# In epistulam ad Galatas commentarius 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/2.1

Καὶ ταῦτα, καὶ τὰ τοιαῦτα λέγοντες, καὶ τοῦτον μὲν καθαιροῦντες, ἐκείνων δὲ τὴν δόξαν ἐπαίροντες, οὐχ ἵνα ἐκείνους ἐγκωμιάσωσιν, ἀλλὰ ἵνα Γαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόμῳ προσέχειν. Εἰκότως οὖν οὕτως ἤρξατο. Ἐπεὶ γὰρ τὴν μὲν αὐτοῦ διδασκαλίαν ἐξηυτέλιζον, παρὰ ἀνθρώπων αὐτὴν λέγοντες εἶναι, τὴν δὲ Πέτρου παρὰ τοῦ Χριστοῦ, ἐκ προοιμίων εὐθέως πρὸς τοῦτο ἵσταται, λέγων ἀπόστολος εἶναι, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἐβάπτισε μὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ' οὐκ ἐκεῖνος τῆς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν· ἀλλ' αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυμαστὴν ἐκείνην πρὸς αὐτὸν ἀφῆκε φωνὴν, δι' ἧς αὐτὸν ἐσαγήνευσε. Τὸν μὲν γὰρ Πέτρον καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰωάννην καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου, περιπατῶν παρὰ τὴν θάλασσαν ἐκάλεσε, τὸν δὲ Παῦλον εἰς οὐρανοὺς ἀνελθών. Καὶ ὥσπερ οὐκ ἐδεήθησαν ἐκεῖνοι δευτέρας φωνῆς, ἀλλ' εὐθέως ἀφέντες τὰ δίκτυα καὶ πάντα τὰ ἄλλα ἠκολούθησαν αὐτῷ· οὕτω καὶ οὗτος ἀπὸ τῆς πρώτης κλήσεως πρὸς ἄκραν ἀνέβη κορυφὴν, ὁμοῦ τε βαπτισάμενος καὶ πόλεμον ἄσπονδον πρὸς Ἰουδαίους ἑλόμενος, καὶ ταύτῃ μάλιστα τῶν ἀποστόλων πλεονεκτήσας· Περισσότερον γὰρ αὐτῶν ἐκοπίασα, φησίν. Ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ' ἀγαπᾷ τὰ ἴσα φέρων. Τὸ γὰρ σπουδαζόμενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν ὑπόθεσιν. Τὸ μὲν οὖν, Οὐκ ἀπ' ἀνθρώπων, κοινὸν ἁπάντων ἦν· ἄνωθεν γὰρ τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ἔχει τὸ κήρυγμα· τὸ δὲ, Οὐ δι' ἀνθρώπων, ἴδιον τῶν ἀποστόλων· οὐ γὰρ δι' ἀνθρώπων ἐκάλεσεν αὐτοὺς, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ. Διὰ τί δὲ μὴ τῆς κλήσεως ἐμνημόνευσε καὶ εἶπε, Παῦλος κλητὸς οὐκ ἀπ' ἀνθρώπων, ἀλλὰ τῆς ἀποστολῆς; Ὅτι περὶ τούτου πᾶς ἦν ὁ λόγος. Ἔλεγον γὰρ ὑπὸ ἀνθρώπων τῶν ἀποστόλων ἐγκεχειρίσθαι τὴν διδασκαλίαν ταύτην, καὶ δεῖν ἐκείνοις αὐτὸν ἕπεσθαι. Ὅτι δὲ οὐχ ὑπὸ ἀνθρώπων ἐνεχειρίσθη, ὁ Λουκᾶς ἐδήλωσεν, εἰπών· Λειτουργούντων δὲ αὐτῶν καὶ νηστευόντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Ὅθεν δῆλον, ὅτι μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος. Ἀποσταλεὶς γὰρ ὑπὸ τοῦ Πνεύματος, ὑπὸ τοῦ Χριστοῦ φησιν ἀπεστάλθαι. Τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ τῷ Πνεύματι λογιζόμενος. Τοῖς γὰρ Μιλησίων διαλεγόμενος πρεσβυτέροις, Προσέχετε ἑαυτοῖς, φησὶ, καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους· καίτοι γε ἐν ἄλλῃ φησὶν Ἐπιστολῇ, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, εἶτα ποιμένας καὶ διδασκάλους. Οὕτως ἀδιαφόρως κέχρηται τῷ λόγῳ, τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος. Ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων, Διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός. Ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην ὡς ἐλάττονα οὖσαν προσεῤῥῖφθαι τῷ Υἱῷ φασιν, ὅρα τί ποιεῖ· ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησιν, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀῤῥήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν μέσον Υἱοῦ καὶ Πατρός· εἰπὼν γὰρ, Διὰ Ἰησοῦ Χρι στοῦ, ἐπήγαγε, Καὶ Θεοῦ Πατρός. Εἰ μὲν γὰρ καθ' ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπε τὸ, Δι' οὗ, ἴσως ἂν καὶ ἐσοφίσαντο, λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ, Δι' οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νῦν δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινῇ θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν. Οὐ γὰρ, ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ, τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει. Τί δὲ καὶ οἱ ἀπὸ τοῦ βαπτίσματος ἐπινοοῦντές τινα ἐλάττωσιν διὰ τὸ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτίζεσθαι, ἐνταῦθα ἂν εἴποιεν; Εἰ γὰρ καταδεέστερος ὁ Υἱὸς διὰ τὸ μετὰ Πατέρα κεῖσθαι, ἐπειδὴ ἐνταῦθα ἀπὸ τοῦ Χριστοῦ ἀρξάμενος ὁ Ἀπόστολος ἐπὶ τὸν Πατέρα ἔρχεται, τί ἂν εἴποιεν; Ἀλλ' οὐδὲν ἂν εἴποιμεν βλάσφημον. Οὐ γὰρ χρὴ φιλονεικοῦντας ἐκείνοις τῆς ἀληθείας ἐξίστασθαι, ἀλλὰ, κἂν μυριάκις μαίνωνται, τὰ μέτρα τῆς εὐσεβείας ἡμᾶς διατηρεῖν ἀναγκαῖον. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς μείζονα τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδὴ τοῦ Χριστοῦ πρῶτον ἐμνημόνευσεν· ἐσχάτης γὰρ τοῦτο μανίας, καὶ ἀσεβείας ὑπερβολὴ πάσης· οὕτως οὐδὲ ἐκεῖ διὰ τὸ μετὰ τὸν Πατέρα κεῖσθαι τὸν Υἱὸν, ἐλάττοντα χρὴ νομίζειν ἡμᾶς εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Τί ποιεῖς, ὦ Παῦλε; ἰουδαΐζοντας ἀνθρώπους ἐνάγειν εἰς πίστιν θέλων, οὐδὲν τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἄγεις εἰς μέσον, οἷον ὃ πρὸς Φιλιππησίους ἔγραφες, λέγων, ὅτι Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ὃ μετὰ ταῦτα ἐπιστέλλων Ἑβραίοις ἀνεβόησας, ὅτι Ἀπαύγασμά ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ὃ ἐκ προοιμίων ὁ τῆς βροντῆς υἱὸς ἀνεφώνησεν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὃ πρὸς Ἰουδαίους πολλάκις αὐτὸς ὁ Ἰησοῦς φθεγγόμενος ἔλεγεν, ὅτι τὰ αὐτὰ δύναται τῷ Πατρὶ, καὶ τὴν αὐτὴν ἐξουσίαν ἔχει. Τούτων οὐδὲν λέγεις, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, τῆς κατὰ σάρκα οἰκονομίας μέμνησαι, σταυρὸν εἰς μέσον φέρων καὶ νέκρωσιν; Ναὶ, φησίν. Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ λόγος ἦν μηδὲν μέγα περὶ τοῦ Χριστοῦ φανταζομένους, καλῶς εἶχεν ἐκεῖνα λέγειν· ἐπειδὴ δὲ ὡς μέλλοντες τιμωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόμου, στασιάζουσι πρὸς ἡμᾶς, διὰ τοῦτο πράγματος μέμνηται, δι' οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν, λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως εὐεργεσίαν ἐγγινομένην ἅπασι. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὅτι ἐν μορφῇ Θεοῦ ὑπῆρχε, καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, καὶ ὅσα τοιαῦτα, δεικνύντος μὲν ἦν τὴν τοῦ Λόγου θεότητα, οὐδὲν δὲ τοιοῦτον εἰς τὸ παρὸν συμβαλλομένου· τὸ δὲ εἰπεῖν, Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, ἀναμιμνήσκοντος ἦν τῆς ὑπὲρ ἡμῶν εὐεργεσίας τὸ κεφάλαιον, ὅπερ οὐ μικρὸν εἰς τὸ προκείμενον αὐτῷ συνετέλει. Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τοῖς τὴν τοῦ Θεοῦ μεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ἐνδεικνυμένοις. Διόπερ ἀφεὶς ἐκεῖνα εἰπεῖν περὶ τῆς εἰς ἡμᾶς εὐεργεσίας γεγενημένης ποιεῖται τὸν λόγον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
