Ancient Greek
Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 3.1-15
Not analysed yet
Καὶ ταῦτα οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἀλλ' αὐτοῦ τοῦ φιλοῦντος ἡμᾶς Χριστοῦ. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Τίς ἐξ ὑμῶν ἐστιν ἄνθρωπος, ὃς, ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ πάλιν ἄκουε καὶ ἑτέρωθι λέγοντος· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὑτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος. Εἰ γὰρ μὴ φιλεῖ, τίνος ἕνεκεν ἡμᾶς ἐποίησε; μὴ γὰρ ἀνάγκην εἶχε; μὴ γὰρ χρείαν αὐτῷ καὶ διακονίαν πληροῦμεν; μὴ γὰρ δεῖταί τινος τῶν παρ' ἡμῶν; Ἄκουε τοῦ Προφήτου λέγοντος· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ἀλλ' οἱ ἀγνώμονες καὶ ἀναίσθητοι, Τοῦτο, φασὶν, ἀγαθότητος Θεοῦ, τὸ ἰσοτιμίαν εἶναι παρὰ πᾶσιν; Εἰπέ μοι, ἀγνῶμον ἄνθρωπε, ποῖα λέγεις μὴ εἶναι ἀγαθότητος Θεοῦ, καὶ τίνα λέγεις ἰσοτιμίαν; Ὁ δεῖνα, φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος μαίνεται καὶ δαιμονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας ἐλάσας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐν νόσοις χαλεπωτάταις· ταῦτα προνοίας ἐστὶν ἔργα; Ὁ μέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, χρημάτων ἀπολαύει, καὶ πόρνας τρέφει καὶ παρασίτους, καὶ λαμπρὰν οἰκίαν κέκτηται, καὶ βίον ἀπράγμονα ζῇ. Καὶ πολλὰ τοιαῦτα συνείρουσι, μακρὸν ὑφαίνοντες κατηγορίας λόγον κατὰ τῆς τοῦ Θεοῦ προνοίας. Τί οὖν; ἀπρονόητά ἐστι; τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Εἰ μὲν Ἕλληνες εἶεν, καὶ λέγοιεν ἡμῖν ὑπό τινος τὸν κόσμον διοικεῖσθαι, πάλιν καὶ ἡμεῖς τὰ αὐτὰ ἐροῦμεν πρὸς αὐτούς· Τί οὖν, ἀπρονόητά ἐστιν; οὐκοῦν πῶς ὑμεῖς σέβεσθε θεοὺς, καὶ προσκυνεῖτε δαίμονας καὶ ἥρωας; εἰ γὰρ πρόνοιά ἐστιν, ἐφέστηκέ τις τοῖς πᾶσιν. Εἰ δέ τινες εἶεν ἀποδυσπετοῦντες, ἢ Χριστιανοὶ ἢ καὶ Ἕλληνες, καὶ παρασαλευόμενοι, τί πρὸς αὐτοὺς ἐροῦμεν; Τοσαῦτα δὲ, εἰπέ μοι, ἀπὸ ταυτομάτου γένοιτο ἂν ἀγαθά; τὸ φῶς τὸ καθημερινὸν, ἡ εὐταξία ἡ ἐν τοῖς οὖσι, τῶν ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡμερῶν δρόμος, ἡ τῆς φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν ἀνθρώποις; Τίς, εἰπέ μοι, ὁ ταῦτα διοικῶν; Εἰ μηδεὶς ἐφεστὼς ἦν, ἀλλ' ἀπὸ ταυτομάτου πάντα συνειστήκει, τίς τὴν