# In epistulam ad Galatas commentarius 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΚΕΦΑΛΑΙΟΝ Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/4.1-4

Ὥστε τοὺς ἐκ τῆς Παλαιᾶς τικτομένους πάντας ἀνάγκη δούλους εἶναι. Τὸ γὰρ ὄρος ἐκεῖνο, ἔνθα ἡ Παλαιὰ Διαθήκη ἐδόθη, ὁμώνυμον ὂν τῇ δούλῃ παραλαμβάνει καὶ τὴν Ἱερουσαλήμ· τοῦτο γάρ ἐστι· Συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ. Τουτέστι, γειτνιάζει, ἅπτεται. Δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Τί οὖν ἀπὸ τούτου; Ὅτι οὐ μόνον ἐκείνη δούλη ἦν, καὶ δούλους ἔτικτεν, ἀλλὰ καὶ αὕτη, τουτέστιν, ἡ Διαθήκη, ἧς τύπος ἡ δούλη. Καὶ γὰρ ἡ Ἱερουσαλὴμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ δὲ τῷ ὄρει καὶ ἡ Διαθήκη δέδοται. Ποῦ οὖν καὶ τῆς Σάῤῥας ὁ τύπος; Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν. Οὐκοῦν καὶ οἱ ἐξ αὐτῆς τικτόμενοι οὐ δοῦλοι. Τῆς μὲν Ἱερουσαλὴμ τῆς κάτω τύπος ἦν Ἄγαρ, καὶ δῆλον ἐκ τοῦ ὄρους τοῦ οὕτω καλουμένου, τῆς δὲ ἄνω ἡ Ἐκκλησία. Ἀλλ' ὅμως οὐκ ἀρκεῖται τοῖς τύποις, ἀλλὰ καὶ τὸν Ἡσαΐαν προστίθησι μαρτυροῦντα τοῖς εἰρημένοις· εἰπὼν γὰρ, Ἡ ἄνω Ἱερουσαλὴμ μήτηρ ἡμῶν ἐστι, καὶ τὴν Ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον· Εὐφράνθητι γὰρ, φησὶ, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίς οὖν ἡ στεῖρα, καὶ τίς ἡ ἔρημος πρὸ τούτου; οὐκ εὔδηλον ὅτι ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῆς τοῦ Θεοῦ γνώσεως ἀπεστερημένη; Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα; οὐκ εὔδηλον ὅτι ἡ συναγωγή; Ἀλλ' ὅμως ἐνίκησεν αὐτὴν τῇ πολυπαιδίᾳ ἡ στεῖρα. Ἐκείνη μὲν γὰρ ἓν ἔθνος ἔχει· τὰ δὲ τῆς Ἐκκλησίας τέκνα τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουμένην ἅπασαν ἐνέπλησεν. Εἶδες πῶς διὰ μὲν πραγμάτων ἡ Σάῤῥα, διὰ δὲ ῥημάτων ὁ προφήτης τὰ μέλλοντα ἡμῖν ὑπέγραψαν; Σκόπει δέ· Στεῖραν ἐκάλεσεν ὁ Ἡσαΐας, καὶ ταύτην ἔδειξε πολύπαιδα γενομένην. Τοῦτο τυπικῶς καὶ ἐπὶ τῆς Σάῤῥας συνέβη· καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο μήτηρ. Τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη, ἀλλὰ καὶ πῶς ἐγένετο μήτηρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν τῇ ἀληθείᾳ προσαγάγῃ τὸν τύπον. Διὸ καὶ ἐπάγει λέγων· Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Οὐ γὰρ μόνον στεῖρα ἦν ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, οὐδὲ μόνον πολύπαις ἐγένετο, ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν, ὥσπερ ἡ Σάῤῥα. Καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις εἰργάσατο, ἀλλ' ἡ ἐπαγγελία τοῦ Θεοῦ (ὁ γὰρ εἰρηκὼς, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ, διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον. Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροί ἐσμεν. Καὶ ποία αὕτη ἐλευθερία, εἴποι τις ἂν, ὅταν οἱ μὲν Ἰουδαῖοι κατέχωσι καὶ μαστίζωσι τοὺς πιστεύσαντας, οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται; ταῦτα γὰρ τότε συνέβαινε, τῶν πιστῶν διωκομένων. Ἀλλὰ μηδὲ τοῦτο ὑμᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσμαὴλ ἐδιώκετο. Διὸ καὶ ἐπάγει λέγων· Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Τί οὖν; αὕτη ἡ παράκλησις πᾶσα τὸ δειχθῆναι τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι; Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἐνταῦθα ἵσταμαι, ἀλλ' ἄκουσον καὶ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραμυθίαν ἱκανὴν, οὐ μικροψυχῶν τοῖς διωγμοῖς. Τίνα οὖν τὰ ἑξῆς; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης· οὐ γὰρ μὴ κληρονομήσει μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Εἶδες τὰ ἐπίχειρα τῆς προσκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου, Ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος μετὰ τῆς μητρός. Σὺ δέ μοι σκόπει τὴν σοφίαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν, ἐπειδὴ ἐδίωκε, διὰ τοῦτο ἐξεβάλλετο, μόνον, ἀλλ', ἵνα μὴ κληρονομήσῃ. Οὐ γὰρ τοῦ προσκαίρου διωγμοῦ τιμωρίαν αὐτὸν ἀπῄτει ταύτην (τοῦτο γὰρ μικρὸν, καὶ οὐδὲν πρὸς ἐκεῖνο)· ἀλλ' οὐκ ἀφῆκε γενέσθαι κοινωνὸν τῶν ἡτοιμασμένων τῷ παιδὶ, δεικνὺς ὅτι καὶ τοῦ διωγμοῦ χωρὶς τοῦτο ἄνωθεν αὐτὸ διατετυπωμένον ἦν, οὐκ ἀπὸ τοῦ διωγμοῦ τὴν ἀρχὴν λαβὸν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ γνώμης. Καὶ οὐκ εἶπεν, Οὐ μὴ κληρονομήσει ὁ υἱὸς τοῦ Ἀβραὰμ, ἀλλ', Ὁ υἱὸς τῆς παιδίσκης, ἀπὸ τοῦ φαυλοτέρου γένους αὐτὸν καλῶν. Ἀλλ' ἡ Σάῤῥα στεῖρα ἦν· καὶ γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τοιαύτη. Ὁρᾷς διὰ πάντων τὸν τύπον τηρούμενον; Ὥσπερ γὰρ ἐν ὅλοις τοῖς ἔμπροσθεν ἔτεσιν ἐκείνη μὴ τίκτουσα, πρὸς ἐσχάτῳ γήρᾳ γίνεται μήτηρ. οὕτω καὶ αὕτη, ὅτε ἦλθε τὸ πλήρωμα, τίκτει. Τοῦτο γὰρ καὶ προφῆται προανεφώνουν λέγοντες, Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα· τὴν Ἐκκλησίαν οὕτω καλοῦντες. Οὐ γὰρ ἦν ἐπεγνωκυῖα τὸν Θεόν· ἀλλ' ὅμως ἐπιγνοῦσα, τὴν πολύπαιδα ἐνίκησε συναγωγήν. Ἄρα, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βουλόμενος, ὅτι τὸ γενόμενον οὐ πρόσφατον ἦν, ἀλλ' ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων. Πῶς οὖν οὐκ ἄτοπον πρὸ τοσούτων χρόνων ἀφορισθέντας καὶ ἐλευθερίας τυχόντας, ἑκόντας ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν; Εἶτα καὶ ἄλλην αἰτίαν τίθησι τὴν πείθουσαν αὐτοὺς ἐπὶ τῶν δογμάτων μένειν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
