# In epistulam ad Galatas commentarius 11.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/11.1

Καὶ θέα μοι τὴν ταπεινοφροσύνην. Εἰπὼν γὰρ, Ἀπῆλθον εἰς Ἀραβίαν, ἐπήγαγε, Καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τίνας κατήχησε καὶ πόσους, καίτοι γε ἅμα τῷ βαπτισθῆναι τοσοῦτον ἐπεδείξατο ζῆλον, ὡς συγχέειν Ἰουδαίους, καὶ εἰς τοσοῦτον ἤγαγε παροξυσμὸν, ὡς ἐφεδρεύειν καὶ βούλεσθαι αὐτὸν ἀνελεῖν καὶ αὐτοὺς καὶ τοὺς Ἕλληνας· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ πολλὴν ἐποίησε τοῖς πιστεύουσι τὴν προσθήκην. Ἐπειδὴ γὰρ ἡττῶντο τῇ διδασκαλίᾳ, λοιπὸν ἐπὶ φόνον ἐτρέποντο ὅπερ τῆς τοῦ Παύλου νίκης σημεῖον καθαρὸν ἦν. Ἀλλ' οὐκ εἴασεν αὐτὸν ὁ Χριστὸς ἀποθανεῖν, τηρῶν αὐτὸν τῷ κηρύγματι· ἀλλ' ὅμως οὐδέν φησι τῶν κατορθωμάτων τούτων· οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ ἔκτρωμα ἑαυτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ τῆς προσηγορίας τῆς τοιαύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν ὁ πλέον πάντων κοπιάσας, ὅπερ μάλιστά ἐστι ταπεινοφροσύνης. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ταπεινὰ δὲ περὶ ἑαυτοῦ λέγων, εὐγνώμων, οὐ ταπεινόφρων ἐστίν· ὁ δὲ μετὰ τοσούτους στεφάνους τοιαῦτα φθεγγόμενος, ἐκεῖνός ἐστιν ὁ μετριάζειν εἰδώς. Καὶ πάλιν ὑπέστρεψα, φησὶν, εἰς Δαμασκόν. Καίτοι πόσα αὐτὸν ἐκεῖ εἰργάσθαι εἰκὸς ἦν; Περὶ γὰρ τῆς πόλεώς φησι ταύτης, ὅτι πᾶσαν αὐτὴν ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφύλαττε, τὸν μακάριον τοῦτον σαγηνεῦσαι βουλόμενος· ὅπερ σημεῖον μέγιστον ἦν τοῦ σφόδρα καὶ κατὰ κράτος ἐλαύνειν αὐτὸν τοὺς Ἰουδαίους. Ἀλλ' οὐδὲν τούτων ἐνταῦθα λέγει, οὐδ' ἂν ἐκεῖ αὐτὰ τότε τέθεικεν, εἰ μὴ καὶ τότε τὸν καιρὸν εἶδεν ἐκεῖνον ἀπαιτοῦντα τὴν ἱστορίαν, ἀλλ' ἐσίγησεν ἄν· ὥσπερ οὖν καὶ ἐνταῦθα, ὅτι ἦλθε καὶ ἀπῆλθε λέγων, οὐκέτι προστίθησι τὰ ἐντεῦθεν γενόμενα. Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον. Τί ταύτης ταπεινοφρονέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα, μηδὲν Πέτρου δεόμενος, μηδὲ τῆς ἐκείνου φωνῆς, ἀλλ' ἰσότιμος ὢν αὐτῷ (πλέον γὰρ οὐδὲν ἐρῶ τέως), ὅμως ἀνέρχεται ὡς πρὸς μείζονα καὶ πρεσβύτερον· καὶ τῆς ἀποδημίας αὐτῷ τῆς ἐκεῖ γίνεται αἰτία ἡ ἱστορία Πέτρου μόνη. Ὁρᾷς πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέμει τιμὴν, καὶ οὐ μόνον ἀμείνω, ἀλλ' οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νομίζει; Καὶ τοῦτο ἐκ τῆς ἀποδημίας ταύτης δῆλον. Καθάπερ γὰρ νῦν πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων πρὸς ἁγίους ἄνδρας ἀποδημοῦσιν, οὕτω καὶ Παῦλος πρὸς Πέτρον τότε διακείμενος ἀπῄει· μᾶλλον δὲ καὶ πολλῷ ταπεινότερον. Οἱ μὲν γὰρ νῦν ὠφελείας ἕνεκεν ἀποδημοῦσιν· ὁ δὲ μακάριος τότε ἐκεῖνος, οὐχ ὡς μαθησόμενός τι παρ' αὐτοῦ, οὐδὲ ὡς διόρθωσίν τινα δεξόμενος, ἀλλὰ διὰ τοῦτο μόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιμῆσαι τῇ παρουσίᾳ. Ἱστορῆσαι γὰρ, φησὶ, Πέτρον. Καὶ οὐκ εἶπεν, Ἰδεῖν Πέτρον, ἀλλ', Ἱστορῆσαι Πέτρον, ὅπερ οἱ τὰς μεγάλας πόλεις καὶ λαμπρὰς καταμανθάνοντες λέγουσιν. Οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς εἶναι καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα. Τοῦτο δὲ καὶ ἀπὸ τῶν πράξεων δῆλον. Ὅτε γὰρ ἦλθεν εἰς Ἱεροσόλυμα, πολλοὺς τῶν ἐθνῶν ἐπιστρέψας, καὶ τοσαῦτα ἐργασάμενος, ὅσα τῶν ἑτέρων οὐδεὶς, τὴν Παμφυλίαν, τὴν Λυκαονίαν, τὸ Κιλίκων ἔθνος, πάντας τοὺς κατὰ τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης διορθωσάμενος καὶ τῷ Χριστῷ προσαγαγὼν, πρῶτον μὲν εἰσέρχεται πρὸς Ἰάκωβον μετὰ πολλῆς τῆς ταπεινοφροσύνης ὡς πρὸς μείζονα καὶ τιμιώτερον. Ἔπειτα συμβουλεύοντος ἀνέχεται, καὶ συμβουλεύοντος ἐναντία τῶν νῦν. Ὁρᾷς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Ἀλλὰ ξύρησαι, καὶ ἁγνίσθητι. Καὶ ἐξυρήσατο, καὶ τὰ Ἰουδαϊκὰ πάντα ἐπετέλεσεν. Ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ταπεινότερος ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι ἐκέχρητο τούτῳ τῷ πλεονεκτήματι· τοῦτο γὰρ οὐκ ἦν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομένους. Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Τὸ μὲν οὖν δι' αὐτὸν ἀποδημῆσαι, τιμῆς ἦν πολλῆς· τὸ δὲ καὶ τοσαύτας ἐπιμεῖναι ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Ὅρα πῶς πρὸς τὸν Πέτρον μείζονα τὴν φιλίαν ἔχει· καὶ γὰρ δι' αὐτὸν ἀπεδήμησε, καὶ πρὸς αὐτὸν ἔμεινε. Ταῦτα δὲ καὶ λέγω συνεχῶς, καὶ ἀξιῶ φυλάττειν, ἵν' ὅταν ἀκούσητε, ἃ κατὰ Πέτρου δοκεῖ εἰρηκέναι, μηδεὶς ὑποπτεύσῃ τὸν Ἀπόστολον. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς τοῦτο προδιορθούμενος ταῦτά φησιν, ἵνα ὅταν λέγῃ, ὅτι Ἀντέστην Πέτρῳ, μηδεὶς ἔχθρας καὶ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τιμᾷ τὸν ἄνδρα καὶ φιλεῖ μᾶλλον πάντων. Δι' οὐδένα γὰρ τῶν ἀποστόλων ἀνεληλυθέναι φησὶν, ἀλλ' ἢ δι' αὐτὸν μόνον. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, φησὶν, εἰ μὴ Ἰάκωβον. Εἶδον, οὐκ ἐδιδάχθην, φησὶ, παρ' αὐτοῦ οὐδέν. Ἀλλ' ὅρα καὶ τοῦτον μεθ' ὅσης τιμῆς ὠνόμασεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἰάκωβον, ἀλλὰ καὶ τὸ σεμνολόγημα προσέθηκεν, Τὸν ἀδελφὸν τοῦ Κυρίου· οὕτω βασκανίας ἁπάσης ἀπηλλαγμένος ἦν. Εἰ γὰρ σημῆναι ὃν ἔλεγεν ἤθελεν, ἐνῆν καὶ ἐξ ἑτέρου γνωρίσματος τοῦτο ποιῆσαι δῆλον, καὶ εἰπεῖν τὸν τοῦ Κλωπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' ἐπειδὴ τὰ τῶν ἀποστόλων σεμνολογήματα ἴδια εἶναι ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων, οὕτω σεμνύνει κἀκεῖνον. Οὐ γὰρ ἐκάλεσεν αὐτὸν οὕτως, ὡς εἶπον, ἀλλὰ πῶς; Τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ' οὕτως ἐνομίζετο· ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπεστράφη τὸ ἀξίωμα θεῖναι τοῦ ἀνδρός. Καὶ πολλαχόθεν ἄλλοθεν δείκνυται, ὅτι διέκειτο πρὸς τοὺς ἀποστόλους πάντας οὕτω γνησίως, ὡς αὐτῷ πρέπον ἦν. Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Εἶδες διὰ πάντων ὁμοίως ἐκλάμπουσαν τῆς ἁγίας ταύτης ψυχῆς τὴν ταπεινοφροσύνην; Καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζόμενος, καὶ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογήσασθαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ Κιλικίας· μετὰ τὸ Πέτρον ἰδεῖν. Πάλιν ἄρχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειμένου, τῆς μὲν Ἰουδαίας οὐχ ἁπτόμενος, διά τε τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ μὴ ἂν ἑλέσθαι ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομεῖν. Διόπερ οὐδὲ κατὰ ψιλὴν αὐτοὺς συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἤμην γὰρ, φησὶν, ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας. Μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἤν ποτε ἐπόρθει. Τί ταύτης τῆς ψυχῆς μετριώτερον γένοιτ' ἄν; Ὅτε μὲν γὰρ τὰ φέροντα αὐτῷ κατηγορίαν διελέγετο, οἷον ὅτι ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ ἐπόρθει αὐτὴν, μετὰ πολλῆς αὐτὰ τέθεικε τῆς ὑπερβολῆς, ἐκπομπεύων αὑτοῦ τὸν βίον τὸν πρότερον· τὰ δὲ μέλλοντα αὐτὸν δεικνύναι λαμπρὸν, ταῦτα παρατρέχει. Καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὰ κατορθώματα αὑτοῦ πάντα εἰπεῖν, οὐδὲν αὐτῶν τίθησιν, ἀλλ' ἑνὶ ῥήματι πέλαγος παρελθὼν ἄφατον, καὶ εἰπὼν, ὅτι Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας, καὶ ὅτι Ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει, οὐδὲν πλέον προσέθηκε. Τί δὲ αὐτῷ βούλεται τὸ λέγειν, ὅτι Ἀγνοούμενος ἤμην ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας; Ἵνα μάθῃς, ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρύξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπὸ ὄψεως γνώριμος ἦν αὐτοῖς. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν. Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης, πῶς αὐτὸν διατηρεῖ μετὰ ἀκριβείας. Οὐ γὰρ εἶπεν, ὅτι ἐθαύμαζόν με, ἐπῄνουν με, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. Τὸν γὰρ Θεὸν ἐδόξαζον, φησὶν, ἐν ἐμοί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
