# In epistulam ad Galatas commentarius 3.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/3.1-2

Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμφιβάλλων, οὐδ' ὡς ἀγνοῶν τὰ ἐκείνων, ἀλλ', ὅπερ ἔφθην εἰπὼν, οὕτω συμφέρειν νομίζων μεθοδεῦσαι τὸν λόγον. Εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναντίαν ἔχων τάξιν κατηγορεῖν αὐτῶν, καὶ ἀπὸ τούτου κατασκευάσῃ μάχης ὑπόνοιαν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν, εἰπὼν, ὅτι Ἐμοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο. Τί δὲ τοῦτό ἐστιν; Ἃ μὲν ὑμεῖς λέγετε, φησὶν, οὐκ οἶδα· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἐμοὶ οὐκ ἠναντιώθησαν, ἀλλὰ καὶ συνέπνευσαν καὶ συνεφώνησαν· τὸ γὰρ, Δεξιὰς ἔδωκαν, τοῦτό ἐστι δηλοῦντος. Ἀλλὰ τέως οὐ λέγει τοῦτο, ἀλλ' ὅτι οὐκ ἐδίδαξαν, οὐ διώρθωσαν, οὐ πλέον τι προσέθηκαν ὧν ᾔδειν. Ἐμοὶ γὰρ οἱ δοκοῦντες, φησὶν, οὐδὲν προσανέθεντο. Τουτέστι. Μαθόντες τὰ ἐμὰ, οὐδὲν προσέθηκαν, οὐδὲν διώρθωσαν, καὶ ταῦτα εἰδότες, ὅτι διὰ τοῦτο παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατ' ἀποκάλυψιν Πνεύματος παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι, καὶ Τίτον ἀκρόβυστον εἶχον μεθ' ἑαυτοῦ, οὔτε ἐμοί τι πλέον εἶπον ὧν ᾔδειν, οὔτε ἐκεῖνον περιέτεμον. Ἀλλὰ τοὐναντίον. Τί ἐστι, Τοὐναντίον; Τινὲς μέν φασι τοῦτο αὐτὸν λέγειν, ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ' αὐτοῦ· ἐγὼ δὲ οὐκ ἂν εἴποιμι τοῦτο. Τί γὰρ ἔμελλον παρ' αὐτοῦ μανθάνειν πλέον; καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν. Οὐ τοίνυν τοῦτο βούλεται εἰπεῖν Τοὐναντίον λέγων, ἀλλ' ὅτι οὐ μόνον οὐκ ἐπετίμησαν, ἀλλὰ καὶ τοσοῦτον ἀπέσχον τοῦ μέμψασθαι, ὅτι καὶ ἐπῄνεσαν· τὸ γὰρ ἐναντίον τοῦ μέμψασθαι τὸ ἐπαινέσαι. Εἶτα ἐπειδὴ εἰκὸς ἦν ἀντειπεῖν τινας, Εἰ ἐπῄνεσαν, πῶς οὖν τὴν περιτομὴν οὐκ ἀνεῖλον; εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν· εἰπεῖν μὲν ὅτι ἀνεῖλον, λίαν ἀναίσχυντον εἶναι ἐνόμιζε, καὶ πρὸς τὰ ὡμολογημένα φανερὰν μάχην εἰσάγειν· πάλιν ὁμολογοῦντα τὴν τῆς περιτομῆς συγχώρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐμπεσεῖν ἀνάγκην οὖσαν ἑώρα. Εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγμα τὸ σὸν, φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον περιτομὴν, ἑαυτοῖς ἐμάχοντο. Τίς οὖν ἡ τούτου λύσις; Ἦν εἰπεῖν, ὅτι συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονομίας τὸν θεμέλιον διεσάλευσεν ἄν. Διὰ τοῦτο μὲν οὐ λέγει, ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον εἰπών· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, οὐδέν μοι διαφέρει· ὡς ἂν εἰ ἔλεγεν, Οὐ κατηγορῶ, οὐδὲ διαβάλλω τοὺς ἁγίους ἐκείνους· ἴσασιν αὐτοὶ τί ἔπραττον· καὶ γὰρ τῷ Θεῷ μέλλουσιν ἀποδιδόναι λόγον· τὸ δὲ σπουδαζόμενον ἐμοὶ δεῖξαι, ὅτι τὰ ἐμὰ οὐ καθεῖλον, οὐδὲ διώρθωσαν, οὐδὲ προσέθηκαν ὡς ἐνδεῶς ἔχουσιν αὐτοῖς, ἀλλὰ καὶ ἐπῄνεσαν καὶ συνῄνεσαν· καὶ τούτων μάρτυρας ἔχω καὶ Τίτον καὶ Βαρνάβαν. Διόπερ ἐπάγει λέγων· Ἰδόντες ὅτι πεπίστευμαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς· περιτομὴν καὶ ἀκροβυστίαν οὐ τὰ πράγματα λέγων αὐτὰ, ἀλλὰ τὰ ἀπὸ τούτων γνωριζόμενα ἔθνη. Ἐπήγαγε γοῦν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Ὥσπερ οὖν τὴν ἀκροβυστίαν τὰ ἔθνη καλεῖ, οὕτω καὶ περιτομὴν Ἰουδαίους. Καὶ δείκνυσιν αὐτοῖς ὁμότιμον ὄντα λοιπὸν, καὶ οὐ τοῖς ἄλλοις ἑαυτὸν, ἀλλὰ τῷ κορυφαίῳ συγκρίνει, δεικνὺς ὅτι τῆς αὐτῆς ἕκαστος ἀπέλαυσεν ἀξίας. Ἐπειδὴ γὰρ τὴν περὶ τῆς ὁμονοίας αὐτῶν κατεσκεύασεν ἀπόδειξιν, θαῤῥῶν λοιπὸν μετὰ παῤῥησίας διαλέγεται, καὶ οὐκέτι ἵσταται μέχρι τῶν ἀποστόλων μόνων, ἀλλ' ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ' ἐκείνου δοθεῖσαν χάριν αὐτῷ· καὶ μάρτυρας τούτων τοὺς ἀποστόλους καλεῖ, καί φησιν· ὅτι Γνόντες τὴν χάριν τοῦ Κυρίου τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Καὶ οὐκ εἶπεν, ὅτι ἀκούσαντες, ἀλλὰ, Γνόντες, τουτέστι, καταμαθόντες δι' αὐτῶν τῶν πραγμάτων, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶδες πῶς κατὰ μικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν, καὶ τοῖς ἀποστόλοις; Οὐδὲ γὰρ ἂν ἐδόθη, οὐδὲ ἐνήργησεν ἡ χάρις, εἰ μὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτον κήρυγμα ἦν. Καὶ ὅπου μὲν συγκρῖναι ἑαυτὸν ἔδει, Πέτρου μέμνηται μόνου· ὅπου δὲ μαρτυρίαν καλέσαι, τῶν τριῶν ὁμοῦ, καὶ μετ' ἐγκωμίου, Κηφᾶς, λέγων, καὶ Ἰάκωβος, καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι. Καὶ πάλιν οὐ τὸ εἶναι ἀναιρῶν, τοὺς δοκοῦντάς φησιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων παραλαμβάνων γνώμην, καὶ λέγων, ὅτι Οἱ μεγάλοι καὶ ἐξαίρετοι, καὶ οὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι μάρτυρές εἰσι τῶν λεγομένων, ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ μὲν τῶν πραγμάτων ταῦτα ἔμαθον, καὶ δι' αὐτῆς τῆς πείρας ἐπιστώθησαν. Διὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ, καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ, Ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὢ συνέσεως ὑπερβολὴ, καὶ συμφωνίας ἀπόδειξις ἀναντίῤῥητος. δείκνυσι γὰρ καὶ τὰ ἐκείνων αὑτοῦ, καὶ τὰ αὑτοῦ ἐκείνων. Ταῦτα γὰρ ἑκατέροις ἐδόκει, καὶ ἐκείνους Ἰουδαίοις κηρύττειν οὕτω, καὶ τοῦτον τοῖς ἔθνεσι· διὸ καὶ ἐπήγαγεν, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὁρᾷς πῶς περιτομὴν ἐνταῦθα οὐχὶ τὸ πρᾶγμα καλεῖ, ἀλλὰ τοὺς Ἰουδαίους; Ὅταν μὲν γὰρ αὐτὸ τὸ πρᾶγμα λέγῃ καὶ ἀντιδιαστέλλῃ, αὐτὴν τὴν ἀκροβυστίαν τίθησιν, ὡς ὅταν λέγῃ, Περιτομὴ μὲν ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ πάλιν, Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία· ὅταν δὲ Ἰουδαίους οὕτω καλῇ, καὶ μὴ τὸ πρᾶγμα, ἀλλὰ τὸν λαὸν δηλῶσαι βούληται, οὐ τὴν ἀκροβυστίαν, ἀλλὰ τὰ ἔθνη ἀντιτίθησιν. Ἀντιδιαστέλλονται μὲν γὰρ ἔθνεσιν Ἰουδαῖοι, περιτομῇ δὲ ἀκροβυστία· ὡς ὅταν λέγῃ καὶ ἀνωτέρω, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη· καὶ ἐνταῦθα πάλιν, ὅτι Ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, οὐ τὸ πρᾶγμα αὐτό φησιν, ἀλλὰ τὸν τῶν Ἰουδαίων λαὸν οὕτω καλεῖ, ἀντιδιαστέλλων αὐτὸν τοῖς ἔθνεσιν. Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
