# In epistulam ad Ephesios (homiliae 1-24) 4.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/4.1-9

Τί ἠρυθριάσατε πᾶσαι; Οὐ πρὸς πάσας ἡμῖν ὁ λόγος· ἀλλὰ πρὸς τὰς εἰς τὴν θηριωδίαν ἐξελκομένας ταύτην. Γυνὴ ἀκατακάλυπτος μὴ ἔστω, φησὶν ὁ Παῦλος· σὺ δὲ ὅλως τὸ κρήδεμνον περιαιρεῖς; Ὁρᾷς πῶς σαυτὴν ὑβρίζεις; Ἂν μὲν οὖν γυμνῇ φανῇ σοι τῇ κεφαλῇ ἐκείνη, ὕβριν τὸ πρᾶγμα λέγεις· σὺ δὲ αὐτὴν γυμνοῦσα, οὐδὲν δεινὸν εἶναι φής; Εἶτά φησι· Τί, ἂν μὴ διορθῶται; Ῥάβδῳ καὶ πληγαῖς σωφρόνισον. Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώματα, καὶ οὐ διορθοῦσαι; Ταῦτα ἡμῖν νῦν οὐχ ὑπὲρ ἐκείνων εἴρηται, ἀλλ' ὑπὲρ ὑμῶν τῶν ἐλευθέρων, ὥστε μηδὲν ἄσεμνον, μηδὲν αἰσχρὸν ποιεῖν, ὥστε μὴ βλάπτειν ἑαυτάς. Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινίδος, καὶ προσηνὴς ᾖς καὶ μὴ χαλεπὴ, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη. Εἰ γὰρ ἐξουσίας οὔσης μηδὲν τοιοῦτον ἐργαζομένη δειχθῇς, πολλῷ μᾶλλον, ἔνθα τὸ κωλύον ἐστὶν, οὐδὲν ἐργάσῃ τοιοῦτον. Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία μέγιστα ὑμᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ. ᾯ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Θὲς τῷ στόματι χαλινόν· κἂν ἐγγυμνασθῇς θεραπαινίδα χαλεπαίνουσαν φέρειν γενναίως, πρὸς τὴν ὁμότιμον οὐδὲ ὑβρίζουσαν δυσχερανεῖς· μὴ δυσχεραίνουσα δὲ, τὴν ἄκραν φιλοσοφίαν κατώρθωσας. Εἰσὶ δέ τινες, αἳ καὶ ὅρκους προστιθέασιν· οὐδὲν δὲ αἰσχρότερον τῆς οὕτω θυμουμένης. Τί οὖν, ἂν καλλωπίζηται, φησί; Τοῦτο κώλυσον, καὶ ἐγὼ σύμφημι· κώλυσον δὲ, ἀπὸ σαυτῆς ἀρχομένη, μὴ φόβῳ τοσοῦτον, ὅσον ὑποδείγματι· ἔσο ἐν πᾶσιν ἀρχέτυπος εἰκών. Καὶ βλασφημία, φησὶν, ἀρθήτω ἀφ' ὑμῶν. Ὅρα πῶς πρόεισι τὸ κακόν. Ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφημίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφημία λοιπὸν πληγὰς, αἱ πληγαὶ τραύματα, τὰ τραύματα θάνατον. Ἀλλ' οὐδὲν τούτων ἠθέλησε φθέγξασθαι Παῦλος, ἀλλ' ἢ τοῦτο μόνον, Ἀρθήτω σὺν πάσῃ κακίᾳ. Τί ἐστι, Σὺν πάσῃ κακίᾳ; Πᾶσα γὰρ κακία εἰς τοῦτο τελευτᾷ. Εἰσὶ γάρ τινες καθάπερ οἱ λαθροδῆκται