# In epistulam ad Galatas commentarius 1.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΚΕΦΑΛΑΙΟΝ Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/1.1-4

Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην, δεικνὺς ὅτι ὁ μὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αὗται γὰρ ἡμῖν αἱ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. Ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα ἐν ὑπηρέτου καθίστησι τάξει. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Δύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷ κατορθῶσαι μόνῳ. Τίνα δὲ ταῦτα ἦν; Ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι. Ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, φησὶ, καὶ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Καλῶς εἶπεν, Ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο, καθὼς διὰ πολλῶν καὶ αὐτὸς ἔδειξε πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γενομένας. Καὶ πόθεν δῆλον, ὅτι γεγόναμεν υἱοὶ, φησίν; Εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν. Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οὐ γὰρ ἂν ἠδυνήθημεν καλέσαι Πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν. Εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης ἀφιέναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τοὐπίσω; Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενός φησιν, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακὴ, καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν νῦν. Διὸ καὶ θεοὺς οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος, καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Τότε μὲν ἐσκοτισμένοι καὶ ἐν τῇ πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ, ὅτε ἔγνωτε τὸν Θεὸν, μᾶλλον δὲ ἐγνώσθητε παρ' αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς κάμνοντες εὕρετε τὸν Θεὸν, ἀλλ' ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο. Ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μηδεμίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά. Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιτομὴν αὐτοῖς ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας. Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Εἶδες σπλάγχνα ἀποστολικά; ἐκεῖνοι ἐσαλεύοντο, καὶ οὗτος τρέμει καὶ δέδοικε. Διὸ καὶ σφόδρα ἐντρεπτικῶς αὐτὸ τέθεικεν εἰπών· Κεκοπίακα εἰς ὑμᾶς· ὡς ἂν εἰ ἔλεγε· Μὴ κενώσητέ μου τοὺς τοιούτους ἱδρῶτας. Εἰπὼν δὲ, Φοβοῦμαι, καὶ τὸ, Μή πως, προσθεὶς, καὶ εἰς ἀγῶνα αὐτοὺς ἐνέβαλε, καὶ εἰς ἐλπίδας ἤγαγε χρηστάς. Οὐ γὰρ εἶπεν, Εἰκῆ ἐκοπίασα, ἀλλὰ, Μή πως. Οὐδέπω, φησὶ, τοῦτο ἐξέβη τὸ ναυάγιον, ἀλλ' ἔτι τὸν χειμῶνα τοῦτο ὠδίνοντα βλέπω. Διὰ τοῦτο δέδοικα, οὐ μὴν ἀπέγνωκα· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην. Εἶτα, ὥσπερ χειμαζομένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων. Διὸ καὶ ἑαυτὸν εἰς μέσον ἄγει, πείθων κἀντεῦθεν αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν. Εἰ γὰρ καὶ μηδένα ἕτερον εἴχετε εἰς ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαῤῥῆσαι ῥαδίως. Διαβλέψατε τοίνυν· καὶ γὰρ ταῦτα κἀγὼ ἔπασχον πάλαι, καὶ σφόδρα καὶ περιεκαιόμην τοῦ νόμου, ἀλλ' ὅμως ὕστερον οὐκ ἐφοβήθην ἀφεῖναι τὸν νόμον, οὐδὲ μεταστῆναι τῆς πολιτείας ἐκείνης. Καὶ ταῦτα ὑμεῖς ἴστε σαφῶς, πῶς μεθ' ὑπερβολῆς πολλῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος αὐτὸν σφοδρότητος εἴασα μετὰ ταῦτα. Καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς, καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται, καὶ ὅταν ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν. Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Ὅρα πῶς πάλιν τῷ τῆς τιμῆς ὀνόματι προσαγορεύει· τὸ δ' αὐτὸ καὶ τῆς χάριτος ὑπόμνησις ἦν. Ἐπειδὴ γὰρ σφόδρα καθήψατο αὐτῶν, καὶ πανταχόθεν συνέκρινε τὰ πράγματα, καὶ ἔδειξε παρανομοῦντας καὶ πολλαχόθεν αὐτοὺς ἔβαλε, πάλιν ἀνίησι καὶ θεραπεύει, προσηνεστέροις κεχρημένος λόγοις. Ὥσπερ γὰρ τὸ διαπαντὸς θεραπεύειν, ἐκλύει, οὕτω τὸ συνεστραμμένως ἀεὶ διελέγχεσθαι, τραχύτερον ποιεῖ. Διὰ τοῦτο πανταχοῦ τῇ συμμετρίᾳ κεχρῆσθαι καλόν. Ὅρα τοίνυν πῶς αὐτοῖς ὑπὲρ τῶν εἰρημένων ἀπολογεῖται, δεικνὺς ὡς οὐχ ἁπλῶς ἀπεχθανόμενος αὐτοῖς, ἀλλὰ κηδόμενος εἴρηκεν ἅπερ εἴρηκεν. Ἐπειδὴ γὰρ βαθυτέραν ἔδωκε τὴν τομὴν, ὥσπερ ἔλαιον λοιπὸν τὴν παράκλησιν ταύτην ἐνίησι. Καὶ δηλῶν ὅτι οὐ μίσους, οὐδὲ ἔχθρας ἦν τὰ εἰρημένα, ἀναμιμνήσκει τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτοὺς, καὶ μετ' ἐγκωμίων τὴν ἀπολογίαν τίθησι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
