# In epistulam ad Ephesios (homiliae 1-24) 3.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/3.1-9

Ἡμῶν τοίνυν ἐστὶ μὴ ἀποδύσασθαι τὸ τῆς δικαιοσύνης ἱμάτιον, ὃ καὶ ὁ Προφήτης ἱμάτιον σωτηρίου καλεῖ, ἵνα τῷ Θεῷ ὁμοιωθῶμεν· καὶ γὰρ αὐτὸς δικαιοσύνην ἐνδέδυται. Τοῦτο ἐνδυσώμεθα τὸ ἱμάτιον. Τὸ δὲ, ἐνδύσασθαι, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ μηδέποτε ἀποθέσθαι. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ ἥξει αὐτῷ. Καὶ πάλιν, Ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον. Καὶ πάλιν ἡμῖν ἔθος λέγειν ἐπὶ τῶν ἀνθρώπων· Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο. Ὥστε οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ διαπαντὸς ἡμᾶς βούλεται εἶναι ἐν ἀρετῇ, καὶ μηδέποτε γυμνοὺς εἶναι τοῦ ἱματίου τούτου. Οὐ γὰρ οὕτως ἄνθρωπος ἀσχημονεῖ γυμνὸς ὢν τὸ σῶμα, ὡς γυμνὸς ὢν τὴν ἀρετήν. Ἐνταῦθα αὐτὸν οἱ ὁμόδουλοι βλέπουσιν ἀσχημονοῦντα, ἐκεῖ δὲ ὁ Δεσπότης καὶ οἱ ἄγγελοι. Ἂν οὖν τινα ἴδῃς, εἰπέ μοι, γυμνὸν διὰ τῆς ἀγορᾶς προϊόντα, οὐχὶ ἀλγεῖς; Ὅταν οὖν σὺ γυμνὸς τοῦ ἱματίου τούτου τρέχῃς, τί ἐροῦμεν; Οὐχ ὁρᾷς τούτους τοὺς προσαιτοῦντας, οὓς λώταγας ἡμῖν ἔθος καλεῖν, πῶς περιίασι, πῶς καὶ αὐτοὺς ἐλεοῦμεν; Ἀλλ' ὅμως τούτοις οὐδὲ συγγνώμη τίς ἐστιν· οὐδὲ γὰρ συγγινώσκομεν αὐτοῖς, ὅταν κυβεύοντες ἑαυτῶν τὰ ἱμάτια ἀπολλύωσι. Πῶς οὖν ἡμῖν ὁ Θεὸς συγγνώσεται τὸ ἱμάτιον τοῦτο ἀπολέσασιν; Ὅταν γὰρ ὁ διάβολος ἴδῃ γυμνὸν ἀρετῆς τινα, εὐθέως καὶ ἀσβολοῖ καὶ ἀμαυροῖ τὸ πρόσωπον, καὶ τιτρώσκει, καὶ ἀναγκάζει μεγάλα. Γυμνοὶ γενώμεθα χρημάτων, ἵνα μὴ γυμνωθῶμεν ἀπὸ δικαιοσύνης· ἡ τῶν χρημάτων περιβολὴ τοῦτο λυμαίνεται τὸ ἱμάτιον· ἀκανθῶν ἐστι περιβολή. Τοιαῦταί εἰσιν αἱ ἄκανθαι, καὶ ὅσῳ ἂν πλείονας περιβαλώμεθα, τοσούτῳ μᾶλλον γυμνούμεθα. Ἡ ἀσέλγεια γυμνοῖ τοῦ ἱματίου τούτου· πῦρ γάρ ἐστι, τὸ δὲ πῦρ ἀναλωτικὸν τοῦ ἱματίου τούτου. Σής ἐστιν ὁ πλοῦτος· καθάπερ ὁ σὴς πάντα διατρώγει καὶ οὐδὲ τῶν σηρικῶν φείδεται, οὕτω καὶ οὗτος. Πάντα τοίνυν ταῦτα ἀποθώμεθα, ἵνα γενώμεθα δίκαιοι, ἵνα ἐνδυσώμεθα τὸν καινὸν ἄνθρωπον. Μηδὲν παλαιὸν, μηδὲν φαινόμενον, μηδὲν φθειρόμενον κατέχωμεν. Οὐκ ἔστιν ἡ ἀρετὴ ἐπίπονος, οὐκ ἔστι δυσκατόρθωτος. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς ὄρεσιν; ἐκεῖνοι καὶ οἰκίας ἀφιᾶσι καὶ γυναῖκας καὶ παῖδας καὶ προστασίαν ἅπασαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσμου ποιησάμενοι, σάκκον περιθέμενοι, σποδὸν ὑποστρωσάμενοι, κλοιὰ τῶν τραχήλων ἐξαρτήσαντες, ἐν οἰκίσκῳ μικρῷ κατακλείσαντες ἑαυτοὺς, οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ καὶ νηστείαις καὶ λιμῷ διηνεκεῖ κατατείνουσιν ἑαυτούς. Εἰ τοιαῦτα ἐπέταττον νῦν ἐγὼ, οὐκ ἂν ἅπαντες ἀπεπηδήσατε; οὐκ ἂν εἴπατε τὸ πρᾶγμα φορτικόν; Οὐδὲ τοιοῦτόν φημι δεῖν ποιεῖν· βούλομαι μὲν γὰρ, πλὴν οὐ νομοθετῶ. Ἀλλὰ τί; Καὶ λουτροῖς κέχρησο, καὶ τὸ σῶμα θεράπευε, καὶ εἰς ἀγορὰν ἔμβαλλε, καὶ οἰκίαν ἔχε, καὶ διακόνοις διακονοῦ, καὶ χρῶ σιτίοις καὶ ποτοῖς· πανταχοῦ τὴν πλεονεξίαν ἔκβαλλε. Ἐκείνη γάρ ἐστιν ἡ τὴν ἁμαρτίαν ποιοῦσα, καὶ τὸ αὐτὸ πρᾶγμα πλεονάζον ἁμαρτία γέγονεν. Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ πλεονεξία, ἢ ἁμαρτία. Καὶ ὅρα· Ὁ θυμὸς ὅταν πλέον τοῦ δέοντος κινηθῇ, τότε ἐκπηδῶν λοιδορεῖται, τότε ἀδίκως πάντα ποιεῖ· ὁ τῶν σωμάτων ἔρως, ὁ τῶν χρημάτων, ὁ τῆς δόξης, ὁ τῶν ἄλλων ἁπάντων. Καὶ μή μοι εἴπῃς, ὅτι ἐκεῖνοι ἠδυνήθησαν· πολλοὶ γὰρ πολλῷ ἀσθενέστεροί σου καὶ πλουσιώτεροι καὶ τρυφερώτεροι τὸν σκληρὸν ἐκεῖνον καὶ τραχὺν ἀνεδέξαντο βίον. Καὶ τί λέγω ἄνδρας; κόραι εἰκοστὸν ἔτος οὔπω γενόμεναι, ἐν θαλάμοις καὶ ἐν σκιατροφίᾳ τὸν ἅπαντα διατελέσασαι χρόνον, [ἐν] θαλάμοις μύρων γέμουσαι καὶ θυμιαμάτων, ἐπὶ στρωμνῆς ἁπαλῆς κατακείμεναι, ἁπαλαὶ καὶ αὐταὶ τὴν φύσιν, καὶ τῇ πολλῇ θεραπείᾳ μαλακώτεραι γινόμεναι, διὰ τῆς ἡμέρας πάσης οὐδὲν ἕτερον ἔργον ἔχουσαι, ἢ τὸ καλλωπίζεσθαι καὶ χρυσοφορεῖν καὶ τρυφῆς ἀπολαύειν πολλῆς, οὐδὲ ἑαυταῖς διακονούμεναι, ἀλλὰ πολλὰς ἔχουσαι τὰς θεραπαινίδας τὰς παρεστηκυίας, ἱμάτια ἔχουσαι μαλακὰ τοῦ σώματος μαλακώτερα, λεπτὰς ὀθόνας καὶ τρυφερὰς, ἐν ῥόδοις καὶ ταῖς τοιαύταις εὐωδίαις διηνεκῶς ἀσχολούμεναι· αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκείνην ἀποδυσάμεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόμεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ μαλακὰ ἐκεῖνα ἀποδυσάμεναι, εἰς μέσους ἐνέβησαν τοὺς ἀγῶνας. Καὶ ἴσως μὲν ἄπιστα δόξω ἐρεῖν, πλὴν ἀλλ' ἀληθῆ. Ταύτας δὴ τὰς οὕτως ἁπαλὰς κόρας ἤκουσα ἐγὼ, ὅτι εἰς τοσαύτην σκληραγωγίαν ἑαυτὰς ἤγαγον, ὡς τὰ τραχύτερα τῶν τριχίνων περιθέσθαι ἑαυτῶν τοῖς σώμασι γεγυμνωμένοις, καὶ ἀνυποδήτους εἶναι τὰς ἁπαλὰς πτέρνας ἐκείνας, καὶ ἐπὶ στιβάδος κατακεῖσθαι· μᾶλλον δὲ τὸ πλέον ἐγρηγορέναι τῆς νυκτὸς, καὶ οὔτε μύρου, οὔτε ἄλλου τινὸς τῶν παλαιῶν πρόνοιαν ποιεῖσθαι, ἀλλὰ καὶ τὴν οὕτω θεραπευομένην κεφαλὴν ἀτημέλητον ἔχειν, ἁπλῶς καὶ εἰκῆ τὰς τρίχας ἐνδεδεμένην, ὥστε μὴ εἰς ἀσχημοσύνην ἐμπεσεῖν. Τράπεζα δὲ αὐταῖς ἐστιν ἑσπερινὴ μόνη, τράπεζα οὐδὲ λαχάνου οὐδὲ ἄρτου, ἀλλὰ σεμίδαλις καὶ κύαμος καὶ ἐρέβινθος, καὶ ἐλαία καὶ σῦκα· καὶ ταλασιουργία διηνεκὴς καὶ τῶν οἴκοι θεραπαινίδων ἔργα πολλῷ χαλεπώτερα. Τί γάρ; τὰς καμνούσας τὸ σῶμα θεραπεύειν ἀνεδέξαντο, τὰς κλίνας βαστάζουσαι, τοὺς πόδας νίπτουσαι· πολλαὶ δὲ αὐτῶν καὶ μαγειρεύουσι. Τοσαῦτα δύναται τοῦ Χριστοῦ τὸ πῦρ· οὕτω καὶ φύσεως ἀνώτερον ἡ προθυμία. Πλὴν ἀλλ' οὐδὲν τοιοῦτον ἐγὼ ὑμᾶς ἀπαιτῶ, ἐπειδὴ βούλεσθε παρελαύνεσθαι παρὰ γυναικῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
