οὖν αὐτὸ καὶ τὸ θαυμαστότατόν ἐστιν, ὅτι πεῖραν λαβὼν καὶ γευσάμενος τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ ἰδὼν ὅτι χρηστὸς ὁ Κύριος, τὸν μὲν χρηστὸν εἴασας, τὸν δὲ ὠμὸν τύραννον κατεδέξω, καὶ προσποιῇ μὲν τούτῳ δουλεύειν, τῇ δὲ ἀληθείᾳ τῷ σκληρῷ ζυγῷ καὶ χαλεπῷ τῆς φιλαργυρίας σαυτὸν ὑπέβαλες. Οὔπω μοι σὸν εἶπας κατόρθωμα, ἀλλὰ τὰ δῶρα τοῦ Δεσπότου. Εἰπὲ γάρ μοι, παρακαλῶ, τὸν στρατιώτην πόθεν κρίνομεν; ὅταν δορυφορῇ τὸν βασιλέα καὶ παρ' αὐτοῦ τρέφηται καὶ καλῆται αὐτοῦ, ἢ ὅταν τὰ ἐκείνου οὐ φρονῇ, ἀλλὰ προσποιῆται μὲν εἶναι μετ' ἐκείνου καὶ τὰ ἐκείνου θεραπεύειν, τὰ δὲ τῶν πολεμίων πράγματα αἱρῇ; Εὔδηλον ὅτι τὸν βασιλέα δορυφορῶν. Διὰ τοῦτο καὶ χαλεπωτέρας κολάσεως ἄξιος, ἢ τῆς τοῦ βασιλέως δουλείας ἑαυτὸν ἀποῤῥήξας, καὶ τοῖς ἐχθροῖς προστεθείς. Καὶ σὺ τοίνυν ὑβρίζεις τὸν Θεὸν καθάπερ εἰδωλολάτρης, οὐχ ἑνὶ στόματι τῷ σῷ, ἀλλὰ μυρίοις τοῖς ἠδικημένοις. Ἀλλ' εἰδωλολάτρης, φησὶν, οὐκ ἔστιν. Ὅταν οὖν λέγωσιν οἱ Ἕλληνες, Ὁ Χριστιανὸς ὁ πλεονέκτης, τότε οὐκ αὐτὸς μόνος ὑβρίζει δι' ὧν πράττει, ἀλλὰ καὶ τοὺς ἠδικημένους ἀναγκάζει πολλάκις τοῦτο λέγειν· εἰ δὲ μὴ λέγουσι, τοῦτο τῆς ἐκείνων εὐλαβείας λογιστέον. Ἢ οὐχ ὁρῶμεν τὰ πράγματα οὕτω γινόμενα; Ὁ εἰδωλολάτρης, τί ἄλλο; ἢ οὐχὶ καὶ αὐτὸς πάθη προσκυνεῖ πολλάκις, μὴ τοῦ πάθους κρατῶν; Οἷόν τι λέγω· Ὅταν εἴπωμεν, ὅτι εἴδωλα προσκυνεῖ, Οὒ, φησὶν, ἀλλὰ τὴν Ἀφροδίτην, ἀλλὰ τὸν Ἄρην. Κἂν εἴπωμεν, Τίς αὕτη ἡ Ἀφροδίτη; οἱ σεμνότεροι αὐτῶν φασιν· Ἡ ἡδονή· Καὶ τίς ὁ Ἄρης; Ὁ θυμός. Οὕτω καὶ σὺ τὸν μαμμωνᾶν. Ἂν εἴπωμεν, Τίς ὁ μαμμωνᾶς; Ἡ πλεονεξία. Καὶ σὺ ταύτην προσκυνεῖς; Οὐ προσκυνῶ, φησί. Διὰ τί; ὅτι οὐ κάμπτεις σαυτόν; Ἀλλὰ νῦν πολλῷ μᾶλλον προσκυνεῖς διὰ τῶν ἔργων καὶ τῶν πραγμάτων· αὕτη γὰρ μείζων ἡ προσκύνησις. Καὶ ἵνα μάθῃς, θέα ἐπὶ τοῦ Θεοῦ, τίνες μᾶλλον