# In epistulam ad Galatas commentarius 1.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΚΕΦΑΛΑΙΟΝ Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/1.1-3

Ἐνταῦθα λοιπὸν ἐφ' ἕτερον μεταβαίνει κεφάλαιον. Ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐκ ἀνθρώπων ἦν ἀπόστολος, οὐδὲ δι' ἀνθρώπων, οὐδὲ ἐδεήθη τῆς τῶν ἀποστόλων διδασκαλίας· ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντίας διαλέγεται, πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. Ἀρχόμενος μὲν οὖν φησι· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Ἐνταῦθα δὲ, Ὦ ἀνόητοι Γαλάται. Τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀποῤῥήξας, ἐξήνεγκε μετὰ τὴν ἀπόδειξιν. Εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ λέγειν μωρὸν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν, τοῦτο ποιεῖ. Οὐ γὰρ ἁπλῶς εἴρηται, Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν, ἀλλ', Ὁ εἰκῆ καλῶν. Τίνες δὲ τούτων δικαιότερον ἂν ἔτυχον ταύτης τῆς προσηγορίας, οἱ μετὰ τοσαῦτα καὶ τηλικαῦτα, ὡς οὐδενὸς γενομένου, τῶν προτέρων ἐχόμενοι. Εἰ δὲ διὰ τοῦτο ὑβριστὴν καλεῖς τὸν Παῦλον, καὶ διὰ τὴν Σάπφειραν καὶ τὸν Ἀνανίαν ἀνδροφόνον ἐρεῖς τὸν Πέτρον. Εἰ δὲ ἐκεῖνα μανίας εἰπεῖν, πολλῷ μᾶλλον καὶ ταῦτα. Σὺ δέ μοι σκόπει, πῶς οὐκ ἀπὸ προοιμίων ταύτῃ κέχρηται τῇ σφοδρότητι, ἀλλὰ μετὰ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις, ὅτε λοιπὸν οὐ παρ' ἐκείνου, ἀλλὰ παρ' αὐτῶν τῶν ἐλέγχων τὴν ἐπιτίμησιν ἐδέχοντο. Ὅτε γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουμένους, καὶ τὸν θάνατον τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίμησιν, καὶ οὐδὲ τότε κατ' ἀξίαν· καὶ γὰρ πολλῷ χαλεπωτέρων ἦσαν ἄξιοι ῥημάτων. Θέα δέ μοι πῶς εὐθέως καὶ καθυφίησι πλήξας. Οὐ γὰρ εἶπε, Τίς ὑμᾶς ἠπάτησε; Τίς ὑμῖν ἀπεχρήσατο; Τίς ὑμᾶς παρελογίσατο; ἀλλὰ, Τίς ὑμᾶς ἐβάσκανεν; οὐκ ἄμοιρον ἐγκωμίων τὴν ἐπίπληξιν θείς. Τοῦτο γὰρ δεικνύντος ἐστὶν, ὅτι φθόνου ἄξια ἔπραττον πρότερον, καὶ δαίμονος ἐπήρεια τὸ γινόμενον ἦν, σφοδρὸν κατὰ τῆς εὐημερίας αὐτῶν πνεύσαντος. Ὅταν δὲ φθόνον ἀκούσῃς ἐνταῦθα, καὶ ἐν τῷ Εὐαγγελίῳ ὀφθαλμὸν πονηρὸν τὸ αὐτὸ δηλοῦντα, μὴ τοῦτο νομίσῃς, ὅτι ἡ τῶν ὀφθαλμῶν βολὴ τοὺς ὁρῶντας βλάπτειν πέφυκεν· ὀφθαλμὸς γὰρ οὐκ ἂν εἴη πονηρὸς, αὐτὸ τὸ μέλος· ἀλλ' ἐνταῦθα ὁ Χριστὸς οὕτω τὸν φθόνον λέγει. Ὀφθαλμῶν μὲν γὰρ τὸ ἁπλῶς ὁρᾷν μόνον, τὸ δὲ πονηρῶς ὁρᾷν τῆς ἔνδον διεστραμμένης γίνεται γνώμης. Ἐπειδὴ γὰρ διὰ τῆς αἰσθήσεως ταύτης εἰς τὴν ψυχὴν ἡμῶν εἰσρεῖ τῶν ὁρωμένων ἡ θεωρία, καὶ ὡς ἐπὶ πολὺ ἐν πλούτῳ μάλιστα ὁ φθόνος τίκτεται, ὁ δὲ πλοῦτος ἀπὸ ὀφθαλμῶν ὁρᾶται, καὶ αἱ δυναστεῖαι καὶ αἱ δορυφορίαι· διὰ τοῦτο πονηρὸν ὀφθαλμὸν ἐκάλεσεν, οὐ τὸν ὁρῶντα, ἀλλὰ τὸν μετὰ βασκανίας ὁρῶντα ἀπὸ τῆς κατὰ ψυχὴν πονηρίας. Εἰπὼν