καμάραν ταύτην τὴν οὕτω καλὴν, τὴν οὕτω μεγάλην, τὸν οὐρανὸν λέγω, περιδινήσας ἐπὶ τῆς γῆς ἔστησεν, ἢ καὶ ἐπὶ ὑδάτων; τίς ὁ τοὺς καιροὺς τοὺς καρποφόρους διδούς; τίς τοσαύτην ἔθετο ἐν σπέρμασι καὶ φυτοῖς δύναμιν; τὸ γὰρ ἀπὸ ταυτομάτου ἄτακτον πάντως· τὸ δὲ εὔτακτον μετὰ τέχνης γίνεται. Τί γὰρ, εἰπέ μοι, τῶν παρ' ἡμῖν τῶν ἀπὸ ταυτομάτου οὐ πολλῆς γέμει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς; Καὶ οὐ λέγω ἀπὸ ταυτομάτου, ἀλλὰ μετά τινος ποιοῦντος, ἀτέχνως δὲ ποιοῦντος. Οἷον, ἔστω ξύλα καὶ λίθοι, ἔστω δὲ καὶ ἄσβεστος· καὶ λαβὼν ἄνθρωπος οἰκοδομίας ἄπειρος οἰκοδομείτω καὶ ἐνεργείτω· ἆρα οὐ πάντα ἂν ἀπώλεσε καὶ διέφθειρε; Πάλιν, ἔστω πλοῖον κυβερνήτου χωρὶς, πάντα ἔχον ἅπερ ἔχειν δεῖ πλοῖον ἄνευ τεχνίτου, οὐ λέγω ἀκατασκεύαστον, ἀλλὰ κατασκευασθέν· μὴ πλεῦσαι δυνήσεται; καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος ἑστῶσα, ἄνευ τινὸς συγκρατούσης δυνάμεως ἠδύνατο, εἰπέ μοι, οὕτω παγίως ἐπὶ χρόνον στῆναι τοσοῦτον; καὶ ταῦτα λόγον ἂν ἔχοι; καὶ οὐ μυριάκις γέλωτος ἄξιον τὸ ταῦτα ἐννοεῖν; Καὶ εἰ μὲν βαστάζοι καὶ τὸν οὐρανὸν, ἰδοὺ καὶ ἕτερον ἄχθος· εἰ δὲ καὶ οὐρανὸς ἐν ὕδατι φέροιτο, πάλιν ἕτερον ζήτημα. Ἀλλὰ πᾶν τῆς προνοίας ἔργον. Τὰ γὰρ ἐπὶ τῶν ὑδάτων φερόμενα οὐ κυρτοῦσθαι δεῖ, ἀλλὰ κοιλαίνεσθαι. Τί δήποτε; Ὅτι τοῦ μὲν κοίλου τὸ σῶμα ὅλον βαπτίζεται ἐπὶ τῶν ὑδάτων, καθάπερ ἐπὶ τοῦ πλοίου· τοῦ δὲ κεκυρτωμένου τὸ μὲν σῶμα ὅλον ἐστὶν ἄνωθεν, τὰ δὲ ἄκρα ἐπίκειται μόνον. Οὐκοῦν αὐτῷ δεῖ σώματος ἀντιτύπου καὶ σκληροῦ καὶ στέγειν δυναμένου, ὥστε φέρειν τὸ ἐπικείμενον ἄχθος. Ἀλλ' ἀὴρ φέρει τὸν οὐρανόν; Ἀλλ' οὗτος πολλῷ τοῦ ὕδατος μαλακώτερος καὶ χαυνότερος καὶ οὐδὲν στέγειν δυνάμενος, οὐδὲ τῶν λεπτοτάτων, μήτι γε ὄγκον τοσοῦτον. Ὅλως δὲ εἰ βουλοίμεθα τῆς προνοίας τὸν λόγον ἐπεξιέναι, καὶ καθολικῶς, καὶ κατακερματίζοντες, ὅλος ὁ αἰὼν ἡμᾶς ἐλλείψει. Ἐρήσομαι γὰρ τὸν ἐκεῖνα ζητοῦντα νῦν· Ταῦτα προνοίας ἐστὶν, ἢ ἀπρονοησίας; Κἂν εἴποι, ὅτι Οὐκ ἔστι προνοίας, καὶ πάλιν ἐρήσομαι· Πῶς οὖν γέγονεν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τινὰ εἰπεῖν. Οὐκοῦν πολλῷ μᾶλλον περὶ τῶν ἀνθρωπίνων πραγμάτων ζητεῖν οὐκ ὀφείλεις, οὐδὲ περιεργάζεσθαι. Τί δήποτε; Ὅτι τούτων πάντων ἄνθρωπος τιμιώτερος, καὶ ταῦτα δι' ἐκεῖνον γέγονεν, οὐκ ἐκεῖνος διὰ ταῦτα.