Ancient Greek
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 4.1-14
Not analysed yet
Ὁρᾷς πῶς τὸν φόβον ἐξεῖλεν; Εἰ γὰρ δυνατὸν κατεργάσασθαι καὶ στῆναι, τί ἀποφεύγεις τὴν μάχην; Στῆθι κατεργασάμενος, καὶ νενίκηκας. Καὶ μὴ θαυμάσῃς ὅτι, τοσαῦτα περὶ τῆς τῶν ἐχθρῶν δυνάμεως διεξέρχεται· τὸ γὰρ ταῦτα διεξιέναι οὐ δειλίαν ἐμποιεῖ καὶ φόβον, ἀλλὰ τὴν ῥᾳθυμίαν ἀποτινάσσει. Ἵνα δυνηθῆτε, φησὶν, ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Καὶ ἀπὸ τοῦ χρόνου παραμυθεῖται. Βραχὺς, φησὶν, ὁ καιρός· ὥστε χρὴ ἑστάναι· μὴ κάμητε μετὰ τὴν σφαγήν. Εἰ τοίνυν πόλεμός ἐστιν, εἰ τοιαῦται αἱ παρατάξεις εἰσὶν, εἰ ἀσώματοι αἱ ἀρχαὶ, εἰ κοσμοκράτορες, εἰ πνευματικὰ τῆς πονηρίας, πῶς τρυφᾷς, εἰπέ μοι; πῶς διακεχυμένος εἶ; πῶς ἀφωπλισμένοι περιγενέσθαι δυνησόμεθα; Ταῦτα ἕκαστος ἑαυτῷ λεγέτω καθ' ἑκάστην ἡμέραν· ὅταν ὑπὸ τοῦ θυμοῦ κρατῆται, ὅταν ὑπὸ ἐπιθυμίας, ὅταν τὸν ὑγρὸν τοῦτον βίον καὶ εἰκῆ ἐπιζητῇ. Ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας. Χαλεπώτερος οὗτος ὁ πόλεμος τοῦ αἰσθητοῦ, σφοδροτέρα ἡ μάχη. Ἐννόησον ὅσον οὗτος παλαίει χρόνον, ὑπὲρ τίνος πυκτεύει, καὶ γενοῦ σεαυτοῦ ἀσφαλέστερος. Ναὶ, φησὶν, ἀλλ' ἔδει ὄντα διάβολον ἐκ μέσου γενέσθαι, καὶ πάντες ἂν ἐσώζοντο. Ταῦτά τινες τῶν ῥᾳθύμων προφασιζόμενοι φθέγγονται. Δέον σε εὐχαριστεῖν, ἄνθρωπε, ὅτι τοιούτου περιγίνῃ, ἂν ἐθέλῃς, ἐκ τῶν ἐναντίων καὶ ἀγανακτεῖς, νωθροῦ τινος καὶ ὑπνηλοῦ στρατιώτου φθεγγόμενος ῥήματα. Οἶδας τὰς λαβὰς, ἂν ἐθέλῃς· περισκόπει πάντοθεν, σαυτὸν τείχιζε. Οὐχὶ πρὸς τὸν διάβολόν ἐστιν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἐκείνου δυνάμεις. Πῶς οὖν παλαίσομεν τῷ σκότῳ, φησί; Φῶς γενόμενοι. Πῶς τοῖς πνευματικοῖς τῆς πονηρίας; Ἀγαθοὶ γενόμενοι. Ἀγαθῷ γὰρ ἐναντίον ἡ πονηρία, καὶ φῶς ἀπελαύνει σκότος· ἂν δὲ καὶ αὐτοὶ ὦμεν σκότος, ἁλωσόμεθα πάντως. Πῶς οὖν αὐτῶν περιεσόμεθα; Ἂν ὅπερ εἰσὶν ἀπὸ φύσεως ἐκεῖνοι, τοῦτο γενώμεθα ἀπὸ προαιρέσεως ἡμεῖς, σαρκὸς ἐκτὸς καὶ αἵματος· οὕτως αὐτοὺς αἱρήσομεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ πολλῶν ἐλαύνεσθαι, μὴ νομίσητε, φησὶν, ὅτι αὐτοὶ πολεμοῦσιν ἡμῖν. Οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίμονές εἰσιν, οἱ πολεμοῦντες· πρὸς ἐκείνους ἡμῖν ἡ μάχη. Δύο δὲ ἀπὸ τούτων κατασκευάζει, αὐτούς τε προθυμοτέρους ποιῶν πρὸς τοὺς πολεμοῦντας αὐτοῖς, καὶ πρὸς ἐκείνους τὸν θυμὸν ἐγείρων. Καὶ τίνος ἕνεκεν πρὸς τούτους ἡμῖν ἡ μάχη