Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 3.1
Not analysed yet
Ἀλλ' ἐπιπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες, Ἰδοὺ ὁ Πατὴρ ἐγείρει τὸν Υἱόν. Ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς μὲν τὰ ὑψηλὰ τῶν δογμάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἢ τῆς σαρκὸς ἕνεκεν εἰρημένα οὕτως, ἢ διὰ τὴν εἰς τὸν Πατέρα τιμὴν, ἢ δι' ἄλλην τινὰ οἰκονομίαν, ταῦτα ἐκλέγουσι, καὶ καθ' ἑαυτὰ ἐξετάζοντες, ἐπηρεάζουσιν ἑαυτοῖς (οὐ γὰρ ἂν εἴποιμι τῇ Γραφῇ)· οὓς ἡδέως ἂν ἐροίμην. τίνος ἕνεκεν ταῦτα λέγουσιν; ἆρα ἀσθενῆ τὸν Υἱὸν ἐπιδεῖξαι βουλόμενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώματος; Καὶ μὴν ἡ εἰς αὐτὸν πίστις καὶ τὰς σκιὰς τῶν εἰς αὐτὸν πιστευόντων ἀνιστᾷν ἐποίησε νεκρούς. Εἶτα οἱ μὲν εἰς αὐτὸν πιστεύοντες ἄνθρωποι, θνητοὶ μὲν ὄντες, ἔτι ἀπὸ σκιᾶς μόνης τῶν πηλίνων σωμάτων ἐκείνων, καὶ ἱματίων τοῖς σώμασι τούτοις περικειμένων νεκροὺς ἤγειραν, αὐτὸς δὲ ἑαυτὸν ἀναστῆσαι οὐκ ἴσχυσε, καὶ πῶς οὐ φανερὰ αὕτη μανία, καὶ παρανοίας ἐπίτασις; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν; Τίνος οὖν ἕνεκεν ὁ Πατὴρ αὐτὸν ἐγηγερκέναι λέγεται; Ὥσπερ καὶ τὰ ἄλλα ποιεῖν, ἅπερ αὐτὸς ποιεῖ. Καὶ γὰρ καὶ εἰς τὸν Πατέρα τιμῆς ἕνεκεν εἴρηται τοῦτο, καὶ τῆς τῶν ἀκροατῶν ἀσθενείας. Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί. Τί δήποτε οὐδαμοῦ τοῦτο προσέθηκεν ἐπιστέλλων; Ἢ γὰρ τὸ αὐτοῦ ὄνομα τίθησι μόνον, ἢ δύο καὶ τριῶν ἑτέρων ὀνομαστί· ἐνταῦθα δὲ πλῆθος ὁλόκληρον ἔθηκε· διόπερ οὐδὲ ὀνομαστί τινος ἐμνημόνευσε. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Διέβαλλον αὐτὸν ὡς μόνον ταῦτα κηρύττοντα, καὶ καινοτομίαν τινὰ τοῖς δόγμασιν ἐπεισάγοντα. Θέλων οὖν ἀνελεῖν αὐτῶν τὴν ὑποψίαν, καὶ δεῖξαι ὅτι πολλοὺς ἔχει τῆς γνώμης κοινωνοὺς, συνέταξε τοὺς ἀδελφοὺς, δηλῶν ὅτι ἅπερ γράφει, καὶ ἀπὸ τῆς ἐκείνων γράφει γνώμης. Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Οὐ γὰρ μίαν πόλιν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον τῶν Γαλατῶν τὸ ἔθνος αὕτη τῆς πλάνης ἐπενέμετο ἡ πυρά. Θέα δέ μοι καὶ ἐνταῦθα τὴν πολλὴν ἀγανάκτησιν. Οὐ γὰρ εἶπε, Τοῖς ἀγαπητοῖς, οὐδὲ, Τοῖς ἡγιασμένοις, ἀλλὰ, Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Τοῦτο δὲ ἦν σφόδρα βαρυθυμοῦντος καὶ τὴν ὀδύνην ἐνδεικνυμένου, τὸ μηδὲ ἀπὸ τῆς ἀγάπης, μηδὲ ἀπὸ τῆς τιμῆς τῶν ὀνομάτων αὐτοὺς καλέσαι, ἀλλ' ἀπὸ τῆς συνόδου