δὲ, Τίς ὑμᾶς ἐβάσκανεν; δείκνυσιν ὅτι οὐχ ὡς κηδεμόνες, οὐδὲ ὡς τὸ λεῖπον ἀναπληροῦντες, ἀλλὰ καὶ τὸ ὂν ἀκρωτηριάζοντες, τοῦτο ποιοῦσι. Φθόνου γάρ ἐστιν, οὐ τὸ λεῖπον προσθεῖναι, ἀλλὰ καὶ τῶν πεπληρωμένων ὑφελέσθαι τι, καὶ λυμήνασθαι τῷ παντί. Ταῦτα δὲ λέγει, οὐχ ὡς τοῦ φθόνου καθ' ἑαυτὸν ἰσχὺν ἔχοντος, ἀλλ' ὡς τῶν ταῦτα διδασκόντων διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων. Οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Καὶ μὴν οὐκ ἐν τῇ Γαλατῶν χώρᾳ, ἀλλ' ἐν Ἱεροσολύμοις ἐσταυρώθη· πῶς οὖν φησιν, Ἐν ὑμῖν; Τῆς πίστεως δεικνὺς τὴν ἰσχὺν καὶ τὰ πόῤῥωθεν δυναμένης ὁρᾷν. Καὶ οὐκ εἶπεν, Ἐσταυρώθη, ἀλλὰ, Προεγράφη ἐσταυρωμένος, δηλῶν ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἀκριβέστερον ἐθεώρησαν τῶν παρόντων ἐνίων καὶ τὰ γινόμενα θεωμένων. Ἐκείνων μὲν γὰρ πολλοὶ θεασάμενοι, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλμοφανῶς μὲν οὐκ εἶδον, διὰ δὲ τῆς πίστεως ἀκριβέστερον εἶδον. Ταῦτα δὲ λέγει ὁμοῦ καὶ καθαπτόμενος αὐτῶν, καὶ ἐπαινῶν. Ἐπαινῶν μὲν, ὅτι μετὰ τοσαύτης πληροφορίας ἐδέξαντο τὸ γεγενημένον· καθαπτόμενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυμνωθέντα, ἀνεσκολοπισμένον, προσηλωμένον, ἐμπτυόμενον, κωμῳδούμενον, ποτιζόμενον ὄξος, κατηγορούμενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόμενον (ταῦτα γὰρ πάντα ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος), τοῦτον ἀφέντες, ἐπὶ τὸν νόμον ἔδραμον, οὐδὲν αἰδεσθέντες τῶν παθημάτων ἐκείνων. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναμιν ἐκήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιφέρων. Τοῦτο γὰρ μάλιστα κεφάλαιον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ἦν. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐπειδὴ γὰρ τοῖς μακροῖς οὐ παρακολουθεῖτε λόγοις, φησὶν, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος κατοπτεῦσαι βούλεσθε, διὰ συντόμου λόγου καὶ ταχίστης ἀποδείξεως ὑμᾶς πεῖσαι βούλομαι τὴν ἐσχάτην ὁρῶν ἀγνωμοσύνην. Ἀνωτέρω μὲν γὰρ ἐκ τῶν πρὸς τὸν Πέτρον αὐτῷ λεχθέντων ἔπεισεν, ἐνταῦθα δὲ λοιπὸν πρὸς αὐτοὺς ἀποδύεται, οὐκ ἐκ τῶν ἀλλαχοῦ συμβάντων, ἀλλ' ἐκ τῶν ἐν αὐτοῖς γινομένων κατασκευάζων ἅπαντα, καὶ οὐκέτι μόνον ἀπὸ τῶν κοινῇ δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν αὐτοῖς ἰδίᾳ δεδωρημένων πείθων καὶ ποιούμενος τὴν ἀπόδειξιν. Διό φησι. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐλάβετε Πνεῦμα ἅγιον, φησὶν, εἰργάσασθε δυνάμεις πολλὰς, ἐπετελέσατε σημεῖα νεκροὺς ἐγείροντες, λεπροὺς καθαίροντες, προφητεύοντες, γλώσσαις λαλοῦντες· ταύτην οὖν τὴν τοσαύτην ἰσχὺν ἔδωκεν ὑμῖν ὁ νόμος; Καὶ μὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον. Ἀλλ' ἡ πίστις;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