γεγένηται; Ἐπειδὴ καὶ σύμμαχον ἔχομεν ἄμαχον, τοῦ Πνεύματος τὴν χάριν, τέχνην ἐδιδάχθημεν τοιαύτην, ὥστε μὴ πρὸς ἀνθρώπους δύνασθαι παλαίειν, ἀλλὰ πρὸς δαίμονας. Ἂν δὲ ἐθέλωμεν, οὐδὲ παλαίσομεν, ἐπειδὴ γὰρ βουλόμεθα, πάλη ἐστίν· ἐπεὶ τοσαύτη ἡ δύναμις τοῦ ἐνοικοῦντος ἐν ἡμῖν, ὡς λέγειν· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Πᾶσαν ἡμῖν δέδωκεν ἐξουσίαν καὶ τοῦ παλαίειν, καὶ τοῦ μὴ παλαίειν· ἐπειδὴ δὲ ἡμεῖς νωθεῖς ἐσμεν, παλαίομεν αὐτοῖς· ἐπεὶ ὅτι Παῦλος οὐκ ἐπάλαισεν, ἄκουσον αὐτοῦ λέγοντος· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ὁ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Εἶχε γὰρ αὐτὸν ὑποτεταγμένον· διὸ καὶ ἔλεγε· Παραγγέλλω σοι ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. Τοῦτο δὲ οὐκ ἔστι παλαίοντος. Ὁ γὰρ παλαίων οὐδέπω ἐνίκησεν, ὁ δὲ νικήσας οὐκέτι παλαίει. Ὑπέταξεν αὐτὸν, ἐξῃχμαλώτισε. Καὶ Πέτρος δὲ οὐκ ἐπάλαιε τῷ διαβόλῳ, ἀλλ' ὃ τοῦ παλαῖσαι βέλτιον ἦν, τοῦτο εἰργάζετο. Ἐν τοῖς πιστοῖς, ἐν τοῖς ὑπακούουσιν, ἐν τοῖς κατηχουμένοις ἐκ πολλοῦ τοῦ περιόντος ἐκράτουν αὐτοῦ. Διὸ καὶ ἔλεγεν ὁ μακάριος Παῦλος· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὅθεν καὶ μάλιστα αὐτοῦ περιεγένετο. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Οὐ θαυμαστὸν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται, ὡς διάκονοι δικαιοσύνης. Οὕτως ᾔδει πᾶσαν τὴν μάχην, καὶ οὐδὲν αὐτὸν ἐλάνθανε. Καὶ, Τὸ μυστήριον γὰρ, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Ἀλλὰ πρὸς ἡμᾶς ἡ πάλη ἐστίν. Ἐπεὶ ἄκουε πάλιν αὐτοῦ λέγοντος· Πέπεισμαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἀπὸ τοῦ Χριστοῦ, ἀλλ', Ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Πολλοὶ γάρ εἰσιν ἡνωμένοι δῆθεν τῷ Χριστῷ, οὐκ ἀγαπῶντες δὲ αὐτόν. Οὐ μόνον, φησὶν, ἀρνήσασθαί με οὐ πείσεις, ἀλλ' οὐδὲ ἧττον αὐτὸν ἀγαπῆσαι. Εἰ δὲ αἱ ἄνω δυνάμεις οὐκ ἂν τοῦτο ἴσχυσαν, τίς ἕτερος αὐτὸν μετέστησεν; Οὐχ ὡς δὲ ἐκείνων ἐπιχειρουσῶν, ταῦτά φησιν, ἀλλὰ καθ' ὑπόθεσιν. Διὸ καὶ ἔλεγε· Πέπεισμαι. Οὐκοῦν οὐκ ἐπάλαιεν, ἀλλ' ὅμως φοβεῖται αὐτοῦ τὰς πανουργίας. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Φοβοῦμαι, μή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ναὶ, φησίν· ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ τούτῳ τῷ ῥήματι κέχρηται, λέγων· Φοβοῦμαι γὰρ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Πῶς οὖν πέπεισαι, ὅτι οὐδείς σε χωρίσει;