μόνης· καὶ μηδὲ προσθεῖναι, Ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ' ἁπλῶς Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Ἄλλως δὲ καὶ συνάψαι ἐκ προοιμίων τὸ στασιάζον ἐπείγεται· διὸ καὶ τὸ ὄνομα τῆς Ἐκκλησίας τέθεικεν, ἐντρέπων αὐτοὺς, καὶ συνάγων εἰς ἕν. Οἱ γὰρ εἰς πολλὰ διῃρημένοι μέρη, οὐκ ἂν δύναιντο ταύτῃ καλεῖσθαι τῇ προσηγορίᾳ· τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα, συμφωνίας ὄνομα καὶ ὁμονοίας ἐστί. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πανταχοῦ μὲν ἀναγκαίως τοῦτο τίθησι, μάλιστα δὲ Γαλάταις ἀποστέλλων νῦν. Ἐπειδὴ γὰρ τῆς χάριτος ἐκινδύνευον ἐκπεσεῖν, ἐπεύχεται αὐτοῖς ταύτην ἀνακτήσασθαι πάλιν. Ἐπειδὴ γὰρ πρὸς τὸν Θεὸν ἑαυτοὺς ἐξεπολέμωσαν, παρακαλεῖ τὸν Θεὸν πρὸς τὴν αὐτὴν αὐτοὺς ἐπαναγαγεῖν εἰρήνην. Θεοῦ Πατρός. Κἀντεῦθεν πάλιν ῥᾳδίως ἁλίσκονται οἱ αἱρετικοί. Ἐπειδὴ γάρ φασι τὸν Ἰωάννην ἐν προοιμίῳ τῶν Εὐαγγελίων λέγοντα, Καὶ Θεὸς ἦν ὁ Λόγος, διὰ τοῦτο χωρὶς ἄρθρου τεθεικέναι τοῦτο, ὡς ἐλάττονα εἰσάγοντα τὴν θεότητα τοῦ Υἱοῦ, καὶ πάλιν τὸν Παῦλον ἐν μορφῇ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν λέγοντα, οὐ περὶ τοῦ Πατρὸς εἰρηκέναι, διὰ τὸ χωρὶς ἄρθρου καὶ αὐτὸ κεῖσθαι· τί ἂν εἴποιεν ἐνταῦθα, τοῦ Παύλου λέγοντος, οὐκ, Ἀπὸ τοῦ Θεοῦ, Ἀλλ', Ἀπὸ Θεοῦ Πατρός; Πατέρα δὲ ἐνταῦθα τὸν Θεὸν καλεῖ, οὐ κολακεύων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα καθαπτόμενος, καὶ ὑπομιμνήσκων τὴν αἰτίαν δι' ἧς ἐγένοντο υἱοί. Οὐ γὰρ διὰ νόμου, ἀλλὰ διὰ λουτροῦ παλιγγενεσίας ταύτης ἠξιώθησαν τῆς τιμῆς. Διὰ τοῦτο πανταχοῦ καὶ ἐν προοιμίοις κατασπείρει τὰ ἴχνη τῆς εὐεργεσίας τοῦ Θεοῦ, μονονουχὶ λέγων· Οἱ δοῦλοι, καὶ οἱ ἐχθροὶ, καὶ οἱ ἠλλοτριωμένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν; μὴ ὁ νόμος ὑμῖν ταύτην ἐχαρίσατο τὴν συγγένειαν; τί τοίνυν καταλιπόντες τὸν εἰς ταύτην ὑμᾶς τὴν ἐγγύτητα ἀγαγόντα, προστρέχετε πάλιν τῷ παιδαγωγῷ; Οὐκ ἐπὶ τοῦ Πατρὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Υἱοῦ ἱκανὰ τὰ ὀνόματα, αὐτοῖς ταῦτα τὴν εὐεργεσίαν ἐνδείξασθαι. Τὸ γὰρ Κυρίου Ἰησοῦ Χριστοῦ ὄνομα μετὰ ἀκριβείας ἐξεταζόμενον τὴν εὐεργεσίαν πᾶσαν ἐνδείκνυται. Καὶ γὰρ Ἰησοῦς διὰ τοῦτο κληθήσεται, φησὶν, Ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ ἡ τοῦ Χριστοῦ δὲ προσηγορία τῆς τοῦ Πνεύματος ἀνέμνησε χρίσεως. Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.