Ancient Greek
Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 2.1-2
Not analysed yet
Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι νομοθετῶν αὐτοῖς τοῦτο ἔλεγεν, ἐπήγαγε· Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Οὐ γὰρ τῆς αὐθεντίας κρίσις ἦν προηγουμένη, ἀλλὰ τῆς ἐκείνων ἀκρασίας συγγνώμη. Διό φησι· Διὰ τὴν ἀκρασίαν ὑμῶν. Εἰ γὰρ τὴν Παύλου γνώμην θέλεις μαθεῖν, ἄκουσον τί φησι· Θέλω πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ. Οὕτω καὶ ἐνταῦθα, οἱ μὲν ἀπόστολοι οὐχ ὡς νόμον ἐκδικοῦντες, συνεχώρουν, ἀλλὰ τῇ ἀσθενείᾳ τῇ Ἰουδαϊκῇ συγκαταβαίνοντες. Εἰ γὰρ νόμον ἐξεδίκουν, οὐκ ἂν Ἰουδαίοις μὲν οὕτως, ἔθνεσι δὲ ἑτέρως ἐκήρυξαν. Καὶ γὰρ εἰ ὑπὸ τῶν ἀπίστων τὸ πρᾶγμα γενέσθαι ἀναγκαῖον ἦν, καὶ ὑπὸ πάντων εὔδηλον ὅτι τῶν πιστῶν. Εἰ δὲ τοῖς ἔθνεσιν ἐνομοθέτουν μὴ παρενοχλεῖν τούτων ἕνεκεν, ἔδειξαν ὅτι καὶ Ἰουδαίοις συγκαταβαίνοντες ἐπέτρεπον. Οἱ δὲ ψευδάδελφοι οὐχ οὕτως, ἀλλ' ὥστε τῆς χάριτος αὐτοὺς ἐκβαλεῖν, καὶ πάλιν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν ἀγαγεῖν. Πρώτη μὲν οὖν αὕτη ἡ διαφορὰ, πολὺ τὸ μέσον ἔχουσα. Δευτέρα δὲ, ὅτι οἱ μὲν ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει, οἱ δὲ ψευδάδελφοι πανταχοῦ· καὶ γὰρ Γαλατῶν ἥψαντο πάντων. Ὅθεν δῆλον ὅτι οὐχὶ οἰκοδομῆς ἕνεκεν τὸ πρᾶγμα ἐγίνετο, ἀλλὰ καταστροφῆς ὁλοκλήρου. Καὶ ἑτέρως μὲν παρὰ τῶν ἀποστόλων συνεχωρεῖτο, ἑτέρως δὲ παρὰ τῶν ψευδαδέλφων ἐσπουδάζετο. Οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς πῶς καὶ τῇ τῶν κατασκόπων προσηγορίᾳ ἐδήλωσε τὸν πόλεμον ἐκείνων; Οἱ γὰρ κατάσκοποι δι' οὐδὲν εἰσέρχονται, ἀλλ' ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν· καθάπερ καὶ οὗτοι τότε ἐποίουν, ὑπὸ τὴν δουλείαν αὐτοὺς τὴν παλαιὰν εἰσαγαγεῖν βουλόμενοι. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐχ ἡ αὐτὴ προαίρεσις τῶν ἀποστόλων καὶ τούτων, ἀλλὰ καὶ σφόδρα ἐναντία. Ἐκεῖνοι μὲν γὰρ συνεχώρουν, ἵνα κατὰ μικρὸν ἐξαγάγωσι τῆς δουλείας· οὗτοι δὲ κατεσκεύαζον, ἵνα μειζόνως ὑποβάλωσι τῇ δουλείᾳ. Διὸ παρετήρουν περισκοποῦντες ἀκριβῶς, καὶ περιεργαζόμενοι τίνες ἀκρόβυστοι· καθὼς καὶ Παῦλος τοῦτο δηλῶν ἔλεγε, Παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν· οὐ τῷ τῶν κατασκόπων ὀνόματι μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνδεικνύμενος. Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ. Ὅρα λέξεως εὐγένειαν καὶ ἔμφασιν. Οὐ γὰρ εἶπε, Τῷ λόγῳ, ἀλλὰ, Τῇ ὑποταγῇ. Οὐ γὰρ ἵνα τι διδάξωσι χρήσιμον, ταῦτα ἐποίουν, ἀλλ' ἵνα ὑποτάξωσι καὶ δουλώσωνται. Διὰ τοῦτο τοῖς μὲν ἀποστόλοις εἴξαμεν, τούτοις δὲ οὐκέτι. Ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. Ἵν' ὅπερ ἔφθημεν, φησὶν, εἰπόντες, τοῦτο διὰ τῶν ἔργων βεβαιώσωμεν, ὅτι Τὰ ἀρχαῖα παρῆλθε, καὶ γέγονε καινὰ τὰ πάντα, καὶ ὅτι, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ ὅτι Τοὺς περιτεμνομένους Χριστὸς οὐδὲν ὠφελήσει. Ταύτην τὴν ἀλήθειαν βεβαιοῦντες, οὐδὲ πρὸς ὥραν εἴξαμεν. Εἶτα ἐπειδὴ εὐθέως ἀντέπιπτεν αὐτῷ τὰ παρὰ τῶν ἀποστόλων, καὶ εἰκὸς ἦν τινας λέγειν· Πῶς οὖν ταῦτα ἐκεῖνοι προστάττουσιν; ὅρα πῶς λύει σοφῶς τὴν ἀντίθεσιν. Οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν, οἷον ὅτι συγκαταβάσεως ἕνεκεν καὶ οἰκονομίας τοῦτο ἐποίουν οἱ ἀπόστολοι· ἢ γὰρ ἂν ἐβλάβησαν οἱ ἀκούοντες. Δεῖ γὰρ τῆς οἰκονομίας ἀγνοεῖν τὴν αἰτίαν τοὺς μέλλοντάς τι καρποῦσθαι παρ' αὐτῆς χρήσιμον· εἰ γὰρ φανείη τῶν γινομένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται. Διὰ τοῦτο τὸν μὲν ἐργαζόμενον αὐτὴν, εἰδέναι χρὴ τὴν αἰτίαν τῶν γινομένων· τοὺς δὲ μέλλοντάς τι κερδαίνειν παρ' αὐτῆς, ἀγνοεῖν. Καὶ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, ἐπ' αὐτῆς τῆς ταύτης ὑποθέσεως χρήσομαι τῷ ὑποδείγματι. Οὗτος αὐτὸς ὁ μακάριος Παῦλος ὁ περιτομὴν ἀναιρῶν, μέλλων ποτὲ τὸν Τιμόθεον Ἰουδαίοις πέμπειν διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν. Ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσῆλθε μετὰ τῆς περιτομῆς, ἵνα καταλύσῃ τὴν περιτομήν. Ἀλλὰ τὴν αἰτίαν αὐτὸς μὲν ἠπίστατο καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν. Εἰ γὰρ ἔγνωσαν, ὅτι διὰ τοῦτο περιέτεμεν, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ' ἂν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἂν διεῤῥύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε. Νομίζοντες γὰρ αὐτὸν ὡς νομοφύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσηνῶς καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν. Δεξάμενοι δὲ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν. Μαθόντες γὰρ ἂν αὐτὸν ἀπεστράφησαν, ἀποστραφέντες δὲ οὐκ ἂν ἤκουσαν, μὴ ἀκούσαντες δὲ ἔμειναν ἂν ἐπὶ τῆς πλάνης τῆς προτέρας· ὅπερ ἵνα μὴ γένηται, οὐκ ἐξεκάλυψε τὴν αἰτίαν. Διὰ τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονομίας τὴν πρόφασιν, ἀλλ' ἑτέρως μεθοδεύει τὸν λόγον, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει. Ἐνταῦθα οὐ μόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ἁγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέμνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν. Οὐ γὰρ, ἐπειδὴ μεγάλοι εἰσὶ καὶ ἔξαρχοι, ὁ Θεὸς πρόσωπον αὐτῶν λήψεται. Ἀλλ' οὕτω μὲν σαφῶς οὐκ εἶπε, πεφεισμένως δέ· οὐ γὰρ εἶπεν, Εἰ δὲ ἐκεῖνοι θολοῦσι τὸ κήρυγμα, καὶ παρὰ τὰ προστεταγμένα κηρύττουσι, δώσουσι τὴν ἐσχάτην δίκην, καὶ τιμωρίαν ὑποστήσονται· τούτων μὲν οὐδὲν εἶπε, σεμνοτέρως δὲ αὐτῶν δοκεῖ καθάπτεσθαι, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν. Καὶ οὐκ εἶπεν, Ὁποῖοί ποτέ εἰσιν, ἀλλ' Ἦσαν, δεικνὺς ὅτι καὶ αὐτοὶ λοιπὸν ἦσαν παυσάμενοι τοῦ οὕτω κηρύσσειν, ἅτε τοῦ κηρύγματος πανταχοῦ διαλάμψαντος. Τὸ δὲ, Ὁποῖοί ποτε ἦσαν, Εἰ οὕτω, φησὶν, ἐκήρυττον αὐτοὶ, τὸν λόγον δώσουσιν. Οὐ γὰρ ἀνθρώποις, ἀλλὰ Θεῷ μέλλουσιν ἀπολογεῖσθαι.