# In epistulam ad Ephesios (homiliae 1-24) 4.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/4.1-11

Εἰ τοίνυν τὴν ἐπὶ τῆς προνοίας αὐτοῦ μόνον σοφίαν καὶ τὴν οἰκονομίαν οὐκ οἶδας, πῶς δυνήσῃ τοὺς λόγους εἰδέναι τοὺς κατ' αὐτόν; Εἰπὲ δή μοι, τί δήποτε οὕτω μικρὸν αὐτὸν εἰργάσατο, καὶ τοσοῦτον ἀπέχοντα τοῦ ὕψους τοῦ οὐρανοῦ, ὡς καὶ ἀμφιβάλλειν περὶ τῶν ἄνω φαινομένων; τίνος δὲ ἕνεκεν τὰ βόρεια ἀοίκητά ἐστι, καὶ τὰ νότια; Εἰπὲ δή μοι, διὰ τί γέγονεν ἡ νὺξ χειμῶνος μὲν μακροτέρα, θέρους δὲ ἐλάττων; διὰ τί ψῦχος τοσοῦτον, διὰ τί καῦμα, διὰ τί σῶμα θνητόν; Καὶ μυρία σε ἕτερα ἐρωτῶ, καὶ ἐὰν θέλῃς, οὐ παύσομαί σε ἐρωτῶν, καὶ ἐν ἅπασί μοι διαπορήσεις. Ὥστε τοῦτο μάλιστα προνοίας ἐστὶ, τὸ τοὺς λόγους ἡμῖν ἀποῤῥήτους εἶναι. Ἦ γὰρ ἂν καὶ ἄνθρωπον αἴτιόν τις ἐνόμισε τοῦ παντὸς, εἰ μὴ τοῦτο ἡμῶν κατέστελλε τὴν διάνοιαν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πένης, καὶ κακὸν ἡ πενία. Τί δὲ ἡ νόσος, τί δὲ ἡ πήρωσις; Οὐδέν ἐστι ταῦτα, ἄνθρωπε· ἓν μόνον ἐστὶ κακὸν, τὸ ἁμαρτάνειν, καὶ τοῦτο μόνον ἐξετάζειν ὀφείλομεν. Ἀλλ' ἀφέντες τῶν ὄντως κακῶν τὰς αἰτίας ἐρευνᾷν, ἕτερα πολυπραγμονοῦμεν. Διὰ τί μηδεὶς ἡμῶν μηδέποτε ἐξετάζει, διὰ τί ἥμαρτεν; ἆρα ἐν ἐμοὶ τὸ ἁμαρτάνειν; ἆρα οὐκ ἐν ἐμοί; Καὶ τί με δεῖ πολλοὺς περιιέναι λόγους; ἐν ἐμαυτῷ τὸ πρᾶγμα ζητήσω· ἆρα ἐκράτησά ποτε θυμοῦ; ἆρα ἐκράτησά ποτε ὀργῆς, ἢ δι' αἰσχύνην, ἢ διὰ φόβον ἀνθρώπινον; Εἶτα ἐπειδὰν εὕρω τοῦτο γινόμενον, εὑρήσω ὅτι ἐν ἐμοὶ τὸ ἁμαρτάνειν. Οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ, ἀλλὰ ἁπλῶς, κατὰ τὸν Ἰὼβ, Βροτὸς δὲ ἄλλως νήχεται λόγοις. Τί γάρ σοι τοῦτο μέλει, εἰ ὁ δεῖνα τυφλὸς, καὶ ὁ δεῖνα πένης; Οὐ τοῦτο ἐπέταξέ σοι ὁ Θεὸς σκοπεῖν, ἀλλὰ τί δήποτε σὺ πράττεις; Εἰ μὲν γὰρ ἀμφιβάλλεις, ὅτι ἐφέστηκέ τις τῷ κόσμῳ δύναμις, πάντων ἀνοητότερος εἶ· εἰ δὲ πέπεισαι περὶ τούτου, τί ἀμφιβάλλεις, ὅτι ἀρέσαι δεῖ τῷ Θεῷ; Πάντοτε, φησὶ, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες τῷ Θεῷ. Ἄπελθε εἰς ἰατρεῖον, καὶ ὄψει, ὅταν εὑρεθῇ τις τραῦμα ἔχων, ἐκεῖνον αὐτὸν τέμνοντα καὶ καίοντα. Ἐπὶ δὲ σοῦ οὐ τοῦτο λέγω, ἀλλὰ ἄπελθε εἰς τεκτονεῖον· καὶ οὐκ ἐξετάζεις τὸν λόγον, καίτοι γε οὐδὲν οἶδας τῶν γινομένων ἐκεῖ· καὶ πολλὰ ἄπορα εἶναί σοι δοκεῖ· οἷον, ὅταν τορνεύῃ τὸ ξύλον, ὅταν μετασχηματίζῃ. Μᾶλλον δὲ εἰς εὐπορωτέραν σε τέχνην ἂν ἀγάγω, οἷον τὴν τῶν ζωγράφων, καὶ ἐκεῖ ἰλιγγιάσεις. Εἰπὲ γάρ μοι, οὐχὶ ἁπλῶς σοι δοκεῖ ποιεῖν, ἃ ποιεῖ; τί γὰρ αὐτῷ βούλονται αἱ γραμμαὶ, καὶ αἱ περιαγωγαὶ τῶν γραμμῶν; Ἀλλ' ἂν ἐπιθῇ τὰ χρώματα, τότε σοι φανεῖται ἡ τέχνη καλὴ, καὶ ὅμως οὐδὲ οὕτως ἀκριβῶς οὐδὲν δυνήσῃ καταμαθεῖν. Τί δὲ ἐπὶ τεκτόνων λέγω καὶ ζωγράφων καὶ τῶν ὁμοδούλων; Ἡ μέλιττα πῶς ἐργάζεται τοὺς σίμβλους, εἰπέ μοι, καὶ τότε καὶ περὶ Θεοῦ ἐρεῖς. Τῶν μυρμήκων τὴν ἐργασίαν κατάμαθε, τοῦ ἀράχνου, τῆς χελιδόνος, καὶ τότε ἐρεῖς, καὶ περὶ Θεοῦ. Ἂν ᾖς σοφὸς, εἰπέ μοι ταῦτα· ἀλλ' οὐκ ἂν ἔχοις. Οὐ παύσῃ οὖν, ἄνθρωπε, τὰ περιττὰ ζητῶν; περιττὰ γὰρ ὄντως ταῦτα· οὐ παύσῃ εἰκῆ πολυπραγμονῶν; Οὐδὲν τῆς ἀμαθίας ταύτης σοφώτερόν ἐστιν, ἐν οἷς οἱ μὲν ἐπαγγελλόμενοι μηδὲν εἰδέναι, σοφώτατοι πάντων εἰσὶν, οἱ δὲ περιεργαζόμενοι, ἀνοητότεροι τῶν πάντων εἰσίν. Ὥστε οὐ πανταχοῦ τὸ ἐπαγγέλλεσθαι εἰδέναι, σοφίας, ἀλλ' ἔστιν ὅπου καὶ μωρίας ἐστίν. Εἰπὲ γάρ μοι, εἰ δύο τινῶν ἀνθρώπων ὄντων ὁ μὲν ἐπαγγέλλοιτο τὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀέρα διατρέχοντα μετρεῖν, σχοίνους ἐκτείνας, ὁ δὲ καταγελῶν καὶ μὴ εἰδέναι φαίη, τίνα γελασόμεθα, εἰπέ μοι; τὸν εἰδέναι λέγοντα, ἢ τὸν ἀγνοοῦντα; Δηλονότι τὸν λέγοντα εἰδέναι. Οὐκοῦν ὁ ἀγνοῶν τοῦ ὑποσχομένου εἰδέναι σοφώτερος. Τί δὲ, εἴ τις ἐπαγγέλλοιτο λέγειν ὅσους ἔχει κυάθους ἡ θάλασσα, ἕτερος δὲ ἀγνοεῖν, οὐ πάλιν ἡ ἄγνοια τῆς εἰδήσεώς ἐστι σοφωτέρα; Σφόδρα γε. Τί δήποτε; Ἐπειδὴ κἀκείνη ἄγνοιά ἐστιν ἐπιτεταμένη. Ὁ μὲν γὰρ λέγων ἀγνοεῖν, οἶδέ τι μέρος. Ποῖον δὴ τοῦτο; Ὅτι ἀκατάληπτον ἀνθρώπῳ· καὶ γὰρ οὐ μικρὸν τοῦτο. Ὁ δὲ λέγων εἰδέναι, ἐκεῖνος μάλιστα οὐκ οἶδεν ὃ λέγει εἰδέναι, καὶ διὰ τοῦτο αὐτό ἐστι καταγέλαστος. Οἴμοι, πόσοις παιδευόμεθα τὴν πολυπραγμοσύνην τὴν ἄκαιρον, καὶ τὴν περιεργίαν χαλινοῦν, καὶ οὐκ ἀνεχόμεθα, ἀλλὰ τοὺς ἑτέρων περιεργαζόμεθα βίους, διὰ τί ὁ δεῖνα πηρὸς, διὰ τί πένης ὁ δεῖνα; Οὐκοῦν τῷ λόγῳ τούτῳ καὶ εἰς ἕτερον ἐκπεσούμεθα λῆρον, διὰ τί ἡ δεῖνα γυνὴ, καὶ μὴ πάντες ἄνδρες, διὰ τί ὄνος, διὰ τί βοῦς, διὰ τί κύων, διὰ τί λύκος; διὰ τί λίθος, διὰ τί ξύλα; καὶ εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Διά τοι τοῦτο ὁ Θεὸς μέτρα τῆς γνώσεως ἡμῖν ἀφώρισε, καὶ ἐν τῇ φύσει κατεβάλετο. Καὶ θέα μοι τὴν πολυπραγμοσύνην τὴν πολλήν· ὅτι τοσοῦτον ὕψος ὁρῶντες ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, καὶ οὐδὲν πάσχοντες, ὅταν εἰς πύργον ἀνελθόντες ὑψηλὸν θελήσωμεν κατανεῦσαι κάτω μικρὸν κατακύψαντες, ἴλιγγός τις ἡμᾶς εὐθέως καὶ σκοτοδινία λαμβάνει. Εἰπέ μοι δὴ τούτου τὴν αἰτίαν· ἀλλ' οὐκ ἂν εὕροις· διὰ τί μείζονα ὀφθαλμὸς ἔχει τὴν ἰσχὺν, καὶ ὑπὸ τῶν ποῤῥωτέρω κατέχεται;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
