Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 1.1
Not analysed yet
Πολλοῦ τὸ προοίμιον γέμει θυμοῦ καὶ μεγάλου φρονήματος· οὐ τὸ προοίμιον δὲ μόνον, ἀλλὰ καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ Ἐπιστολή. Τὸ γὰρ μετ' ἐπιεικείας ἀεὶ τοῖς μαθητευομένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυμεῶνος ἂν εἴη καὶ πολεμίου. Διὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς μαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν μὲν μακαρίζει, νῦν δὲ ἐπιτιμᾷ. Τῷ γοῦν Πέτρῳ εἰπὼν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, καὶ ἐπαγγειλάμενος τὰ θεμέλια τῆς Ἐκκλησίας ἐπὶ τῆς ὁμολογίας αὐτοῦ καταθήσεσθαι, μετ' οὐ πολὺ τῶν λόγων τούτων φησίν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· καὶ πάλιν ἀλλαχοῦ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Καὶ τοσοῦτον αὐτοῖς φόβον ἐνέθηκεν, ὡς καὶ τὸν Ἰωάννην εἰπεῖν, ὅτι ὁρῶντες αὐτὸν μετὰ γυναικὸς Σαμαρείτιδος λαλοῦντα, περὶ μὲν τῆς τροφῆς ὑπέμνησαν, Οὐδεὶς δὲ ἐτόλμησεν εἰπεῖν, Τί λαλεῖς, ἢ Τί ζητεῖς μετ' αὐτῆς; Ταῦτα μαθὼν ὁ Παῦλος, ὁ κατ' ἴχνος τοῦ διδασκάλου βαίνων, ἐποίκιλε τὸν λόγον πρὸς τὴν τῶν μαθητευομένων χρείαν, νῦν μὲν καίων καὶ τέμνων, νῦν δὲ προσηνῆ φάρμακα ἐπιτιθείς. Καὶ Κορινθίοις μὲν ἔλεγε· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Γαλάταις δὲ, Ὢ ἀνόητοι Γαλάται· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον κέχρηται ταύτῃ τῇ ἐπιτιμήσει. Καὶ πρὸς τῷ τέλει δὲ καθαπτόμενος αὐτῶν ἔλεγε, Κόπους μοι μηδεὶς παρεχέτω. Καὶ θεραπεύει δὲ πάλιν, ὡς ὅταν λέγῃ, Τεκνία μου, οὓς πάλιν ὠδίνω· καὶ ἕτερα πολλὰ τοιαῦτα. Ἀλλ' ὅτι μὲν θυμοῦ ἡ Ἐπιστολὴ γέμει, παντί που δῆλον καὶ ἐκ πρώτης ἀναγνώσεως. Δεῖ δὲ εἰπεῖν τί τὸ παροξῦναν αὐτὸν κατὰ τῶν μαθητῶν· οὐ γὰρ μικρὸν τοῦτο οὐδὲ εὐτελὲς, ἐπεὶ οὐδὲ αὐτὸς τοσαύτῃ ἂν ἐχρήσατο τῇ καταφορᾷ. Τὸ γὰρ ἐπὶ τοῖς τυχοῦσι παροξύνεσθαι, μικροψύχων ἀνδρῶν καὶ σκληρῶν καὶ ταλαιπώρων· ὥσπερ οὖν τὸ ἐπὶ τοῖς μεγάλοις ἀναπίπτειν, νωθροτέρων καὶ ὑπνηλοτέρων. Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος. Τί οὖν τὸ κινῆσαν ἦν αὐτὸν ἁμάρτημα; Μέγα καὶ ὑπέρογκον, καὶ ὃ τοῦ Χριστοῦ πάντας αὐτοὺς ἠλλοτρίου, ὡς καὶ αὐτὸς προϊὼν ἔλεγεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Τί ποτ' οὖν τοῦτό ἐστι; δεῖ γὰρ αὐτὸ σαφέστερον ἀναπλῶσαι. Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁμοῦ μὲν τῇ προλήψει τοῦ Ἰουδαϊσμοῦ κατεχόμενοι, ὁμοῦ δὲ κενοδοξίᾳ μεθύοντες, καὶ βουλόμενοι ἀξίωμα διδασκάλων ἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος ἐδίδασκον, ὅτι δεῖ περιτέμνεσθαι καὶ σάββατα καὶ νουμηνίας τηρεῖν, καὶ μὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος. Οἱ γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ταῦτα, φησὶν, οὐ κωλύουσιν, οἱ πρῶτοι τῶν ἀποστόλων, οἱ μετὰ Χριστοῦ γενόμενοι. Καὶ ἀληθῶς οὐκ ἐκώλυον· ἀλλ' οὐ δογματίζοντες τοῦτο ἐποίουν, ἀλλὰ τῇ ἀσθενείᾳ συγκαταβαίνοντες τῶν ἐξ Ἰουδαίων πιστευόντων. Ὁ δὲ Παῦλος εἰς τὰ ἔθνη κηρύττων, οὐ χρείαν εἶχε τῆς συγκαταβάσεως ταύτης. Ὅτε οὖν ἐν Ἰουδαίᾳ γέγονε, καὶ αὐτὸς τῇ συγκαταβάσει ἐχρήσατο ταύτῃ. Ἀλλ' οἱ ἀπατῶντες, οὐ λέγοντες τὰς αἰτίας, δι' ἃς καὶ οὗτος καὶ ἐκεῖνοι συγκατέβαινον, παρελογίζοντο τοὺς ἀφελεστέρους λέγοντες, ὅτι οὐ δεῖ Παύλου ἀνέχεσθαι· οὗτος γὰρ χθὲς καὶ σήμερον ἐφάνη, ἐκεῖνοι δὲ πρῶτοι οἱ περὶ Πέτρον· καὶ οὗτος μὲν μαθητὴς τῶν ἀποστόλων γέγονεν, ἐκεῖνοι δὲ τοῦ Χριστοῦ· καὶ οὗτος μὲν μόνος, ἐκεῖνοι δὲ πολλοὶ, καὶ στῦλοι τῆς Ἐκκλησίας. Καὶ εἰς ὑπόκρισιν δὲ αὐτὸν διέβαλλον λέγοντες, ὅτι καὶ αὐτὸς οὗτος ὁ ἀναιρῶν περιτομὴν, φαίνεται καὶ τούτοις χρησάμενος ἀλλαχοῦ, καὶ ἑτέρως μὲν ὑμῖν, ἑτέρως δὲ ἄλλοις κηρύττων. Ἐπεὶ οὖν ἐμπρησθὲν εἶδεν ἔθνος ὁλόκληρον, καὶ πυρὰν χαλεπὴν κατὰ τῆς τῶν Γαλατῶν ἁφθεῖσαν Ἐκκλησίας, καὶ τὴν οἰκοδομὴν σαλευομένην καὶ κινδυνεύουσαν καταπεσεῖν, τοῦτο μὲν ὑπὸ θυμοῦ δικαίου, τοῦτο δὲ ὑπὸ ἀθυμίας κατεχόμενος· καὶ γὰρ καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, ὅτι Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου), γράφει τὴν Ἐπιστολὴν, πρὸς ἅπαντα ταῦτα ἀπολογούμενος. Καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀποτείνεται, ὃ διορύττοντες αὐτοῦ τὴν ὑπόληψιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ, αὐτὸς δὲ τῶν ἀποστόλων γέγονε μαθητής. Διὸ καὶ οὕτως ἤρξατο· Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἔλεγον γὰρ, ὃ ἔφθην εἰπὼν, οἱ ἀπατεῶνες ἐκεῖνοι, ὅτι τῶν ἀποστόλων ἁπάντων ἔσχατος οὗτός ἐστι, καὶ παρ' ἐκείνων ἐδιδάχθη. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ ἐκλήθησαν πρῶτοι, καὶ κορυφαῖοι τῶν μαθητῶν εἰσι, καὶ τὰ δόγματα ἐδέξαντο παρὰ τοῦ Χριστοῦ, καὶ χρὴ μᾶλλον ἐκείνοις πείθεσθαι, ἢ τούτῳ· ἐκεῖνοι δὲ οὐ κωλύουσι περιτέμνεσθαι, οὐδὲ νόμον μὴ τηρεῖν.