Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 1.1-6
Not analysed yet
Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησίν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν πράξῃ, ἀλλ', Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε, Κολάζετε, οὐδὲ, Καταδικάζετε, ἀλλὰ, Διορθοῦσθε. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεικνὺς, ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν· Ἐν πνεύματι πραότητος. Οὐκ εἶπεν, ἐν πραότητι, ἀλλ', Ἐν πνεύματι πραότητος· δηλῶν ὅτι καὶ τῷ Πνεύματι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι μετ' ἐπιεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ. Εἶτα, ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν, ἵν', εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν· οὕτω δὴ καὶ ἡμᾶς ποιεῖν χρή. Διὸ καὶ αἰτίαν ἀναγκαίαν τίθησι, λέγων οὕτω· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος, πρῶτον μὲν εἰπὼν, Ἐὰν καὶ προληφθῇ, δεύτερον τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα, εἶτα, Ἵνα μὴ καὶ σὺ πειρασθῇς, δαίμονος ἐπήρειαν μᾶλλον, ἢ ψυχῆς ῥᾳθυμίαν αἰτιώμενος. Ἀλλήλων τὰ βάρη βαστάζετε. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλαττώματος εἶναι, παραινεῖ μὴ ἀκριβεῖς ἐξεταστὰς εἶναι τῶν ἑτέροις πεπλημμελημένων, ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ' ἑτέρων. Καθάπερ γὰρ ἐπὶ τῆς οἰκοδομῆς, οὐ τὴν αὐτὴν ἅπαντες ἕδραν ἔχουσιν οἱ λίθοι, ἀλλ' ὁ μὲν πρὸς γωνίαν ἐπιτήδειος, οὐκέτι δὲ πρὸς θεμελίους, ὁ δὲ πρὸς θεμελίους μὲν, οὐκέτι δὲ πρὸς γωνίαν· οὕτω δὴ καὶ ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας. Καὶ ἐπὶ τῆς σαρκὸς δὲ τῆς ἡμετέρας τοῦτο αὐτὸ ἴδοι τις ἂν ἀλλ' ὅμως θατέρου θάτερον ἀνέχεται, καὶ οὐ παρὰ πάντων πάντα ζητοῦμεν. Ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος, καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησι. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὐκ εἶπε, Πληρώσατε, ἀλλ', Ἀναπληρώσατε, τουτέστι, κοινῇ πάντες πληρώσατε, δι' ὧν ἀλλήλους φέρετε· οἷον, ὁ δεῖνά ἐστιν ὀργίλος, σὺ δὲ ὑπνηλός· φέρε τοίνυν τὴν ὁρμὴν αὐτοῦ τὴν σφοδρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν φέρῃ. Καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήσεται ὑπὸ σοῦ βασταζόμενος, οὔτε σὺ πλημμελεῖς ἐν οἷς εἶ βαρὺς, ἀνεχομένου σοῦ τοῦ ἀδελφοῦ σου. Οὕτω δὲ ἀλλήλοις χεῖρα ὀρέγοντες ἐν οἷς μέλλετε καταπίπτειν, δι' ἀλλήλων κοινῇ πληρώσατε τὸν νόμον, τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς. Ἐὰν δὲ μὴ οὕτω ποιῆτε, ἀλλ' ἕκαστος ἐπεξιέναι μέλλῃ τοῖς τοῦ πλησίον, οὐδέποτε οὐδὲν ἔσται τῶν δεόντων ὑμῖν. Ὥσπερ γὰρ ἐν τῷ σώματι εἰ τὴν αὐτήν τις ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶμα στήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀδελφῶν πολύς ἐστι πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοῦμεν. Εἰ γάρ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, φρεναπατᾷ ἑαυτόν. Πάλιν ἐνταῦθα τὴν ἀπόνοιαν κατασκοπεῖ. Ὁ γὰρ δοκῶν εἶναί τι, οὐδέν ἐστι, πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγμα ἐκφέρων τὴν τοιαύτην εὐμένειαν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετ' ἀκριβείας δοκιμάζειν τὰ πεπραγμένα ὑμῖν. Οἷον, ἐποίησάς τι καλόν; Σκόπησον μή ποτε διὰ κενοδοξίαν, μὴ δι' ἀνάγκην, μὴ πρὸς ἀπέχθειαν, μὴ ὑποκρίσει, μὴ δι' ἄλλην τινὰ αἰτίαν ἀνθρωπίνην. Καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου, ὅταν δὲ αὐτὸ παραδοθῇ τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυται, τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου· οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὄντας ὑπευθύνους ἐγκλημάτων. Καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ταῦτα οὐ νομοθετῶν φησιν, ἀλλὰ συγκαταβαίνων· ὡς ἂν εἰ ἔλεγεν· Ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἰ δ' ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος. Ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως. Διὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ μικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι, καὶ μὴ κατ' ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα. Ὁ γὰρ μὴ νομίσας τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα (τοῦτο γάρ ἐστιν, Οὐκ εἰς τὸν ἕτερον), ἀλλ' αὐτὸν καθ' ἑαυτὸν ἐξετάζων ἁβρύνεται, παύσεται καὶ τοῦτο ποιῶν ὕστερον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν, Δοκιμαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπαγαγών· Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. Δοκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ' ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδ' ἐφ' ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.