# In epistulam ad Ephesios (homiliae 1-24) 3.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/3.1-8

Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος πάλιν φιλονείκου. Οὐχὶ θεὸς, φησὶν, ᾧ πρὸς τοσαῦτα κεχρήμεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁμοίως. Ὄντως, Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τὴν διάνοιαν. Ἀλλὰ περὶ βίου ταῦτά φησι νῦν· Πορνεύουσι καὶ μοιχεύουσιν Ἕλληνες. Εἰκότως· οἱ γὰρ τοιούτους ὑπογράφοντες ἑαυτοῖς θεοὺς, πάντα ἀκολούθως ἐργάζονται· κἂν τοὺς τῶν ἀνθρώπων δυνηθῶσι λαθεῖν ὀφθαλμοὺς, οὐδεὶς ὁ καθέξων αὐτούς. Τί γὰρ δυνήσεται ὁ περὶ ἀναστάσεως λόγος, μῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα μῦθοι· καὶ θέα τὴν σατανικὴν ἔννοιαν. Ὅταν μὲν λέγωσιν αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι μύθους, ἀλλὰ πείθονται· ὅταν δὲ περὶ κολάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις. Ἀλλ' οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεμνὸν πάντως, καὶ τούτων κρεῖττον. Πῶς; οἱ τὴν εἱμαρμένην ἐπεισάγοντες, καὶ ἀπρονόητα εἶναι λέγοντες τὰ πάντα, καὶ μηδενὶ μέλειν μηδενὸς, ἀλλ' ἐξ ἀτόμων συνεστάναι; ἀλλ' ἕτεροι οἱ σῶμα τὸν Θεὸν εἰπόντες; Ἀλλὰ τίνες, εἰπέ μοι; οἱ τὰς ἀνθρωπίνας ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους πείθοντες, ὅτι καὶ κύων ἐγένετό ποτέ τις, καὶ λέων καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισμένοι τῇ διανοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέγουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογμάτων καὶ τὰ περὶ βίου. Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων, ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόμισεν αὐτόματον· ὑπὸ φραγμοῦ πάλιν κατασχεθεὶς, ἐνόμισεν ἄνθρωπόν τινα ἢ δαίμονα κατέχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φόβον, οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν. Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται· οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία (ὡς καί τις τῶν παρ' αὐτοῖς εἶπεν· Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα· ἃ δέ ἐστιν ὄντως ἁμαρτήματα, παιδεραστία, μοιχεία, πορνεία, τούτων οὐδὲ λόγον ἔχουσιν. Ἀλλ' ἴδοις ἂν αὐτὸν ἀπὸ μὲν νεκροῦ λουόμενον, ἀπὸ δὲ νεκρῶν ἔργων, οὐκέτι· καὶ χρημάτων μὲν ἕνεκεν πολλὴν ποιούμενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι τὸ πᾶν διαλελύσθαι νομίζοντα· οὕτως ἐσκοτισμένοι εἰσὶ τῇ διανοίᾳ. Πολλῶν δειμάτων αὐτοῖς ἡ ψυχὴ μεστή, οἷον, Ὁ δεῖνά μοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς οἰκίας· πάντως μυρία δεῖ κακὰ συμπεσεῖν. Νῦν ὁ οἰκέτης ὁ μιαρὸς τὰ ὑποδήματα ἐπιδιδοὺς, πρῶτον ὤρεξε τὸ ἀριστερόν· συμφοραὶ δειναὶ, καὶ ὕβρεις. Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔβην ποδί· καὶ τοῦτο συμφορῶν σημεῖον. Καὶ ταῦτα μὲν περὶ τὴν οἰκίαν τὰ κακά· ἔξω δὲ ἐξελθόντι ὁ ὀφθαλμός μοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ· δακρύων τοῦτο τεκμήριον. Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστόποδι προσαρασσόμενοι κροτῶσιν οἱ κάλαμοι, ἢ ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σημεῖον καὶ τοῦτο ποιοῦνται. Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαμοι ὑπὸ τῆς ἐντόνου πληγῆς κροτῶσι προσαρασσόμενοι τῷ ἱστόποδι, σημεῖον καὶ τοῦτο ποιοῦνται· καὶ μυρία ἕτερα γέλωτος ἄξια. Κἂν ὄνος ἀνακράξῃ, κἂν ἀλεκτρυὼν, κἂν πτάρῃ τις, κἂν ὁτιοῦν συμβῇ, καθάπερ μυρίοις δεδεμένοι δεσμοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳ κατεχόμενοι, πάντα ὑποπτεύουσι, καὶ μυρίων εἰσὶν ἀνδραπόδων δουλικώτεροι. Ἀλλὰ μὴ καὶ ἡμεῖς· ἀλλὰ πάντων τούτων καταγελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν οὐρανῷ πολιτευόμενοι, καὶ πρὸς τὴν γῆν οὐδὲν ἔχοντες κοινὸν, ἓν μόνον ἡγώμεθα εἶναι φοβερὸν τὴν ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ. Τούτου δὲ οὐκ ὄντος, πάντων καταγελάσωμεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος διαβόλου. Ὑπὲρ δὴ τούτων εὐχαριστῶμεν τῷ Θεῷ· σπουδάσωμεν, μηδέποτε μήτε αὐτοὶ ταύτῃ ἁλῶναι τῇ δουλείᾳ, καὶ εἴ τις ἡμῖν τῶν φίλων ἑάλωκε, διαῤῥήξωμεν αὐτοῦ τὰ δεσμὰ, ἀποδύσωμεν αὐτὸν τῆς χαλεπωτάτης καὶ καταγελάστου ταύτης εἱρκτῆς, εὔλυτον αὐτὸν ἐργασώμεθα πρὸς τὸν δρόμον τὸν εἰς τὸν οὐρανὸν, τὰ πτερὰ βαρούμενα ἀνορθώσωμεν, καὶ βίου καὶ δόγματος ἕνεκεν διδάσκωμεν φιλοσοφεῖν. Εὐχαριστῶμεν τῷ Θεῷ πάντων ἕνεκεν· παρακαλῶμεν αὐτὸν, μὴ ἀναξίους ἡμᾶς ἀποφανῆναι τῆς παρασχεθείσης δωρεᾶς· καὶ αὐτοὶ μετὰ τούτων σπουδάζωμεν τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, ἵνα μὴ μόνον λέγοντες, ἀλλὰ καὶ ποιοῦντες διδάσκωμεν. Οὕτω γὰρ δυνησόμεθα τῶν μυρίων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