αὐτὸν προσκυνοῦσιν, οἱ ἁπλῶς ἑστῶτες ἐν ταῖς προσευχαῖς, ἢ οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες; Εὔδηλον ὅτι οὗτοι. Οὕτω καὶ οἱ ἐπὶ τοῦ μαμμωνᾶ, οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες, μᾶλλον αὐτὸν προσκυνοῦσι. Καίτοι ἐκεῖνοι τὰ πάθη προσκυνοῦντες, πολλάκις ἐκτός εἰσι τῶν παθῶν· ἴδοι γὰρ ἄν τις τὸν τοῦ Ἄρεος θεραπευτὴν, τοῦ θυμοῦ κρατοῦντα πολλάκις· ἐπὶ δὲ σοῦ οὐκέτι τοῦτο, ἀλλὰ τῷ πάθει καταδουλοῖς σαυτόν. Ἀλλ' οὐ σφάζεις πρόβατα; Ἀλλ' ἀνθρώπους, καὶ ψυχὰς λογικὰς, τὰς μὲν λιμῷ, τὰς δὲ βλασφημίαις. Οὐδὲν ταύτης τῆς θυσίας βακχικώτερον. Τίς εἶδε ψυχὰς σφαζομένας ποτέ; Ἐπάρατος ὁ τῆς πλεονεξίας βωμός. Παρὰ γὰρ τοῦτον τῶν εἰδώλων ἂν ἔλθῃς βωμὸν, ὄψει αἰγείων καὶ βοείων αἱμάτων ὄζοντα· παρὰ δὲ τὸν τῆς πλεονεξίας βωμὸν ἂν ἔλθῃς, αἱμάτων ἀνθρωπίνων ὄψει χαλεπὸν ἀποπνέοντα· ἂν παραστῇς ἐνταῦθα, οὐ θεάσῃ πτερὰ καιόμενα ὀρνίθων, οὐδὲ κνίσσαν καὶ καπνὸν ἀναδιδόμενον, ἀλλὰ σώματα ἀνθρώπων ἀπολλύμενα. Οἱ μὲν γὰρ εἰς κρημνοὺς ἑαυτοὺς ἔῤῥιψαν, οἱ δὲ βρόχον ἧψαν, οἱ δὲ ξίφος διήλασαν διὰ τοῦ λαιμοῦ. Εἶδες θυσίας ὠμὰς καὶ ἀπανθρώπους; Βούλει τούτων χαλεπωτέρας ἰδεῖν; Ἐγώ σοι δείξω, οὐκέτι σώματα ἀνθρώπων, ἀλλὰ καὶ ψυχὰς ἀνθρώπων κατασφαττομένας ἐκεῖ. Καὶ γὰρ ἔστι ψυχὴν σφάττεσθαι σφαγῇ τῇ προσηκούσῃ ψυχῇ· ὥσπερ γάρ ἐστι σώματος θάνατος, οὕτω καὶ ψυχῆς· Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, φησὶν, αὐτὴ καὶ ἀποθανεῖται. Οὐ τοιοῦτος, οἷος ὁ τοῦ σώματος θάνατος, ἀλλὰ πολλῷ χαλεπώτερος ὁ τῆς ψυχῆς. Οὗτος μὲν γὰρ ὁ σωματικὸς θάνατος διαλύσας ἀπ' ἀλλήλων τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸ μὲν πολλῶν φροντίδων καὶ πόνων ἀνέπαυσε, τὴν δὲ εἰς φανερὸν χῶρον παρέπεμψεν· εἶτα τῷ χρόνῳ διαλυθὲν καὶ ἀποῤῥεῦσαν, πάλιν συνάγεται μετὰ ἀφθαρσίας, καὶ τὴν οἰκείαν ἀπολαμβάνει ψυχήν.