Ancient Greek
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 2.1-8
Not analysed yet
Ὁρᾷς ὅτι ματαιότης ματαιοτήτων τὰ πάντα; Διὰ τοῦτο ἔλεγεν· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Ἀλλ' ἡ θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι τὰ προσκυνούμενα; Ἥλιον φαίνειν ἡμῖν ἐποίησεν ἀντὶ λύχνου· τίς τὸν λύχνον τὸν ἑαυτοῦ προσκυνεῖ; Ἥλιος παρέχει τὸ φῶς· ἀλλ' ὅταν ἐκεῖνος μὴ δύνηται, λύχνος δύναται· τί τοίνυν οὐ προσκυνεῖς τὸν λύχνον; Ναὶ, φησὶ, προσκυνῶ τὸ πῦρ. Ὢ τοῦ γέλωτος. τοσαύτη ἡ ὕβρις, καὶ οὐκ αἰσχύνῃ; Ὅρα δὲ καὶ ἑτέραν πάλιν· Τὸ προσκυνούμενον τί σβεννύεις; τί ἀπολλύεις; τί ἀναιρεῖς σου τὸν θεόν; διὰ τί μὴ συγχωρεῖς τὴν οἰκίαν ἐμπεπλῆσθαι αὐτοῦ; Εἰ γὰρ θεός ἐστι τὸ πῦρ, ἐπινεμέσθω σου τὸ σῶμα, μὴ τῷ πυθμένι τῆς χύτρας καὶ τοῦ λέβητος τὸν θεὸν ὑποβάλῃς· εἴσαγε εἰς τὰ ταμεῖα, εἴσαγε εἰς τὰ σηρικὰ ἱμάτια. Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸς ἐπεισελθόντος, ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι. Ἔχω ἐγὼ Θεὸν, καὶ πάντα ποιῶ, ὥστε αὐτὸν ἐνστερνίσασθαι, καὶ μακαριότητα ἐμαυτοῦ ἡγοῦμαι, οὐχ ὅταν τὴν οἰκίαν ἐπισκέπτηται τὴν ἐμὴν, ἀλλ' ἂν εἰς τὴν καρδίαν αὐτὸν ἑλκύσω τὴν ἐμήν. Ἕλκυσον καὶ σὺ τὸ πῦρ εἰς τὴν καρδίαν τὴν σήν. Γέλως ταῦτα, καὶ ματαιότης. Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσκύνησιν· εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ· ἐκεῖνο δι' ἐμὲ γέγονεν, οὐκ ἐγὼ δι' αὐτό. Εἰ προσκυνεῖς τὸ πῦρ, τί αὐτὸς μὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, μαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ; Αὐτὸς ἀνάδεξαι τὴν μαγειρικὴν, καὶ ἀρτοκόπος γενοῦ, εἰ βούλει, καὶ χαλκεύς. Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιμιώτερον, ἐπειδὴ ταῦτα ὁ σὸς ἐπισκέπτεται θεός. Τί ὕβριν ἡγῇ τὴν τέχνην, ἔνθα σου πολὺς ὁ θεός; τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς; Καλὸν τὸ πῦρ, ἐπειδὴ καὶ καλοῦ δημιουργοῦ, ἀλλ' οὐ θεός· ἔργον γὰρ Θεοῦ, οὐ θεὸς ἐκλήθη. Οὐχ ὁρᾷς αὐτοῦ τὸ ἄτακτον; πῶς ὅταν ἐπιλάβηται οἰκίας, οὐδαμοῦ ἵσταται; ἀλλ' ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν μὴ τεκτόνων χεῖρες ἢ καὶ ἄλλων τινῶν σβέσωσιν αὐτοῦ τὴν μανίαν, οὐ φίλους οἶδεν, οὐ πολεμίους, ἀλλ' ὁμοίως πᾶσι κέχρηται. Τοῦτο οὖν θεὸς, καὶ οὐκ αἰσχύνεσθε; Ὄντως καλῶς εἶπεν· Ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν. Ἀλλ' ὁ ἥλιος, φησὶ, θεός. Τοῦτο γὰρ, εἰπέ μοι, πόθεν, καὶ διὰ τί; ὅτι φῶς ἀφίησι πολύ; Ἀλλ' οὐχ ὁρᾷς αὐτὸν νικώμενον ὑπὸ τῶν νεφῶν, καὶ ἀνάγκῃ δουλεύοντα φύσεως, καὶ ἐκλείποντα καὶ ὑπὸ σελήνης καὶ νέφους κρυπτόμενον; Καίτοι γε νέφος ἀσθενέστερον ἡλίου, ἀλλ' ὅμως πολλαχοῦ κρατεῖ, καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Ὁ Θεὸς παναρκὴς εἶναι ὀφείλει, οὗτος δὲ πολλῶν ἐστιν ἐνδεής· τοῦτο δὲ οὐκ ἔστι