Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 3.1-4
Not analysed yet
Ὅπερ γὰρ ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι, καὶ τὸ μικρὸν παραβαθὲν ὁλόκληρον τὴν ὄψιν ἠφάνισε, καὶ τὴν μορφὴν ἐλυμήνατο. Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. Σκόπει μοι τὸν ἀκαρτέρητον, τὸν θερμὸν, τὸν οὐ δυνάμενον στέγειν τὰ τοιαῦτα. Τοιοῦτον γὰρ ἡ ἀγάπη· οὐκ ἀρκεῖται τοῖς ῥήμασιν, ἀλλ' ἐπιζητεῖ καὶ τὴν παρουσίαν. Ὥστε ἀλλάξαι τὴν φωνήν μου, φησί. Τουτέστιν, ἀλλάξαι τὸν ὀλοφυρμὸν, ποιῆσαι καὶ δάκρυα, καὶ πάντα εἰς θρῆνον ἐπισπάσασθαι. Διὰ γὰρ ἐπιστολῆς οὐκ ἐνῆν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται τὴν παρουσίαν ἐπιζητῶν. Ὅτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω, οὐκ ἔχω τί λογίσωμαι. Πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τῶν οὐρανῶν τὴν κορυφὴν, καὶ διὰ τῶν κινδύνων, οὓς ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων, ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαϊζόντων ἐκκρέμασθαι; Διὰ ταῦτα καὶ ἀρχόμενος ἔλεγε· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε· καὶ ἐνταῦθα· Ἀποροῦμαι ἐν ὑμῖν· ὡς ἂν εἰ ἔλεγε· Τί εἴπω τί λαλήσω; τί ἐννοήσω; ἀπορῶ· διὸ καὶ ὀλολύζειν ἀνάγκη· ὅπερ ἐν τοῖς ἀπόροις ποιοῦσι καὶ οἱ προφῆται. Εἶδος δὲ καὶ τοῦτο θεραπείας οὐ μικρὸν, τὸ μὴ μόνον συμβουλεύειν, ἀλλὰ καὶ θρηνεῖν. Τοῦτο γὰρ καὶ Μιλησίοις διαλεγόμενος ἔλεγε· Τριετίαν μετὰ δακρύων νουθετῶν ὑμᾶς οὐ διέλειπον. Τοῦτο καὶ ἐνταῦθά φησι λέγων· Ἀλλάξαι τὴν φωνήν μου. Καὶ γὰρ ἐν ταῖς ἀπορίαις καὶ ταῖς ἀμηχανίαις ταῖς παρ' ἐλπίδα συμβαινούσαις νικώμενοι, λοιπὸν ἐπὶ τὰ δάκρυα καταφερόμεθα. Ἐπειδὴ τοίνυν ἐπέπληξε καὶ ἐνέτρεψε, καὶ ἐθεράπευσε πάλιν, εἶτα ὠλοφύρατο· ὁ δὲ ὀλοφυρμὸς οὐκ ἐπιπλήξεως μόνον, ἀλλὰ καὶ κολακείας ἐστίν. Οὔτε γὰρ τραχύνει, ὥσπερ ἐπίπληξις, οὔτε χαλᾷ, καθάπερ ἡ θεραπεία, ἀλλ' ἔστι μεμιγμένον φάρμακον, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν πρὸς παραίνεσιν. Ἐπειδὴ οὖν ὠλοφύρατο καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον, δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι. Τότε μὲν οὖν ἐκ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε, νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν, ἀλλὰ ἀναχωρεῖν, ὅπερ ἦν ἰσχυρότερον. Ὥστε εἰ βούλεσθε πείθεσθαι τῷ νόμῳ, φησὶν, ἀπόστητε αὐτοῦ· τοῦτο γὰρ αὐτὸς βούλεται. Ἀλλ' οὕτω μὲν οὐ λέγει· ἑτέρως δὲ αὐτὸ κατασκευάζει, καὶ ἱστορίαν ἀναμιγνύς. Λέγετε γάρ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Καλῶς εἶπεν, Οἱ θέλοντες· οὐ γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγμα ἦν. Νόμον δὲ ἐνταῦθα τὸ βιβλίον τῆς κτίσεως καλεῖ, ὅπερ πολλάκις ποιεῖ, τὴν Παλαιὰν ἅπασαν οὕτως ὀνομάζων. Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Πάλιν ἐπὶ τὸν Ἀβραὰμ ἄνεισιν, οὐ ταυτολογῶν, ἀλλ' ἐπειδὴ πολλὴ τοῦ πατριάρχου παρὰ τοῖς Ἰουδαίοις ἡ δόξα ἦν, δείκνυσιν ὅτι ἐκεῖθεν οἱ τύποι τὴν ἀρχὴν ἔλαβον, καὶ τὰ παρόντα ἐν αὐτῷ προεζωγραφεῖτο. Καὶ πρῶτον δείξας υἱοὺς ὄντας τοῦ Ἀβραὰμ, ἐπειδὴ οὐ τῆς αὐτῆς ἀξίας ἦσαν οἱ υἱοὶ τοῦ πατριάρχου, ἀλλ' ὁ μὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δείκνυσι λοιπὸν, ὅτι οὐ μόνον υἱοὶ, ἀλλὰ καὶ οὕτως υἱοὶ, ὡς ὁ ἐλεύθερος καὶ εὐγενής. Τοσαύτη τῆς πίστεως ἡ δύναμις. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας κατ' ἐπαγγελίαν. Τί ἐστι, Κατὰ σάρκα; Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ἡμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς μὴ γενομένους ἐξ ἐκείνου, τούτους φησὶν υἱοὺς εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ γάμων νόμον, οὐδὲ κατὰ σαρκὸς δύναμιν γενόμενος, καὶ υἱὸς καὶ γνήσιος ἦν, ἀπὸ νεκρῶν σωμάτων φὺς, καὶ ἀπὸ τῆς μήτρας ἐκείνης. Οὐ γὰρ ἡ σὰρξ τὴν κύησιν, οὐδὲ τὸ σπέρμα τὸν τόκον εἰργάσαντο· νεκρὰ γὰρ ἡ μήτρα, καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν πήρωσιν, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν. Ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ' ἐκεῖνος τοῖς τῆς φύσεως δεσμοῖς, καὶ τῇ τοῦ γάμου συνηθείᾳ τίκτεται. Ἀλλ' ὅμως ὁ μὴ κατὰ σάρκα τοῦ κατὰ σάρκα γεννηθέντος τιμιώτερος ἦν. Μὴ θορυβείτω τοίνυν ὑμᾶς τὸ μὴ κατὰ σάρκα γεγεννῆσθαι· διὰ γὰρ τοῦτο μάλιστα αὐτοῦ συγγενεῖς ὑμεῖς, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε. Οὐ γὰρ τιμιωτέρους τοῦτο τὸ κατὰ σάρκα, ἀλλὰ καὶ ἀτιμοτέρους ἐργάζεται· θαυμαστότερος γὰρ ὁ τόκος ὁ μὴ κατὰ σάρκα καὶ πνευματικώτερος· καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων. Ἐτέχθη γὰρ κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας· ὁ δὲ κατ' ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὢν καὶ ἐλεύθερος, κύριος ἦν πάντων. Ἅτινά ἐστιν ἀλληγορούμενα. Καταχρηστικῶς τὸν τύπον ἀλληγορίαν ἐκάλεσεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ μὲν ἱστορία αὕτη οὐ τοῦτο μόνον παραδηλοῖ, ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀναγορεύει· διὸ καὶ ἀλληγορία κέκληται. Τί δὲ ἀνηγόρευσεν; Οὐδὲν ἕτερον, ἢ τὰ παρόντα πάντα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι, φησὶ, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Αὗται· τίνες; Τῶν παιδίων ἐκείνων αἱ μητέρες, ἡ Σάῤῥα καὶ ἡ Ἄγαρ. Τί εἰσι δύο Διαθῆκαι; Δύο νόμοι. Ἀλλ' ἐπειδὴ γυναικῶν ὀνόματα ἦν ἐν τῇ ἱστορίᾳ, ἐνέμεινεν ἐν τῇ προσηγορίᾳ τοῦ γένους, καὶ ἀπὸ τῶν ὀνομάτων πολλὴν δεικνὺς τὴν ἀκολουθίαν. Πῶς δὲ ἀπὸ τῶν ὀνομάτων; Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶ, φησὶν, ἐν τῇ Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη· τὸ δὲ Σινᾶ ὄρος οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ.