# In epistulam ad Ephesios (homiliae 1-24) 3.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/3.1-14

Οὗτος μὲν οὖν τοιοῦτος· ὁ δὲ τῆς ψυχῆς φρικτὸς καὶ φοβερός. Οὐ γὰρ ἐὰν διαλυθῇ, καθάπερ τὸ σῶμα αὐτὴν παραπέμπει, ἀλλὰ καταδεθεῖσαν πάλιν ἀφθάρτῳ σώματι, εἰς τὸ πῦρ ἐμβιβάζει τὸ ἄσβεστον. Οὗτος τοίνυν ἐστὶν ὁ ψυχῆς θάνατος. Ὥσπερ οὖν ἐστι ψυχῆς θάνατος, οὕτω καὶ σφαγὴ ψυχῆς. Τί σώματος σφαγή; Τὸ νεκρωθῆναι, καὶ τῆς ἐνεργείας ἀποῤῥαγῆναι τῆς κατὰ ψυχήν. Τί ἐστι ψυχῆς σφαγή; Καὶ αὐτὸ νέκρωσις. Τί δὲ νέκρωσις ψυχῆς; Ὥσπερ γὰρ τὸ σῶμα τότε νεκροῦται, ὅταν ἔρημον αὐτὸ καταλίπῃ τῆς οἰκείας ἐνεργείας ἡ ψυχή· οὕτω καὶ ἡ ψυχὴ τότε νεκροῦται, ὅταν ἔρημον αὐτὴν καταλίπῃ τῆς οἰκείας ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον. Αὗται μάλιστα αἱ σφαγαὶ παρὰ τῷ βωμῷ τῆς πλεονεξίας εἰσίν· οὐ κορέννυνται, οὐδὲ ἵστανται μέχρι τοῦ αἵματος τῶν ἀνθρώπων, ἀλλ' ἂν μὴ καὶ τὴν ψυχὴν αὐτὴν καταθύσῃ, οὐκ ἐμπίπλαται ὁ τῆς πλεονεξίας βωμὸς, ἂν μὴ ἀμφοτέρων τὰς ψυχὰς δέξηται, τοῦ τε θύοντος, τοῦ τε θυομένου. Τὸν γὰρ θύοντα πρῶτον ἀνάγκη τυθῆναι, καὶ οὕτω θύει, καὶ ὁ νεκρὸς θύει τὸν τέως ζῶντα. Ὅταν γὰρ εἴπῃ βλάσφημα, ὅταν λοιδορῆται, ὅταν δυσχεραίνῃ, οὐχὶ αἱ πληγαὶ αὗται τῆς ψυχῆς εἰσιν ἀνίατοι; Εἶδες ὅτι οὐχ ὑπερβολῆς τὸ ῥῆμά ἐστι; Βούλει καὶ ἕτερον ἀκοῦσαι, καὶ μαθεῖν πῶς εἰδωλολατρεία ἡ πλεονεξία, καὶ χαλεπώτερον εἰδωλολατρείας; Οἱ εἰδωλολάτραι τοῖς τοῦ Θεοῦ κτίσμασι προσκυνοῦσι· Καὶ ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· σὺ δὲ τῷ κτίσματι τῷ σαυτοῦ προσκυνεῖς. Ὁ γὰρ Θεὸς πλεονεξίαν οὐκ ἐδημιούργησεν, ἀλλ' ἡ τῆς σῆς ἀπληστίας ἐπεξεῦρεν ἀμετρία. Καὶ θέα μανίαν καὶ γέλωτα. Οἱ τὰ εἴδωλα προσκυνοῦντες, καὶ τιμῶσιν αὐτὰ ἃ προςκυνοῦσι· κἂν εἴπῃ τις κακῶς, κἂν λοιδορήσηται, προΐστανται· σὺ δὲ καθάπερ ὑπό τινος μέθης πρᾶγμα προσκυνεῖς, ὃ οὐ μόνον κατηγορίας οὐκ ἀπήλλακται, ἀλλὰ καὶ ἀσεβείας ἐστὶ μεστόν. Ὥστε μᾶλλον αὐτῶν χείριστος εἶ· οὐ γὰρ ἂν ἔχοις ἀπολογίαν εἰπεῖν, ὅτι οὐ κακόν. Εἰ καὶ τὰ μάλιστα κἀκεῖνοί εἰσιν ἀναπολόγητοι, ἀλλὰ σὺ πολλῷ μᾶλλον μυριάκις πλεονεξίας κατηγορῶν, καὶ τοὺς θεραπεύοντας αὐτὴν καὶ δουλεύοντας καὶ πειθομένους ἅπαντας κακίζων. Εἰ δὲ βούλεσθε, ἐξετάσωμεν πόθεν ἐπεισῆλθεν ἡ εἰδωλολατρεία. Λέγει τις σοφὸς ἀνὴρ, ὅτι πλούσιός τις ἄνθρωπος ἀώρῳ πένθει τρυχόμενος υἱοῦ, καὶ παραμυθίαν οὐδεμίαν ἔχων τοῦ πένθους, ταύτῃ παραμυθούμενος τὸ πάθος, εἰκόνα ἄψυχον τοῦ τετελευτηκότος ποιήσας, καὶ διὰ παντὸς εἰς αὐτὴν ἐνορῶν, ἐδόκει τὸν ἀπελθόντα ἔχειν διὰ τῆς εἰκόνος. Κόλακες δέ τινες ἄνθρωποι, ὧν ὁ Θεὸς ἡ κοιλία, θεραπεύοντες εἰς τὴν ἐκείνου τιμὴν τὴν εἰκόνα, τὸ ἔθος εἰς εἰδωλολατρείαν προήγαγον. Οὐκοῦν ἀπὸ ἀσθενείας ἐπεισήχθη ψυχῆς, ἀπὸ συνηθείας ἀλόγου, ἀπὸ ἀμετρίας. Ἡ δὲ πλεονεξία οὐχ οὕτως· ἀπὸ ἀσθενοῦς μὲν γὰρ καὶ αὕτη ψυχῆς, πλὴν ἀλλ' ἀπὸ χείρονος· οὐκ ἀπέβαλέ τις υἱὸν, οὐδὲ πένθους παραμυθίαν ζητῶν, οὐδὲ ὑπὸ κολάκων ἐξελκόμενος· ἀλλὰ πῶς; Ἐγὼ πρὸς ὑμᾶς ἐρῶ. Ὁ Κάϊν τὸν Θεὸν ἐπλεονέκτησεν· ἃ γὰρ ἐκείνῳ δοθῆναι ἐχρῆν, παρ' ἑαυτῷ κατασχὼν, ἅπερ αὐτὸν ἔχειν ἔδει, ταῦτα ἐκείνῳ προσήνεγκε, καὶ τὸ κακὸν ἀπὸ τοῦ Θεοῦ ἤρξατο. Εἰ γὰρ ἡμεῖς τοῦ Θεοῦ ἐσμεν, πολλῷ μᾶλλον τὰ πρωτεῖα τῶν κτημάτων τῶν ἡμετέρων. Πάλιν εἰς γυναῖκας ἀπὸ πλεονεξίας ἡ ὁρμὴ γέγονεν· Εἶδον τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐξεκυλίσθησαν πρὸς τὴν ἐπιθυμίαν· ἀπὸ τούτων πάλιν εἰς χρήματα. Τὸ γὰρ πλέον ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτικοῖς, οὐδαμόθεν ἄλλοθεν γίνεται, ἀλλ' ἢ ἐκ τοῦ ψυγῆναι τὴν ἀγάπην· τὸ πλέον ἔχειν θέλειν οὐκ ἀλλαχόθεν γίνεται, ἀλλ' ἢ ἐξ ἀπονοίας καὶ μισανθρωπίας καὶ ὑπεροψίας. Οὐχ ὁρᾷς τὴν γῆν ὅση ἐστί; πῶς πολλῷ μείζων τῆς χρείας ἐστὶν ὁ ἀὴρ, ὁ οὐρανός; Ἵνα γάρ σου τὴν πλεονεξίαν σβέσῃ ὁ Θεὸς, εἰς τοσοῦτον μέτρον τὰ κτίσματα ἐξήγαγε· σὺ δὲ ἁρπάζεις καὶ οὕτω, καὶ ἀκούεις ὅτι εἰδωλολατρεία ἡ πλεονεξία, καὶ οὐδὲ οὕτω φρίττεις; Κληρονομῆσαι τὴν γῆν θέλεις; Ἀλλ' οὐκ ἔχεις ἐν τῷ οὐρανῷ κληρονομίαν, ἵνα σαυτὸν ἀποστερήσῃς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
