Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 2.1-3
Not analysed yet
Πῶς οὖν οὐκ ἐσχάτης μανίας τοσαῦτα παρὰ τῆς πίστεως εὐεργετηθέντας, ταύτην μὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν τοιοῦτον παρασχόντα νόμον αὐτομολῆσαι πάλιν; Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε. Πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε. Δέον γὰρ, φησὶ, προσθήκην ποιῆσαι τοῦ χρόνου προϊόντος, οὐ μόνον οὐκ ἐπεδώκατε, ἀλλὰ καὶ εἰς τοὐπίσω κατηνέχθητε πάλιν. Οἱ γὰρ ἀπὸ τῶν μικρῶν ἀρχόμενοι, προϊόντες ἐπὶ τὰ μείζονα ἀναβαίνουσιν· ὑμεῖς δὲ ἀπὸ τῶν μεγάλων ἀρξάμενοι, πρὸς τὰ ἐναντία κατηνέχθητε. Εἰ γὰρ καὶ ἀπὸ σαρκικῶν ἤρξασθε, ἔδει εἰς τὰ πνευματικὰ προκόψαι· νῦν δὲ ἀπὸ πνευματικῶν ἀρξάμενοι, εἰς τὰ σαρκικὰ κατελύσατε· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικὸν, τὸ δὲ περιτέμνεσθαι, σαρκικόν. Ὑμεῖς δὲ μετὰ τὰ σημεῖα ἐπὶ τὴν περιτομὴν ἤλθετε, μετὰ τὸ δράξασθαι τῆς ἀληθείας ἐπὶ τοὺς τύπους κατεπέσετε, μετὰ τὸ κατοπτεῦσαι τὸν ἥλιον τὸν λύχνον ἐπιζητεῖτε, μετὰ τὴν στερεὰν τροφὴν ἐπὶ τὸ γάλα τρέχετε. Καὶ οὐκ εἶπε, Σαρκὶ τελεῖσθε, ἀλλὰ, Σαρκὶ ἐπιτελεῖσθε, δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖνοι κατέκοπτον, τούτων ἑαυτοὺς ἐκδιδόντων εἰς τὸ πάσχειν ἅπερ ἐβούλοντο ἐκεῖνοι· ὥσπερ ἂν εἴ τις ἀπὸ στρατηγῶν καὶ ἀριστέων μετὰ μυρία τρόπαια καὶ νίκας εἰς τὴν τῶν λειποτακτῶν δοὺς ἑαυτὸν ἀτιμίαν, καταστίζειν παρέχει τοῖς βουλομένοις τὸ σῶμα. Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Τοῦτο τοῦ προτέρου πολὺ πληκτικώτερον. Οὐ γὰρ οὕτως ἠδύνατο ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγώνων ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ Χριστόν. Πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι βούλονται, καὶ τὸν στέφανον ὑμῶν ἁρπάσαι. Εἶτα, ἵνα μὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἔμεινεν ἕως τῆς ἀποφάσεως, ἀλλ' ἐπήγαγεν· Εἴ γε καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητε, φησὶν, ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυτοὺς, οὐκ εἰκῆ. Ποῦ νῦν εἰσιν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες; Ἰδοὺ γὰρ οὗτοι καὶ Πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ ὁμολογηταὶ ἐγένοντο, μυρίους διὰ τὸν Χριστὸν ὑπομείναντες κινδύνους καὶ διωγμοὺς, καὶ μετὰ τοσαῦτα κατορθώματα τῆς χάριτος ἐξέπεσον. Ἀλλ' ὅμως, φησὶν, ἐὰν βούλησθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Τοσαύτης, φησὶν, ἠξιώθητε δωρεᾶς, καὶ θαύματα ἐπετελέσατε τοσαῦτα, ὅτι νόμον ἐφυλάξατε, ἢ ὅτι πίστιν ἐτηρήσατε; Δῆλον