# In epistulam ad Ephesios (homiliae 1-24) 2.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/2.1-16

Ὡς οὖν ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, τουτέστιν, ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες, τοῖς ἀνδράσιν ὡς τῷ Θεῷ ὑποτάσσεσθε. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἤκουσας τῆς ὑποταγῆς τὴν ὑπερβολήν· ἐπῄνεσας καὶ ἐθαύμασας τὸν Παῦλον, ἅτε συγκροτοῦντα τὸν βίον ἡμῶν, ὡς θαυμαστόν τινα καὶ πνευματικὸν ἄνδρα· καλῶς. Ἀλλ' ἄκουσον, ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ· πάλιν γὰρ τῷ αὐτῷ κέχρηται ὑποδείγματι· Οἱ ἄνδρες, ἀγαπᾶτε, φησὶ, τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Εἶδες μέτρον ὑπακοῆς; Ἄκουσον καὶ μέτρον ἀγάπης. Βούλει σοι τὴν γυναῖκα ὑπακούειν, ὡς τῷ Χριστῷ τὴν Ἐκκλησίαν; Προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς Ἐκκλησίας· κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι μυριάκις, κἂν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, μὴ παραιτήσῃ· κἂν ταῦτα πάθῃς, οὐδὲν οὐδέπω πεποίηκας, οἷον ὁ Χριστός. Σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς, ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ μισούσης. Ὥσπερ οὖν αὐτὸς τὴν ἀποστρεφομένην αὐτὸν καὶ μισοῦσαν καὶ διαπτύουσαν καὶ θρυπτομένην περὶ τοὺς πόδας αὐτοῦ τῇ πολλῇ ἤγαγε κηδεμονίᾳ, οὐκ ἀπειλαῖς, οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ τινὶ τοιούτῳ· οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε τὴν σήν· κἂν ὑπερορῶσαν, κἂν θρυπτομένην, καταφρονοῦσαν ἴδης, δυνήσῃ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. Οὐδὲν γὰρ τούτων τυραννικώτερον τῶν δεσμῶν, καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. Οἰκέτην μὲν γὰρ φόβῳ τις ἂν καταδῆσαι δυνήσεται, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· ταχέως γὰρ ἀποπηδήσας οἰχήσεται· τὴν δὲ τοῦ βίου κοινωνὸν, τὴν παίδων μητέρα, τὴν πάσης εὐφροσύνης ὑπόθεσιν, οὐ φόβῳ καὶ ἀπειλαῖς δεῖ καταδεσμεῖν, ἀλλ' ἀγάπῃ καὶ διαθέσει. Ποία γὰρ συζυγία, ὅταν ἡ γυνὴ τὸν ἄνδρα τρέμῃ; ποίας δὲ αὐτὸς ὁ ἀνὴρ ἀπολαύσεται ἡδονῆς, ὡς δούλῃ συνοικῶν τῇ γυναικὶ, καὶ οὐχ ὡς ἐλευθέρᾳ; Κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· Καὶ ἑαυτὸν, φησὶ, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσας ἁγιάσῃ. Ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής. Οἵαν ἂν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, οὐδὲ τοσοῦτόν σου ἀπέχουσαν, ὅσον ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ' ὅμως οὐκ ἐβδελύξατο, οὐδὲ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας. Βούλει ἀκοῦσαι αὐτῆς τὴν ἀμορφίαν; ἄκουε Παύλου λέγοντος· Ἦτε γάρ ποτε σκότος. Εἶδες αὐτῆς τὸ μέλαν; τί σκότους μελανώτερον; ἀλλ' ὅρα καὶ τὸ θρασύ· Ἐν κακίᾳ, φησὶ, καὶ φθόνῳ διάγοντες. Ὅρα καὶ τὸ ἀκάθαρτον· Ἀπειθεῖς, ἀνόητοι. Τί δὲ λέγω; καὶ μωρὰ ἦν, καὶ βλάσφημος· ἀλλ' ὅμως τοσούτων ὄντων, ὡς ὑπὲρ ὡραίας, ὡς ὑπὲρ ἀγαπωμένης, ὡς ὑπὲρ θαυμαστῆς, οὕτως ἑαυτὸν ἐξέδωκεν ὑπὲρ τῆς ἀμόρφου. Καὶ τοῦτο θαυμάζων ὁ Παῦλος ἔλεγε· Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· καὶ πάλιν, Εἰ ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει, καὶ οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, φησὶ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τῷ λουτρῷ λούει αὐτῆς τὴν ἀκαθαρσίαν. Ἐν ῥήματι, φησί. Ποίῳ; Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ' ἔνδοξον ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Καὶ ἡμεῖς τοίνυν τοῦτο ἐπιζητῶμεν τὸ κάλλος, καὶ δυνησόμεθα αὐτοῦ γενέσθαι δημιουργοί. Μὴ ζήτει σὺ παρὰ τῆς γυναικὸς, ἃ μή ἐστιν αὐτῆς. Ὁρᾷς ὅτι πάντα παρὰ τοῦ Δεσπότου εἶχεν ἡ Ἐκκλησία· παρ' αὐτοῦ γέγονεν ἔνδοξος, παρ' αὐτοῦ ἄμωμος. Μὴ ἀποστραφῇς δι' ἀμορφίαν τὴν γυναῖκα. Ἄκουε τῆς Γραφῆς λεγούσης· Μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Θεοῦ πλάσμα ἐστίν· οὐκ ἐκείνην ὑβρίζεις, ἀλλὰ τὸν ἐργασάμενον. Τί πάθῃ ἡ γυνή; Μὴ ἐπαινέσῃς αὐτὴν δι' εὐμορφίαν· ἀκολάστων ψυχῶν καὶ ὁ ἔπαινος, καὶ τὸ μῖσος ἐκεῖνο, καὶ αὐτὴ ἡ ἀγάπη. Ψυχῆς ἐπιζήτει κάλλος· τὸν νυμφίον τῆς Ἐκκλησίας μιμοῦ. Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγμα ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραίνεται· τὰ μέντοι διὰ τὸ κάλλος προσγενόμενα κακὰ ἐναπομένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία. Ἐπὶ δὲ τῆς μὴ τοιαύτης, οὐδὲν τοιοῦτον· ἀλλ' εἰκότως ἀρχόμενος ὁ ἔρως παραμένει σφοδρὸς, ἐπειδὴ κάλλους ἐστὶ ψυχῆς, καὶ οὐ σώματος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
