Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 3.1-6
Not analysed yet
Ἐπὶ μὲν γὰρ τῶν γηπόνων οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ οὐδὲν τούτων ἔνι, φησίν· ἃ καὶ παραδηλῶν ἔλεγε· Καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται· καὶ ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ, λέγων· Ἄρ' οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν. Ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι, οὕτως οὐδὲ τοῦ ἐλεεῖν. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον. Καὶ μαρτυροῦσιν ἡμῖν αἱ παρθένοι τῷ λόγῳ, αἳ μυρία προθυμηθεῖσαι, ἐπειδὴ δαψιλῆ τὴν ἐλεημοσύνην οὐκ ἀπῆλθον ἔχουσαι, ἀπεκλείσθησαν τοῦ νυμφῶνος· καὶ ὁ τὸν Λάζαρον παριδὼν πλούσιος· καὶ γὰρ κἀκεῖνος, ἐπειδὴ ταύτης ἔρημος ἦν τῆς συμμαχίας, καὶ ὀλοφυρόμενος καὶ ἱκετεύσας πολλὰ, οὐ παρὰ τοῦ πατριάρχου, οὐ παρὰ ἄλλου τινὸς ἠλεεῖτο, ἀλλ' ἔμενε διηνεκῶς ἀποτηγανιζόμενος χωρὶς συγγνώμης ἁπάσης. Διὰ ταῦτά φησιν, Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν, καὶ πρὸς πάντας· καὶ ταύτῃ μάλιστα ἀπαλλάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκεῖνος μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν, εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπεῖν ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι. Ἐννόησον, ὅση κατέχει τὴν μακαρίαν ἐκείνην ψυχὴν ὀδύνη. Καθάπερ γὰρ οἱ πένθει τινὶ περιπεσόντες, ἤ τινα τῶν γνησίων ἀποβαλόντες, καί τινα τῶν ἀδοκήτων ὑπομένοντες, οὔτε νύκτωρ ἡσυχάζουσι, οὔτε μεθ' ἡμέραν, τοῦ πένθους αὐτοῖς τὴν ψυχὴν πολιορκοῦντος· οὕτω καὶ ὁ μακάριος Παῦλος εἰπὼν ὀλίγα περὶ τῶν ἠθῶν, πάλιν ἐπὶ τὰ πρότερα ἐπανέρχεται, ἃ μάλιστα αὐτοῦ τὴν ψυχὴν διετάραττε, λέγων οὕτως· Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ἐνταῦθα οὐδὲν ἄλλο αἰνίττεται, ἀλλ' ὅτι αὐτὸς ἔγραψε τὴν Ἐπιστολὴν ἅπασαν· ὃ πολλῆς γνησιότητος σημεῖον ἦν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπηγόρευε μὲν αὐτὸς, ἔγραφε δὲ ἕτερος· καὶ τοῦτο δῆλον ἀπὸ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς· πρὸς γὰρ τῷ τέλει φησίν· Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν Ἐπιστολήν· ἐνταῦθα δὲ αὐτὸς ἔγραψε πᾶσαν. Ἐποίησε δὲ τοῦτο ἐνταῦθα καὶ ἀναγκαίως, οὐ δι' ἀγάπην μόνον, ἀλλὰ καὶ διὰ τὴν τῆς πονηρᾶς ὑπονοίας ἀναίρεσιν. Ἐπειδὴ γὰρ διεβάλλετο ἐπὶ πράγμασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτομὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι, ὡς οὐ καταγγέλλων, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον προαποτιθέμενος. Τὸ δὲ Πηλίκοις, ἐμοὶ δοκεῖ οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέγειν, μονονουχὶ λέγων, ὅτι Οὔτε ἄριστα γράφειν εἰδὼς, ὅμως ἠναγκάσθην δι' ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὸ στόμα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάττουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ' ἀναγκαζομένους παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος, καὶ προτρέπων ἀποπηδῆσαι ταχέως. Τί δέ ἐστιν, Εὐπροσωπεῖν ἐν σαρκί· Εὐδοκιμεῖν παρ' ἀνθρώποις. Ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ τοῖς Ἰουδαίοις ὡς τῶν πατρίων ἀποστάντες ἐθῶν. Ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι, διὰ τῆς ὑμετέρας σαρκὸς ἐκείνοις ἀπολογούμενοι. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ τὸν Θεὸν ταῦτα ἔπραττον. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἔστιν εὐσεβείας ὑπόθεσις τὸ γινόμενον· ὡς δι' ἀνθρωπίνην φιλοτιμίαν ταῦτα πάντα γίνεται, ὑπὲρ ἀρεσκείας τῶν ἀπίστων, ὅτι πιστοὶ κατακόπτονται, καὶ αἱροῦνται Θεῷ προσκροῦσαι, ἵνα ἀνθρώποις ἀρέσωσι. Τοῦτο γάρ ἐστιν, Ἐν σαρκὶ εὐπροσωπῆσαι. Εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώμης εἰσὶν ἀπεστερημένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς ἑτέρους ἀρέσκειαν μόνον, ἀλλὰ καὶ δι' οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάσσοντας. Διὸ καὶ ἐπήγαγεν· Ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται, ὡς μαθητὰς ἔχοντες, καὶ ὄντες διδάσκαλοι. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Οὐδὲ γὰρ αὐτοὶ νόμον φυλάττουσι, φησί. Μάλιστα μὲν γὰρ, εἰ καὶ ἐφύλαττον, οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς αὐτῶν διεφθαρμένος ἐστίν. Ἐμοὶ δὲ, φησὶ, μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ μὴν τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἀπίστοις· ἐν δὲ τοῖς οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα, καὶ μεγίστη. Καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ' ἡμῖν καύχημα· καὶ τὸ ἐξευτελίζεσθαι παρὰ πολλοῖς γέλως, ἀλλ' ἡμεῖς ἁβρυνόμεθα τούτῳ. Οὕτω καὶ ὁ σταυρὸς ἡμῖν καύχημα. Καὶ οὐκ εἶπεν, Ἐγὼ δὲ οὐ καυχῶμαι, ἢ, Ἐγὼ δὲ οὐ βούλομαι καυχᾶσθαι, ἀλλ', Ἐμοὶ δὲ μὴ γένοιτο, ὡς περὶ τῶν ἀτόπων ἀπηύξατο καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο. Καὶ τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ; Ὅτι ὁ Χριστὸς δι' ἐμὲ δούλου μορφὴν ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθε, δι' ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἀγνώμονα· ἀλλ' οὕτω με ἠγάπησεν, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Ἆρα τούτου γένοιτ' ἄν τι ἴσον; Εἰ γὰρ οἰκέται, ἂν μόνον ἐπαινῶνται παρὰ τῶν δεσποτῶν, καὶ ταῦτα ὁμογενῶν ὄντων, μέγα φρονοῦσι, πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ Δεσπότης ὁ ἀληθὴς Θεὸς μὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡμῶν σταυρόν; Μηδὲ ἡμεῖς τοίνυν ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ κηδεμονίαν. Αὐτὸς οὐκ ἐπῃσχύνθη σταυρωθῆναι διὰ σὲ, καὶ σὺ ἐπαισχύνῃ ὁμολογῆσαι αὐτοῦ τὴν ἄπειρον κηδεμονίαν; ὥσπερ ἂν εἴ τις δεσμώτης μὴ ἐπαισχυνόμενος τὸν βασιλέα, ἐπειδὴ δὲ ἐπέστη τῷ δεσμωτηρίῳ καὶ τὰ δεσμὰ ἔλυσε δι' ἑαυτοῦ, διὰ τοῦτο αὐτὸν ἐπαισχύνηται. Ἀλλ' ἐσχάτης ταῦτα παραπληξίας· δι' αὐτὸ γὰρ τοῦτο μάλιστα ἐναβρύνεσθαι δεῖ. Δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Τὸν κόσμον φησὶ νῦν, οὐ τὸν οὐρανὸν οὐδὲ τὴν γῆν, ἀλλὰ τὰ βιωτικὰ πράγματα, τὸν ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, τὰ τοιαῦτα ἅπαντα τὰ δοκοῦντα εἶναι λαμπρά. Ταῦτα γάρ μοι νεκρὰ γέγονε. Τοιοῦτον εἶναι χρὴ τὸν Χριστιανὸν, ταύτην ἀεὶ τὴν φωνὴν περιφέρειν. Οὐδὲ γὰρ ἠρκέσθη μόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπών· Κἀγὼ τῷ κόσμῳ· διπλῆν τὴν νέκρωσιν αἰνιττόμενος, καὶ λέγων, ὅτι Καὶ ἐκεῖνα ἐμοὶ νεκρὰ, καὶ ἐγὼ ἐκείνοις, καὶ οὔτε αὐτὰ ἑλεῖν με δύναται καὶ χειρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ· οὔτε ἐγὼ ἐπιθυμῆσαι αὐτῶν· νεκρὸς γὰρ αὐτοῖς εἰμι καὶ ἐγώ. Οὐδὲν τῆς νεκρώσεως ταύτης μακαριώτερον. Αὕτη γάρ ἐστι τῆς μακαρίας ζωῆς ἡ ὑπόθεσις. Οὔτε γὰρ περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Εἶδες σταυροῦ δύναμιν, εἰς ὅσον αὐτὸν ὕψος ἀνήγαγεν; Οὐ γὰρ δὴ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνώτερον πολλῷ κατέστησε. Τί ταύτης τῆς ἰσχύος ἴσον; Τὸν γὰρ ὑπὲρ ταύτης τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους ἀποσφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα. Καινὴν γὰρ κτίσιν ταύτην καλεῖ τὴν καθ' ὑμᾶς πολιτείαν, διά τε τὰ γεγενημένα, διά τε τὰ ἐσόμενα· τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιωθεῖσα ἐν γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίσματος ἀνενεώθη, ὡσανεὶ ἀνακτισθεῖσα πάλιν· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούμεθα πολιτείαν· διὰ τὰ ἐσόμενα δὲ, ὅτι καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων. Μὴ τοίνυν μοι λέγε, φησὶ, περιτομὴν τὴν οὐδὲν δυναμένην λοιπόν· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον μεταβεβλημένων; ἀλλὰ τὰ καινὰ ζήτει πράγματα τῆς χάριτος. Οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται, καὶ τῷ τοῦ Ἰσραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο· ὡς οἵ γε τὰ ἐναντία φρονοῦντες, κἂν ἐξ ἐκείνου γεγεννημένοι εἶεν, καὶ τὴν προσηγορίαν αὐτοῦ περιφέροιεν, πάντων ἐκπεπτώκασι τούτων, καὶ τῆς συγγενείας καὶ τῆς ἐπωνυμίας αὐτῆς. Οἱ γὰρ κυρίως Ἰσραηλῖται εἶναι δυνάμενοι, οἱ τὸν κανόνα τοῦτον διατηροῦντές εἰσιν, οἱ τῶν παλαιῶν ἀπεχόμενοι, καὶ τὰ τῆς χάριτος διώκοντες. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδ' ὡς περικακήσας ταῦτα φθέγγεται· ὁ γὰρ πάντα καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τῶν μαθητῶν αἱρούμενος, πῶς ἂν ἐξελύθη καὶ ἀνέπεσε νῦν; ὁ λέγων· Ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ὁ λέγων· Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Τίνος οὖν ἕνεκεν ταῦτά φησιν; Ἀναστέλλων αὐτῶν τὴν ῥᾴθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβάλλων, καὶ πηγνὺς τοὺς παρ' αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν ἀεὶ κινεῖν αὐτούς. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ σώματί μου βαστάζω. Οὐκ εἶπεν, Ἔχω, ἀλλὰ, Βαστάζω, ὥσπερ τις ἐπὶ τροπαίοις μέγα φρονῶν, ἢ σημείοις βασιλικοῖς· εἰ καὶ τοῦτο πάλιν ὄνειδος εἶναι δοκεῖ. Ἀλλ' οὗτος ἐπὶ τοῖς τραύμασιν ἐναβρύνεται· καὶ καθάπερ οἱ σημειοφόροι τῶν στρατιωτῶν, οὕτω καὶ οὗτος ἀγαλλιάζεται τραύματα περιφέρων. Διὰ τί δὲ τοῦτο λέγει; Παντὸς λόγου, πάσης φωνῆς λαμπρότερον διὰ τούτων ἀπολογοῦμαι, φησί. Ταῦτα γὰρ φωνὴν σάλπιγγος ὑψηλοτέραν ἀφίησι πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειάν τι λέγειν. Οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ᾑμαγμένον ἐξελθόντα, καὶ μυρία τραύματα ἔχοντα, δειλίας τι κρίνειν αὐτὸν καὶ προδοσίας ἠνείχετο, ἐπὶ τοῦ σώματος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. Καὶ ἐπ' ἐμοῦ τοίνυν οὕτω ψηφίζεσθαι δεῖ, φησί. Καὶ εἴ τις ἀκοῦσαι βούλεται τῆς ἐμῆς ἀπολογίας, καὶ τὴν γνώμην μου καταμαθεῖν, βλεπέτω τὰ τραύματα, τῶν ῥημάτων τούτων καὶ τῶν γραμμάτων πλείονα παρεχόμενα τὴν ἀπόδειξιν. Ἀρχόμενος μὲν τῆς Ἐπιστολῆς, ἀπὸ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς τὴν ἀνυπόκριτον αὐτοῦ σαφῶς ἔδειξε γνώμην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι μετέστη μὲν ἀπὸ διανοίας ὀρθῆς, οὐκ ἐνέμεινε δὲ ἐπὶ τῆς αὐτῆς προαιρέσεως, ὅτι καὶ ἔμεινε μάρτυρας παράγει τοὺς πόνους, τοὺς κινδύνους, τὰς πληγάς. Εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας, ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ' ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν. Τῷ ἐσχάτῳ ῥήματι τούτῳ πάντα τὰ ἔμπροσθεν ἐπεσφράγισεν. Οὐ γὰρ ἁπλῶς, Μεθ' ὑμῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, Μετὰ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι' ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς πλάνης ἀπαγαγεῖν. Τό τε γὰρ Πνεῦμα λαβεῖν, οὐ τῆς νομικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατασχεῖν λαβόντας, οὐκ ἀπὸ τῆς περιτομῆς, ἀλλ' ἀπὸ τῆς χάριτος ἐγένετο πάλιν. Διὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε, καὶ χάριτος καὶ πνεύματος ἀναμνήσας, ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν, καὶ διπλῷ τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ, καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γινομένη. Ἥ τε γὰρ διδασκαλία ἀναμιμνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν ἀγαθῶν, μᾶλλον κατέσχεν ἐν τοῖς τῆς Ἐκκλησίας δόγμασιν· ἥ τε εὐχὴ καλοῦσα τὴν χάριν, καὶ παραμένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ πνεῦμα αὐτῶν ἀπαναστῆναι. Τούτου δὲ ἐν αὐτοῖς ὄντος, πᾶσα, ὥσπερ κόνις, ἀπεσοβεῖτο τῶν τοιούτων δογμάτων ἡ ἀπάτη, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.