Θεοῦ. Δεῖται γὰρ ἀέρος πρὸς τὸ φᾶναι, καὶ ἀέρος λεπτοῦ· ὡς ὅ γε σφόδρα πυκνωθεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι· δεῖται καὶ ὕδατος, καὶ ἑτέρου τοῦ ἐπέχοντος, ὥστε μὴ καταφλέξαι. Εἰ γὰρ μὴ πηγαὶ καὶ λίμναι καὶ ποταμοὶ καὶ θάλασσαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτμῶν συνέστησαν ἀναδόσεως, οὐδὲν ἂν ἐκώλυσεν ἐκπυρωθῆναι τὰ πάντα. Ὁρᾷς οὖν, φησὶν, ὅτι θεός; Ὢ τῆς μανίας. ὢ τοῦ γέλωτος. ἐπειδὴ, φησὶ, βλάψαι δύναται, θεός, Καὶ μὴν διὰ τοῦτο οὐ θεὸς, ὅτι ἐν οἷς μὲν βλάπτει, οὐδενὸς δεῖται, ἐν οἷς δὲ ὠφελεῖ, πολλῶν ἑτέρων χρῄζει· Θεοῦ δὲ τὸ μὲν βλάπτειν, πόῤῥω, τὸ δὲ ὠφελεῖν, οἰκεῖον. Ὅταν οὖν τὸ ἐναντίον ᾖ, πῶς θεός; Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρμακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν; Διὰ σὲ τοίνυν ἐστὶ τοιοῦτος, καὶ καλὸς καὶ ἀσθενής· καλὸς μὲν, ἵνα ἐπιγινώσκῃς τὸν Δεσπότην· ἀσθενὴς δὲ, ἵνα μὴ Δεσπότην αὐτὸν εἶναι λέγῃς. Ἀλλὰ τρέφει, φησὶ, τὰ φυτὰ καὶ τὰ σπέρματα. Τί οὖν μὴ παρὰ τοῦτο καὶ ἡ κόπρος θεός; καὶ γὰρ καὶ ἐκείνη τρέφει. Τί μὴ παρὰ τοῦτο καὶ τὸ δρέπανον, καὶ αἱ τοῦ γεωργοῦ χεῖρες; Δεῖξόν μοι μόνον τρέφοντα τὸν ἥλιον, καὶ μηδενὸς δεόμενον, μήτε γῆς, μήτε ὕδατος, μήτε γεωργίας· ἀλλὰ βαλλέσθω τὰ σπέρματα, καὶ τὴν ἀκτῖνα ἀφεὶς δεικνύτω τοὺς ἀστάχυας. Εἰ δὲ οὐκ αὐτοῦ μόνου, ἀλλὰ καὶ τῶν ὑετῶν ἐστι, διὰ τί μὴ καὶ τὸ ὕδωρ θεός; Ἀλλὰ μήπω περὶ τούτου. Διὰ τί μὴ καὶ ἡ γῆ θεός; διὰ τί μὴ καὶ ἡ κόπρος, καὶ ἡ δίκελλα; Πάντα οὖν, εἰπέ μοι, προσκυνήσομεν; Ὢ τῆς ληρωδίας. Καίτοι μᾶλλον ἄνευ ἡλίου γένοιτο ἄσταχυς, ἢ ἄνευ γῆς καὶ ὕδατος, καὶ φυτὰ καὶ τὰ ἄλλα ἅπαντα. Γῆς μὲν οὖν οὐκ οὔσης, οὐκ ἄν ποτε τούτων τι φανείη· εἰ δέ τις ἐν κεραμίῳ, οἷα τὰ παιδία ποιοῦσι καὶ αἱ γυναῖκες, γῆν ἐναποθέμενος, ὑπὸ τὸν ὄροφον κατάθοιτο, κέραμον ἐμπλήσας κόπρου πολλῆς, ἀσθενῆ μὲν, ἀναδίδοται δὲ ὅμως τὰ φυτά. Ὥστε πλείων ἡ παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια, καὶ ταῦτα μᾶλλον ἐκείνου χρὴ προσκυνεῖν. Οὐρανοῦ δεῖται, ἀέρος δεῖται, ὑδάτων δεῖται τούτων, ὥστε μὴ βλάπτειν καθάπερ χαλινῶν κατεχόντων αὐτοῦ τὴν τῆς δυνάμεως ἀγριότητα, καὶ οὐκ ἐώντων ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον. Εἰπὲ δή μοι, ποῦ ἡμῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ ὁ θεὸς ἀποδεδήμηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περικλείεσθαι καὶ περατοῦσθαι· σωμάτων γὰρ ὄντως τοῦτο μόνον. Ἀλλὰ καὶ δύναμίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται. Αὕτη οὖν ἡ δύναμις, εἰπέ μοι, θεός; τί οὖν αὕτη δεῖται, καὶ μὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ ὁ αὐτός μοι λόγος. Τί δὲ ἡ δύναμις ἐκείνη; φωτιστική τί[ς] ἐστιν, ἢ διὰ τούτου φωτίζει, αὐτὴ μετέχουσα τούτων μηδενός; Οὐκοῦν μείζων αὐτῆς ὁ ἥλιος. Μέχρι τίνος ἀνελίττομεν λαβύρινθον;