Ancient Greek
Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 3.1-11
Not analysed yet
Ὥστε οὐ μικρὸν πρὸς τοῦτο συμβάλλεται τὸ παιδεῦσαι τὴν ψυχὴν μηδέποτε κράζειν καὶ βοᾷν. Τὰ πτερὰ περικόπτεις τῆς ὀργῆς, τὴν κραυγὴν περιαιρῶν, τὸ οἴδημα καταστέλλεις τῆς καρδίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὰς χεῖρας μὴ ἀντάραντα παλαίειν, οὕτως οὐκ ἔνι μὴ κράζοντα συμποδίζεσθαι. Δῆσον τοῦ πυκτεύοντος τὰς χεῖρας, καὶ κέλευσον πυκτεύειν, ἀλλ' οὐ δυνήσεται· οὕτως οὐδὲ ὁ θυμός. Ἡ δὲ κραυγὴ καὶ τὸν οὐκ ὄντα ἐξαίρει· καὶ μάλιστα ἐντεῦθεν ταχέως ἁλίσκεται τὸ τῶν γυναικῶν γένος, αἳ, ὅταν ὀργίζωνται ταῖς θεραπαινίσι, τὴν οἰκίαν ἅπασαν τῆς κραυγῆς πληροῦσι τῆς ἑαυτῶν· πολλάκις δὲ καὶ εἰ παρὰ στενωπὸν τυγχάνοι ᾠκοδομημένη ἡ οἰκία, καὶ οἱ παριόντες· ἅπαντες ἀκούουσιν αὐτῆς βοώσης, καὶ τῆς θεραπαινίδος ὀλολυζούσης. Τί τούτου γένοιτ' ἂν ἀσχημονέστερόν ποτε τοῦ κωκυτοὺς ἀκούειν; Πᾶσαι γὰρ εὐθέως διακύψασαι, Τί δὴ γέγονεν, ἐρωτῶσιν, ἐκεῖ; Ἡ δεῖνα, φησὶ, τὴν δούλην τύπτει τὴν αὑτῆς. Τί τούτου γένοιτ' ἂν ἀναισχυντότερον; Τί οὖν, οὐ χρὴ τύπτειν; Οὐ τοῦτο λέγω· δεῖ μὲν γὰρ, ἀλλὰ μήτε συνεχῶς, μήτε ἀμέτρως, μήτε ὑπὲρ τῶν οἰκείων ἀδικημάτων, ὅπερ ἀεί φημι, μήτε τῆς ὑπηρεσίας ἄν τι ἐλλείπῃ, ἀλλ' εἰ τὴν ἑαυτῆς βλάπτει ψυχήν· ἂν ὑπὲρ τοιαύτης τύπτῃς αἰτίας, ἐπαινέσονται πάντες, καὶ ὁ ἐγκαλέσων οὐδείς· ἂν δὲ ὑπὲρ τῶν σῶν, ὠμότητα πάντες καταγνώσονται καὶ ἀπήνειαν. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, εἰσὶν οὕτως ἄγριαι καὶ ἀπηνεῖς, ὡς ἐπὶ τοσοῦτον μαστίζειν, ὡς μηδὲ αὐθημερὸν τοὺς μώλωπας σβέννυσθαι. Γυμνώσασαι γὰρ τὰς κόρας, καὶ τὸν ἄνδρα ἐπὶ τοῦτο καλέσασαι, δεσμοῦσι πολλάκις πρὸς τοῖς σκίμποσιν. Οἴμοι, οὐκ ἐπεισέρχεταί σοι ἐν ἐκείνῳ τῷ καιρῷ τῆς γεέννης, εἰπέ μοι, μνήμη; ἀλλὰ γυμνοῖς τὴν παιδίσκην, καὶ δεικνύεις τῷ ἀνδρί; καὶ οὐκ αἰσχύνῃ μή σου καταγνῷ; καὶ ἐπιπλέον αὐτὸν παροξύνεις, καὶ ἀπειλεῖς δήσειν, μυρία πρότερον λοιδορησαμένη τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ, Θεσσαλίδα, δραπέτριαν, προεστῶσαν καλοῦσα. Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόματος φείδεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ. Καὶ μετὰ ταῦτα δὴ πάντα προκάθηται καθάπερ τις τύραννος, καὶ καλεῖ παῖδας, καὶ παραστησαμένη τὸν ἀνόητον ἄνδρα, καθάπερ δημίῳ αὐτῷ κέχρηται. Ταῦτα ἐν Χριστιανῶν οἰκίαις γίνεσθαι ἔδει; Ἀλλὰ πονηρὸν τὸ γένος, φησὶ, καὶ ἰταμὸν καὶ ἀναίσχυντον καὶ ἀδιόρθωτον. Οἶδα κἀγώ· ἀλλ' ἔστιν ἑτέρως ῥυθμίσαι, φόβοις, ἀπειλαῖς, ῥήμασι, κἀκείνην μειζόνως δυναμένοις δάκνειν, καὶ σὲ τῆς αἰσχύνης ἀπαλλάξαι. Αἰσχρὰ ἐφθέγξω ῥήματα ἐλευθέρα οὖσα, καὶ οὐ μᾶλλον ἐκείνην ἢ σαυτὴν καταισχύνεις; Εἶτα ἐν βαλανείῳ ἐὰν δέῃ προελθεῖν, μώλωπες κατὰ τῶν νώτων γυμνουμένης αὐτῆς, καὶ τεκμήρια περιφέρει τῆς ὠμότητος. Ἀλλ' ἀφόρητον, φησὶν, ἀνέσεως τυχὸν τὸ δουλικὸν γένος. Οἶδα κἀγώ· ἀλλ' ἑτέρως, ὅπερ ἔφην, ἐπίστρεφε, μὴ μάστιξι μόνον μηδὲ φόβῳ, ἀλλὰ καὶ κολακείᾳ καὶ τῷ εὖ ποιεῖν. Ἀδελφή σου γέγονεν, ἂν ᾖ πιστή. Ἐννόησον ὅτι σὺ δέσποινα, κἀκείνη σοι διακονεῖται. Ἂν ᾖ μέθυσος, περίελε τῆς μέθης τὰς ὑποθέσεις, τὸν ἄνδρα κάλεσον, καὶ παραίνεσον. Ἢ οὐχ ὁρᾷς πῶς αἰσχρὸν πρᾶγμα γυναῖκα τύπτεσθαι; Οἱ γοῦν μυρία κατὰ ἀνδρῶν νομοθετήσαντες, καὶ καύσεις καὶ βασάνους, σπανιάκις γυναῖκα ἀνήρτησαν, ἀλλὰ μέχρι τοῦ ῥαπίσαι τὸν θυμὸν ἱστῶσι Τοσαύτῃ δὲ κέχρηνται πρὸς τὴν φύσιν ταύτην αἰδοῖ, ὅτι οὐδὲ ἀναγκαίας χρείας οὔσης ἀνήρτησαν, καὶ μάλιστα ὅταν κύουσα τύχῃ. Αἰσχύνη γὰρ ἀνδρὶ γυναῖκα τύπτειν· εἰ δὲ ἀνδρὶ, πολλῷ μᾶλλον τῇ ὁμοφύλῳ. Ἀπὸ τούτων καὶ τοῖς ἀνδράσι γίνονται μισηταὶ αἱ γυναῖκες. Τί οὖν, φησὶν, ὅταν πορνεύῃ; Ζεῦξον ἀνδρὶ, περίελε τῆς πορνείας τὰς ὑποθέσεις, μὴ συγχώρει ὑπερμαζᾷν. Τί οὖν, ἂν κλέπτῃ; Φύλαττε καὶ παρατήρει; Ὢ τῆς ὑπερβολῆς. ἐγὼ ἔσομαι φύλαξ, φησίν. Ὢ τῆς ἀνοίας. διὰ τί, παρακαλῶ, οὐκ ἔσῃ φύλαξ; οὐχὶ τῆς αὐτῆς σοι μετέχει ψυχῆς; οὐχὶ τῶν αὐτῶν ἠξίωται παρὰ τοῦ Θεοῦ; οὐ τῆς αὐτῆς ἀπολαύει τραπέζης; οὐ τῆς αὐτῆς σοι κοινωνεῖ εὐγενείας; Τί οὖν, ἂν ᾖ, φησὶ, λοίδορος καὶ λάλος καὶ μέθυσος; Πόσαι δέ εἰσιν ἐλεύθεραι τοιαῦται; Πάντα δὲ τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν τοὺς ἄνδρας προσέταξεν ὁ Θεός. Μόνον μὴ ἔστω, φησὶ, πόρνη ἡ γυνὴ, καὶ πάντα τὰ λοιπὰ φέρε ἐλαττώματα. Κἂν μέθυσος ᾖ, κἂν λοίδορος, κἂν λάλος, κἂν βάσκανος, κἂν πολυτελὴς, κἂν σπαθῶσα τὴν οὐσίαν, κοινωνὸν ἔχεις βίου· ῥυθμίζειν ἀνάγκην ἔχεις· διὰ τοῦτο κεφαλὴ εἶ σύ. Οὐκοῦν ῥύθμιζε, τὸ σαυτοῦ ποίει. Κἂν ἀδιόρθωτος μένῃ, κἂν κλέπτῃ, φύλαττε τὰ σά· μὴ ἐκείνην τοσοῦτον τιμωροῦ· ἂν λάλος ᾖ, ἐπιστόμιζε. Τοῦτο φιλοσοφίας ἐστὶ τῆς ἀνωτάτω. Νυνὶ δὲ εἰς τοσοῦτό τινες ἀτοπίας ἥκουσιν, ὡς ἀποκαλύπτειν τὴν κεφαλὴν, καὶ ἀπὸ τριχῶν σύρειν τὰς θεραπαινίδας.