τῶν κυνῶν, οἳ τοὺς μὲν προσιόντας οὐδὲν ὑλακτοῦσιν, οὐδὲ δυσχεραίνουσι· σαίνοντες δὲ καὶ προσηνὲς ἐπιδεικνύμενοι σχῆμα, ἀφυλάκτους λαβόντες, τοὺς ὀδόντας ἐνέπηξαν· οὗτοι χαλεπώτεροι τῶν ἐκ φανεροῦ τὴν ἔχθραν ἀναδεχομένων. Ἐπεὶ οὖν καὶ ἄνθρωποί εἰσι κύνες, καὶ οὔτε κράζοντες, οὔτε ὀργιζόμενοι, οὔτε δυσχεραίνοντες ἀπειλοῦσι, λάθρα δὲ ῥάπτοντες δόλους, καὶ κατασκευάζοντες μυρία κακὰ, καὶ δι' ἔργων ἀμυνόμενοι, καὶ τούτους ᾐνίξατο. Ἀρθήτω ἀφ' ὑμῶν, φησὶ, σὺν πάσῃ κακίᾳ. Μὴ ῥημάτων μὲν φείδου, διὰ δὲ τῶν ἔργων ἀμύνου. Ἐγὼ διὰ τοῦτο τὴν γλῶσσαν ἐκόλασα, καὶ τὴν κραυγὴν αὐτῆς περιέκοψα, ἵνα μὴ τὸν πυρσὸν ἀνάψῃ σφοδρότερον· εἰ δὲ καὶ χωρὶς κραυγῆς τὰ αὐτὰ ποιεῖς, καὶ ἔνδον τρέφεις τὴν πυρὰν καὶ τοὺς ἄνθρακας, τί τὸ ὄφελος τῆς σιγῆς; Ἢ οὐκ οἶδας, ὅτι αἱ πυρκαϊαὶ μάλιστά εἰσι χαλεπώταται, αἵπερ ἂν ἔνδον τρεφόμεναι μὴ φαίνωνται τοῖς περιεστηκόσιν ἐκτός; καὶ τραύματα, ἅπερ ἂν μὴ εἰς τὴν ἐπιφάνειαν ἐξανθήσῃ; καὶ πυρετοὶ ὅσοι τὰ ἐντόσθια καίουσιν; Οὕτω καὶ ὀργὴ αὕτη χαλεπωτέρα ἡ τὴν ψυχὴν ἐπινεμομένη. Ἀλλὰ καὶ αὕτη ἀρθήτω, φησὶ, σὺν πάσῃ κακίᾳ, καὶ μικρᾷ καὶ μεγάλῃ. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ πᾶσαν πικρίαν καὶ πᾶσαν κακίαν ἐξαίρωμεν, ἵνα μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Ἀνέλωμεν πρόῤῥιζον τὴν πικρίαν, ἐκτέμωμεν αὐτήν· Οὐδὲν ἀγαθὸν ἀπὸ πικρᾶς γένοιτο ἂν ψυχῆς, οὐδὲν ὑγιὲς, πάντα συμφοραὶ, πάντα δάκρυα, πάντα θρῆνοι καὶ οἰμωγαί. Οὐχ ὁρᾶτε καὶ τῶν θηρίων ὅσα ἂν κράζῃ, πῶς ἀποστρεφόμεθα· οἷον τὸν λέοντα, τὴν ἄρκτον, ἀλλ' οὐχὶ τὸ πρόβατον; οὐ γάρ ἐστιν ἐκεῖ κραυγὴ, ἀλλὰ προσηνής τις φωνή. Καὶ τῶν ὀργάνων δὲ τῶν μουσικῶν, ὅσα μὲν ἂν κράζῃ, ἀηδέστερά ἐστι πρὸς τὸν φθόγγον, οἷον τύμπανα, σάλπιγγες· τὰ δὲ μὴ οὕτως, ἀλλὰ μαλάττοντα, ταῦτα ἡδέα, οἷον αὐλὸς καὶ κιθάρα καὶ σύριγγες. Οὕτως οὖν ἡμῶν τὴν ψυχὴν καταστήσωμεν, ὥστε μὴ κράζειν· καὶ οὕτω δυνησόμεθα καὶ τῆς ὀργῆς περιγενέσθαι· ταύτην δὲ ἐκκόψαντες, αὐτοὶ πρῶτοι τῆς γαλήνης ἀπολαύσομεν, καὶ εἰς τὸν εὔδιον πλευσόμεθα λιμένα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
