# In epistulam ad Ephesios (homiliae 1-24) 2.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/2.1-7

Καὶ διὰ τί ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον; Οὐδὲν τοῦτο ποιεῖ, φησὶν, ἀλλ' ἀδιάφορον τὸ πρᾶγμά ἐστιν· ἕκαστος γὰρ πρὸς τὴν οἰκοδομὴν συντελεῖ. Καὶ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι' ἑτέρους, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων. Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε· Τί μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ μὲν Προφήτης φησὶν ἐν τῷ ψαλμῷ· Ἔλαβες δόματα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόματα ἐν ἀνθρώποις. Τοῦτο ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς. Εἰ γὰρ μὴ τοῦτο ἦν, περιττὸς οὗτος ὁ λόγος ὅνπερ λέγει· Ὑπήκοος γενόμενος μέχρι θανάτου. Ἀπὸ δὲ τοῦ ἀναβῆναι τὴν κατάβασιν αἰνίττεται. Τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατόν φησιν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς μου μετ' ὀδύνης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλμῷ, Ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· τουτέστι, τοῖς ἀποθανοῦσι. Διὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργάζεται ἐνταῦθα; καὶ ποίαν αἰχμαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχμάλωτον γὰρ τὸν τύραννον ἔλαβε, τὸν διάβολον λέγω, καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ μὴ ὅτι καὶ κατέβη; Τοῦτο πρὸς τοὺς Παύλου τοῦ Σαμοσατέως. Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησὶ, μέρη κατέβη τῆς γῆς, μεθ' ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας· καὶ γὰρ καὶ πάλαι πάντα πεπλήρωτο. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ, Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει· Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατελθεῖν, οὐδὲ ἐνεπόδισε πρὸς τὸ ἀνωτέρω γενέσθαι τῶν οὐρανῶν. Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ, τοσούτῳ μᾶλλον ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω κατενέγκῃ, τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει· οὕτω ἐπὶ τῆς ταπεινοφροσύνης. Ἀλλ' ὅταν περὶ Θεοῦ λέγωμεν τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν ἐννοεῖν· ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ τὴν πρόνοιαν αὐτοῦ δείκνυσι καὶ τὴν σοφίαν, καί φησιν· Ὁ τοιαῦτα ἐργασάμενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ μέχρι τῶν κατωτέρων μερῶν μὴ παραιτησάμενος κατελθεῖν δι' ἡμᾶς, οὐκ ἂν ἁπλῶς τὰς διανομὰς τῶν χαρισμάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦμα τοῦτο εἰργάσατο, οὕτω λέγων· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα μέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ Θεός· καὶ πάλιν, Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας. Ἐν δὲ τῇ πρὸς Κορινθίους φησίν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν ἀλλ' ὁ Θεὸς ηὔξανε· καὶ πάλιν, Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὕτω καὶ ἐνταῦθα. Τί γὰρ, εἰ ἔλαττον εἰσφέρεις; τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι. Δεύτερον προφήτας· ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγαβος. Τρίτον εὐαγγελιστάς· οἱ μὴ περιιόντες πανταχοῦ, ἀλλ' εὐαγγελιζόμενοι μόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιμένας καὶ διδασκάλους, τοὺς ὁλόκληρον ἐμπεπιστευμένους ἔθνος. Τί οὖν; οἱ ποιμένες καὶ οἱ διδάσκαλοι ἐλάττους; Καὶ πάνυ, τῶν περιιόντων καὶ εὐαγγελιζομένων οἱ καθήμενοι καὶ περὶ ἕνα τόπον ἠσχολημένοι, οἷον Τιμόθεος, Τίτος. Ἄλλως δὲ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν ὑποταγὴν καὶ τὴν προτίμησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί· μηδὲν ἀντείπῃς. Ἢ εὐαγγελιστάς φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