ὅτι διὰ τὴν πίστιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον καὶ περιέφερον ἐκεῖνοι λέγοντες, ὅτι οὐκ ἔχει ἡ πίστις ἰσχὺν, τοῦ νόμου μὴ προσκειμένου· δείκνυσι τὸ ἐναντίον, ὅτι τῶν ἐντολῶν προστεθεισῶν οὐδὲν ἡ πίστις ὠφελήσει λοιπόν· ἡ γὰρ πίστις τότε ἰσχύει, ὅταν μὴ προστεθῇ ἀπὸ τοῦ νόμου. Ὅσοι γὰρ ἐν νόμῳ δικαιοῦσθε, φησὶ, τῆς χάριτος ἐξεπέσετε. Ἀλλὰ τοῦτο μὲν προϊών φησιν, ὅτε καὶ μείζονι κέχρηται παῤῥησίᾳ, ἀπὸ τῶν ἤδη κατεσκευασμένων τὴν ἀφορμὴν λαμβάνων· τέως δὲ ἀπὸ τῶν παρελθόντων τὴν ἀφορμὴν κατασκευάζει. Ὅτε γὰρ, φησὶν, οὐ προσείχετε τῷ νόμῳ, ἀλλὰ τῇ πίστει, τότε τὸ Πνεῦμα ἐλάβετε, καὶ τὰ σημεῖα ἐπετελέσατε. Εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ ἕτερον ἐκίνει τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον ἄγων, καὶ σφόδρα εὐκαίρως, καὶ μετὰ πολλῆς τῆς περιουσίας, οὕτω λέγων· Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Δηλοῖ μὲν γὰρ, φησὶ, τῆς πίστεως τὴν δύναμιν, καὶ τὰ ὑφ' ὑμῶν γενόμενα θαύματα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑμᾶς πείσαιμι διηγημάτων. Ἐπειδὴ γὰρ πολὺς τοῦ πατριάρχου λόγος ἦν παρ' αὐτοῖς, ἄγει καὶ αὐτὸν εἰς μέσον, καὶ δείκνυσι καὶ αὐτὸν οὕτω δικαιωθέντα. Εἰ δὲ ὁ πρὸ τῆς χάριτος ἀπὸ πίστεως ἐδικαιώθη, καίτοι γε καὶ ἐν ἔργοις κομῶν, πολλῷ μᾶλλον ὑμεῖς. Τί γὰρ ἐκεῖνος ἐβλάβη μὴ γενόμενος ὑπὸ νόμον; Οὐδὲν, ἀλλ' ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ. Οὐδὲ γὰρ ἦν νόμος τότε, φησίν. Οὐδὲ γὰρ νῦν ἔστι νόμος, ὥσπερ οὐδὲ τότε. Διὰ γὰρ τοῦτο ἀνελὼν τοῦ νόμου τὴν χρείαν, τότε τὸν πρὸ τοῦ νόμου δικαιωθέντα εἰσήγαγεν, ἵνα μὴ ταύτην δέξηται τὴν ἀντίθεσιν. Ὥσπερ γὰρ τότε οὐδέπω δοθεὶς ἦν, οὕτω καὶ νῦν δοθεὶς πέπαυται. Εἶτα ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ἐξ Ἀβραὰμ γεγενῆσθαι, καὶ ἐδεδοίκεισαν, μὴ τὸν νόμον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας· καὶ τοῦτο πάλιν εἰς τὸ ἐναντίον περιτρέπει, καὶ λύει τὸν φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν μάλιστα ἡ πίστις ἐργάζεται. Καὶ τοῦτο σαφέστερον μὲν ἐν τῇ πρὸς Ῥωμαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζεται, λέγων οὕτω· Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. Εἶτα καὶ αὐτὸ τοῦτο ἀπὸ μαρτυρίας συνίστησι παλαιᾶς. Προϊδοῦσα γὰρ, φησὶν, ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη. Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν, οὗτοί εἰσιν υἱοὶ, ἀλλ' οἱ τὴν πίστιν ἐκείνου μιμησάμενοι (τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τὰ ἔθνη), δῆλον ὅτι εἰς ταύτην εἰσάγεται τὴν συγγένειαν.