# In epistulam ad Galatas commentarius 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΚΕΦΑΛΑΙΟΝ Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/4.1-3

Ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτω καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται. Πῶς εἰς τὰ ἔθνη; Ἐν τῷ σπέρματί σου, φησὶν, εὐλογηθήσονται πάντα τὰ ἔθνη, τουτέστιν, ἐν τῷ Χριστῷ. Εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους γενέσθαι; οὐδεὶς γὰρ τῶν κατηραμένων ἑτέρῳ μεταδίδωσιν εὐλογίας, ἧς αὐτὸς ἀπεστέρηται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Χριστοῦ τὸ πᾶν εἴρηται· αὐτὸς γὰρ ἦν σπέρμα τοῦ Ἀβραὰμ, καὶ δι' αὐτοῦ τὰ ἔθνη εὐλόγηνται, καὶ οὕτω πρόσεισιν ἡ τοῦ Πνεύματος ἐπαγγελία. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωσι διὰ τῆς πίστεως. Ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀχάριστον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες, ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν. Ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις τὴν δικαιοσύνην εἰσήγαγεν· ἡ δὲ δικαιοσύνη τοῦ Πνεύματος τὴν χάριν ἐπεσπάσατο. Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου προκεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τί ἐστι, Κατὰ ἄνθρωπον λέγω; Ἐξ ἀνθρωπίνων παραδειγμάτων. Ἐπειδὴ γὰρ καὶ ἀπὸ Γραφῶν, καὶ ἀπὸ τῶν παρ' αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ' ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέστησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐκβαίνει συνήθειαν. Ἔθος γὰρ αὐτῷ ἀεὶ τοῦτο ποιεῖν, ὥστε καὶ καταγλυκαίνειν τὸν λόγον, καὶ εὐπαράδεκτόν τε καὶ εὐμαθέστερον τοῖς παχυτέροις ποιεῖν. Οὕτω καὶ Κορινθίοις διαλεγόμενος, φησίν· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; καὶ Ἑβραίοις πάλιν· Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Καὶ πολλαχοῦ δὲ ἄν τις εὕροι τούτοις αὐτὸν ἐμφιλοχωροῦντα τοῖς λογισμοῖς. Καὶ γὰρ ὁ Θεὸς ἐν τῇ Παλαιᾷ συνεχῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· Μὴ ἐπιλήσηται γυνὴ τοῦ παιδίου αὐτῆς; καὶ πάλιν, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, Τί ποιεῖς; Καὶ ἐν τῷ Ὠσηὲ ἄνδρα μιμεῖται καταφρονούμενον ὑπὸ τῆς γυναικός. Καὶ ἐν τοῖς τύποις δὲ πολὺ τὸ τῶν ἀνθρωπίνων παραδειγμάτων ἴδοι τις ἂν, ὡς ὅταν τὸ περίζωμα ὁ προφήτης λαμβάνῃ, καὶ εἰς τὸν οἰκίσκον τοῦ κεραμέως κατῄει. Τί οὖν αὐτῷ τὸ ὑπόδειγμα βούλεται; Ὅτι ἡ μὲν πίστις ἀρχαιοτέρα ἦν, ὁ δὲ νόμος νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδομένος, ἵνα προοδοποιήσῃ τῇ πίστει. Διό φησιν· Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω. Ἀνωτέρω ἀνοήτους εἰπὼν ἐνταῦθα ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁμοῦ, καὶ παραμυθούμενος. Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην. Ἐὰν ἄνθρωπος, φησὶ, διάθηται, μὴ τολμᾷ τις ἀνατρέψαι μετὰ ταῦτα ἐλθὼν, ἢ προσθεῖναί τι; τοῦτο γάρ ἐστιν, Ἢ ἐπιδιατάσσεται. Οὐκοῦν πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ πρὸς τίνα διέθετο ὁ Θεός; Τῷ Ἀβραὰμ, φησὶν, ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν αὐτοῦ, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἰδοὺ τοίνυν καὶ ὁ Θεὸς διέθετο τῷ Ἀβραὰμ, διαλεγόμενος εἰς τὰ ἔθνη, ἐν τῷ σπέρματι αὐτοῦ ἥξειν τὰς εὐλογίας· πῶς οὖν ὁ νόμος ἀνατρέψαι δύναται ταύτας; Ἐπειδὴ δὲ τὸ παράδειγμα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο προεῖπε· Κατὰ ἄνθρωπον λέγω. Μηδὲν ἀπὸ τοῦ παραδείγματος εἰς τὴν τοῦ Θεοῦ μεγαλοπρέπειαν λάβῃς. Σκόπει δὲ ἄνωθεν τὸ ὑπόδειγμα· Ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ εὐλογεῖσθαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός. Ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόμος. Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας, καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν. Εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δίδωσιν, ἀλλ' ἕτερος ἀντ' ἐκείνης, ἐκβέβληται ἐκείνη. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Τίνος οὖν ἕνεκεν τὸν νόμον ἔδωκε, φησί; Τῶν παραβάσεων χάριν. Οὐδὲ γὰρ οὗτός ἐστι περιττός. Ὁρᾷς πῶς πάντα συνορᾷ; πῶς μυρίοις κέχρηται ὀφθαλμοῖς; Ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε, καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη· Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ' ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ' ὅμως κἂν ἐκ μιᾶς τῶν ἐντολῶν. Ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. Ἀλλ' ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται· περὶ Χριστοῦ λέγων. Εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται, τί περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις; Διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Ἢ τοὺς ἱερέας ἀγγέλους καλεῖ, ἢ καὶ αὐτοὺς τοὺς ἀγγέλους ὑπηρετήσασθαί φησι τῇ νομοθεσίᾳ. Μεσίτην δὲ ἐνταῦθα τὸν Χριστόν φησι, δεικνὺς ὅτι προῆν, καὶ τὸν νόμον αὐτὸς ἔδωκεν. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
