Ancient Greek
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 2.1-18
Not analysed yet
Ὅρα πῶς ἀφαιρεῖταί σου τὴν δυσγένειαν τῆς δουλείας. Ὥσπερ γὰρ ὁ χρήματα ἀφῃρημένος, ἂν καὶ ἕτερα προσδῷ τῷ λαβόντι, οὐκ ἐν τοῖς ἀφῃρημένοις, ἀλλ' ἐν τοῖς φιλοτίμοις κεῖται, οὐκ ἐν τοῖς παθοῦσι κακῶς, ἀλλ' ἐν τοῖς ποιοῦσι καλῶς, καὶ μᾶλλον ὀνείδει περιέβαλε τῷ χαρίσασθαι, ἢ περιεβλήθη τῷ ἀφαιρεθῆναι· οὕτω δὴ ἐνταῦθα, τῇ δαψιλείᾳ καὶ μεγαλοψυχότερος φανεῖται, καὶ δεικνὺς ὅτι οὐκ ᾔσθετο τῆς ἁρπαγῆς, ἐντρέψει ἐκεῖνον. Οὐκοῦν διὰ τὸν Χριστὸν δουλεύωμεν τοῖς δεσπόταις, Εἰδότες, φησὶν, ὅτι ὃ ἄν τι ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Ἐπειδὴ γὰρ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας μὴ αἰσχύνεσθαι, μηδὲ ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθήσατο, ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαῤῥεῖν περὶ τῆς ἀμοιβῆς. Καθάπερ γὰρ οἱ καλῶς πάσχοντες, ὅταν μὴ ἀμείβωνται τοὺς εὐεργέτας, τὸν Θεὸν αὐτοῖς ὀφειλέτην ποιοῦσιν· οὕτω δὴ καὶ οἱ δεσπόται, ἂν παθόντες εὖ παρὰ σοῦ μὴ ἀμείψωνταί σε, μᾶλλον ἠμείψαντο, τὸν Θεὸν ὀφειλέτην σοι καταστήσαντες. Καὶ οἱ κύριοι, φησὶ, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς. —Τὰ αὐτά· ποῖα; Μετ' εὐνοίας δουλεύετε. Ἀλλ' οὐκ εἶπε, δουλεύετε, καίτοι γε εἰπὼν τὰ αὐτὰ, τοῦτο ἐδήλωσε· δουλεύει γὰρ καὶ ὁ δεσπότης. Μὴ ὡς ἀνθρωπάρεσκοι, φησὶ, μετὰ φόβου καὶ τρόμου, τουτέστι, τοῦ πρὸς τὸν Θεὸν, δεδοικότες μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας. Ἀνιέντες τὴν ἀπειλήν. Μὴ φορτικοὶ, φησὶ, μηδὲ ἐπαχθεῖς γίνεσθε. Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Βαβαί. ἡλίκον ᾐνίξατο. πῶς ἐφόβησε. Τουτέστι, τῷ μέτρῳ, ᾧ μετρεῖς, ἀντιμετρηθήσεταί σοι. Μὴ ἀκούσῃς· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Καὶ προσωποληψία, φησὶν, οὐκ ἔστι παρ' αὐτῷ. Μὴ νομίσῃς, φησὶν, ὅτι τὰ εἰς τὸν δοῦλον, ὡς εἰς δοῦλον γινόμενα, οὕτως ἀφήσει. Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ Δεσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς. Εἰ δέ τις ἔροιτο πόθεν ἡ δουλεία, καὶ διὰ τί εἰς τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον (καὶ γὰρ οἶδα πολλοὺς καὶ ἐρωτῶντας τὰ τοιαῦτα ἡδέως καὶ μαθεῖν βουλομένους), ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· Ἡ πλεονεξία τὴν δουλείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦλον οὐκ εἶχεν, οὐδὲ Ἄβελ, οὐδὲ Σὴθ, ἀλλ' οὐδὲ οἱ μετὰ ταῦτα. Ἁμαρτία τοῦτο τὸ πρᾶγμα ἔτεκεν, ἡ εἰς τοὺς πατέρας ὕβρις. Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς πατέρας ἀγνώμονες ὦσιν. Ἀφείλετο ἑαυτοῦ ὁ τοιοῦτος τὴν εὐγένειαν· ὁ γὰρ ὑβρίζων τὸν πατέρα, οὐκ ἔστιν ἔτι υἱός. Εἰ δὲ ὁ πατέρα ὑβρίζων, οὐκ ἔστιν υἱὸς, ὁ τὸν ὄντως ἡμῶν Πατέρα ὑβρίζων, πῶς ἔσται υἱός; Ἐξῆλθεν ἀπὸ τῆς εὐγενείας, ἐξύβρισεν εἰς τὴν φύσιν. Εἶτα καὶ πόλεμοι καὶ μάχαι αἰχμαλώτους ἔλαβον. Ἀλλ' ὁ Ἀβραὰμ εἶχεν οἰκέτας, φησίν. Ἀλλ' οὐχ ὡς οἰκέταις ἐκέχρητο. Ὅρα πῶς πάντα εἰς τὴν κεφαλὴν ἀναρτᾷ· τὴν γυναῖκα, Ἵνα, φησὶν, ἀγαπᾷ ταύτην· τὰ παιδία, Ἵνα ἐκτρέφῃ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· τοὺς δούλους, Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Οὕτω, φησὶ, καὶ αὐτοὶ, ὡς δοῦλοι ὄντες, φιλάνθρωποι γίνεσθε καὶ συγγνωμονικοί. Εἰ δὲ βούλεσθε ἀκοῦσαι, τὰ αὐτὰ ἐροῦμεν περὶ τῶν οἰκετῶν, ἃ καὶ πρότερον περὶ τῶν παίδων· διδάσκετε αὐτοὺς εἶναι εὐλαβεῖς, καὶ πάντως πάντα ἕπεται. Νῦν δὲ εἰς μὲν θέατρον ἀνιὼν, καὶ εἰς βαλανεῖον ἀπιών τις, πάντας ἐπισύρεται τοὺς παῖδας· εἰς δὲ ἐκκλησίαν, οὐκέτι, οὐδὲ ἀναγκάζει παρεῖναι καὶ ἀκούειν. Πῶς δὲ ὁ οἰκέτης ἀκούσεται, σοῦ τοῦ δεσπότου ἑτέροις προσέχοντος; Ἠγόρασας, ἐπρίω τὸν δοῦλον; ἐπίταττε πρότερον αὐτῷ τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον. Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν ἕκαστος τῆς ἑαυτοῦ οἰκίας. Καὶ ὅτι μὲν τοιαύτη ἡ τῶν πλουτούντων, εὔδηλον, ἔνθα καὶ ἀγροὶ καὶ ἐπίτροποι καὶ ἄρχοντες ἐπὶ ἄρχουσιν· ἐγὼ δὲ καὶ τὴν τῶν πενήτων οἰκίαν φημὶ πόλιν εἶναι. Καὶ γὰρ καὶ ἐνταῦθά εἰσιν ἀρχαί· οἷον, κρατεῖ τῆς γυναικὸς ὁ ἀνὴρ, ἡ γυνὴ τῶν οἰκετῶν, οἱ οἰκέται τῶν ἰδίων γυναικῶν· πάλιν αἱ γυναῖκες καὶ οἱ ἄνδρες τῶν παίδων. Ἆρα οὐ δοκεῖ σοι, καθάπερ τις βασιλεὺς εἶναι, τοσούτους ἔχων ἄρχοντας ὑποτεταγμένους ἑαυτῷ, καὶ πάντων προσήκειν αὐτὸν οἰκονομικώτερον εἶναι καὶ πολιτικώτερον; Ὁ γὰρ εἰδὼς διαφόρως κεχρῆσθαι τούτοις, οἶδε τοὺς ἐπιτηδείους ἄρχοντας αἱρεῖσθαι, καὶ αἱρήσεταί γε λαμπρούς. Οὐκοῦν ἔσται βασιλεὺς ἕτερος ἡ γυνὴ ἐν οἰκίᾳ χωρὶς τοῦ διαδήματος, καὶ ὁ εἰδὼς τὸν βασιλέα τοῦτον αἱρεῖσθαι, πάντα τὰ ἄλλα καλῶς διαθήσει. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶν, ἐνδυναμοῦσθε ἐν Κυρίῳ. Ὅταν μέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται τῷ τρόπῳ.