Ancient Greek
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 4.1-15
Not analysed yet
Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ὅτι ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, καὶ ὅτι παρώργιζεν αὐτὴν ἡ ἀντίζηλος αὐτῆς, ἐννόησον ὅτι τὴν φιλοσοφίαν δεῖξαι βούλεται τῆς γυναικός. Σκόπει γάρ· Εἶχε τὸν ἄνδρα δεδουλωμένον· ἔλεγε γὰρ πρὸς αὐτήν· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Καὶ παρώργιζεν αὐτὴν, φησὶν, ἡ ἀντίζηλος αὐτῆς· τουτέστιν, ὠνείδιζεν, ἐφήλλετο· καὶ οὐδέποτε αὐτὴν ἠμύνατο, οὐδὲ κατηύξατο αὐτῆς, οὐδὲ εἶπεν· Ἐπειδὴ ὀνειδίζει μοι ἡ ἀντίζηλος, ἐκδίκησόν με. Εἶχεν ἐκείνη παιδία, ἀλλ' εἶχεν αὕτη τὴν ἀγάπην τὴν τοῦ ἀνδρὸς ἀντίῤῥοπον. Τούτῳ γοῦν αὐτὴν καὶ παρεμυθήσατο λέγων· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Ἀλλὰ πάλιν ἴδωμεν τῆς γυναικὸς τὴν φιλοσοφίαν. Καὶ ἐλογίσατο αὐτὴν, φησὶν, Ἠλεὶ εἰς μεθύουσαν. Ἀλλ' ὅρα καὶ πρὸς αὐτὸν τί φησι· Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λύμης, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν. Τοῦτο ἀληθῶς καρδίας συντετριμμένης, ὅταν πρὸς τοὺς ὑβρίζοντας μὴ χαλεπαίνωμεν, ὅταν μὴ δυσχεραίνωμεν, ὅταν ἀπολογώμεθα. Οὐδὲν οὕτω ποιεῖ καρδίαν φιλόσοφον, ὡς θλῖψις· οὐδὲν οὕτω πρᾶγμα ἡδὺ, ὡς πένθος τὸ κατὰ Θεόν. Ἐκ πλήθους, φησὶν, ἀδολεσχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν. Ταύτην μιμώμεθα ἅπαντες. Ἀκούετε ὅσαι στεῖραι, ἀκούετε ὅσαι παίδων ἐρᾶτε, ἀκούετε καὶ ἄνδρες καὶ γυναῖκες· καὶ γὰρ καὶ ἄνδρες συνεβάλλοντο πολλάκις. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Καὶ ἐδεῖτο Ἰσαὰκ Ῥεβέκκα τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Μεγάλα γὰρ δύναται ἡ εὐχή. Ἐν πάσῃ, φησὶ, προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἑαυτὸν ἔσχατον τιθείς. Τί ποιεῖς, ὦ μακάριε Παῦλε, ἑαυτὸν ἔσχατον τιθείς; Ναὶ, φησὶν, Ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει. Ποῦ πρεσβεύεις; Πρὸς ἀνθρώπους, φησί. Βαβαὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ. Ἔπεμψε πρεσβεύοντας ἐκ τῶν οὐρανῶν ὑπὲρ αὐτοῦ, ὑπὲρ εἰρήνης, καὶ λαβόντες ἔδησαν αὐτοὺς οἱ ἄνθρωποι, καὶ οὐδὲ τὸν κοινὸν νόμον ᾐδέσθησαν, ὅτι ὁ πρεσβεύων οὐδέποτε πάσχει τι κακόν. Ἀλλ' ὅμως ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Ἡ ἅλυσις ἐπίκειται τὴν παῤῥησίαν ἐπιστομίζουσα, ἀλλ' ἡ εὐχὴ ἡ ὑμετέρα ἀνοίγει μου τὸ στόμα, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι· τουτέστιν, Ἵνα πάντα ἃ ἐπέμφθην εἰπεῖν, εἴπω. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ. Εἰ πιστὸς, οὐδὲν ψεύσεται, ἀλλὰ πάντα ἀληθεύσει. Ὃν ἔπεμψα πρὸς ὑμᾶς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Βαβαὶ, πόση ἡ ἀγάπη. Ἵνα μὴ ἐξῇ, φησὶ, τοῖς βουλομένοις πτοεῖν ὑμᾶς· εἰκὸς γὰρ αὐτοὺς ἐν δεινοῖς εἶναι· τὸ γὰρ, Παρακαλέσει τὰς καρδίας ὑμῶν, τοῦτο αἰνίττεται. Ἵνα μὴ ἀφῇ, φησὶ, καταπεσεῖν. Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ ἀγάπην μετὰ πίστεως. Καλῶς εἶπε· βούλεται γὰρ μὴ ἁπλῶς ἔχειν τὸν τῆς ἀγάπης λόγον, καὶ τοῖς ἑτεροπίστοις ἑαυτοὺς ἀναμιγνύναι. Ἢ τοῦτο, ἢ ἐκεῖνό φησιν, ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν, ὥστε θαῤῥεῖν καὶ περὶ τῶν μελλόντων. Ἡ εἰρήνη πρὸς τὸν Θεὸν, καὶ ἡ ἀγάπη. Ἐὰν γὰρ εἰρήνη ᾖ, καὶ ἀγάπη ἔσται· ἂν ἀγάπη, καὶ εἰρήνη ἔσται. Μετὰ πίστεως. Οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς· μᾶλλον δὲ οὐδ' ἂν γένοιτο ἀγάπη ἑτέρως. Καὶ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. Ἐνταῦθα διεῖλε, τὴν εἰρήνην κατ' ἰδίαν θεὶς, καὶ τὴν χάριν. Ἐν ἀφθαρσίᾳ, φησὶν, Ἀμήν. Τί ἐστιν, Ἐν ἀφθαρσίᾳ; Ἤτοι ἐν κοσμιότητι, ἢ ὑπὲρ τῶν ἀφθάρτων· οἷον μὴ ἐν πλούτῳ, μηδὲ ἐν δόξῃ, ἀλλ' ἐν ἐκείνοις τοῖς ἀφθάρτοις. Τὸ, ἐν, διά ἐστι. Διὰ ἀφθαρσίας, φησί· τουτέστι, δι' ἀρετῆς. Πᾶσα γὰρ ἁμαρτία φθορά· καὶ καθάπερ τὴν παρθένον φθείρεσθαι λέγομεν, οὕτω καὶ τὴν ψυχήν. Διὰ τοῦτο Παῦλος ἔλεγε· Μή πως φθαρῇ τὰ νοήματα ὑμῶν· καὶ πάλιν ἀλλαχοῦ, Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, φησί.