# In epistulam ad Galatas commentarius 4.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΚΕΦΑΛΑΙΟΝ Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/4.1-5

Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται νῦν, ἀλλὰ προανακρουόμεθά τινας ἀγῶνας, καὶ προακροβολιζόμεθα πρὸς τοὺς λέγοντας τοῦ Θεοῦ τὴν δημιουργίαν πονηρὰν εἶναι, καὶ τῆς μὲν ψυχῆς τὴν ῥᾳθυμίαν ἐῶντας, κατὰ δὲ τοῦ σώματος μαινομένους, καὶ τὴν σάρκα ἡμῶν διαβάλλοντας, περὶ ὧν καὶ μετὰ ταῦτα ὁ ἀπόστολος Παῦλος διαλέγεται, οὐ τῆς σαρκὸς κατηγορῶν, ἀλλὰ τῶν διαβολικῶν λογισμῶν. Ὑμεῖς δὲ, ἀδελφοὶ, ἐπὶ ἐλευθερίᾳ ἐκλήθητε· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί. Ἐνταῦθα λοιπὸν δοκεῖ μὲν εἰς τὸν ἠθικὸν ἐμβαίνειν λόγον, πάσχει δέ τι καινὸν, καὶ ὅπερ οὐδὲ ἐν μιᾷ τῶν ἄλλων ἔπαθεν Ἐπιστολῶν. Πάσας γὰρ διαλαμβάνων εἰς μέρη δύο, καὶ τὰ μὲν πρῶτα περὶ δογμάτων, τὰ δὲ ἔσχατα περὶ βίου διαλεγόμενος, ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, πάλιν ἀναμίγνυσι τὸν δογματικόν. Καὶ γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους μάχῃ. Τί δέ ἐστι, Μόνον μὴ τὴν ἐλευθερίαν τῇ σαρκὶ εἰς ἀφορμήν; Ἀπήλλαξεν ἡμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκε τοῦ πράττειν ὅ τι βουλόμεθα, οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ' ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον, καὶ τὴν χάριν κατάρας ἀπαλλαγήν· ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων· Οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ' ἵνα ὑπὲρ τὸν νόμον ἡ φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμά. Καὶ ἐγὼ ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ' ἵνα ὑψηλότεροι γενώμεθα. Καὶ γὰρ ὁ πορνεύων, καὶ ὁ παρθενεύων, ἀμφότεροι τοῦ νόμου τὰ μέτρα ἐξέβησαν, ἀλλ' οὐκ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν ἐπὶ τὸ χεῖρον κατενεχθεὶς, ὁ δὲ ἐπὶ τὸ βέλτιον ἐπαρθείς· ὁ μὲν παραβὰς, ὁ δὲ ὑπερβὰς τὸν νόμον. Τοῦτ' οὖν φησιν ὁ Παῦλος, ὅτι Ἔλυσε τὸν ζυγὸν ἀφ' ὑμῶν, οὐχ ἵνα σκιρτήσητε, οὐδ' ἵνα λακτίσητε, ἀλλ' ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα. Εἶτα καὶ δείκνυσι τρόπον, δι' οὗ ῥᾳδίως ἂν τὸ τοιοῦτον κατορθωθείη. Τίς οὖν ὁ τρόπος; Διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, φησί. Πάλιν ἐνταῦθα αἰνίττεται ὅτι φιλονεικία καὶ στάσις καὶ φιλαρχία καὶ ἀπόνοια ταύτης τῆς πλάνης αἴτιαι αὐτοῖς ἐγένοντο· ἡ γὰρ τῶν αἱρέσεων μήτηρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία. Εἰπὼν γὰρ, ὅτι Δουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου τοῦτο ἔλαβεν ἀρχὴν τὸ κακόν· διὸ κατάλληλον ἐπεισάγει φάρμακον. Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βουλόμενοι διεσχίσθητε, Δουλεύσατε ἀλλήλοις· οὕτω γὰρ συναχθήσεσθε πάλιν. Ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἁμάρτημα, φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι' αὐτῆς κἀκεῖνο μάθωσιν· ὡς ἂν εἴ τις τῷ ἀσελγαίνοντι ὅτι μὲν ἀσελγαίνει μὴ λέγοι, παραινοῖ δὲ συνεχῶς σωφρονεῖν. Ὁ γὰρ ἀγαπῶν, ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ παντὸς δούλου ταπεινότερον. Καθάπερ γὰρ πῦρ ὁμιλῆσαν κηρῷ, μαλάσσει ῥᾳδίως αὐτὸν, οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης πάντα τῦφον καὶ ἀπόνοιαν πυρὸς σφοδρότερον διαλύει. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀγαπᾶτε ἀλλήλους, ἁπλῶς, ἀλλὰ, Δουλεύετε, τὴν ἐπιτεταμένην δηλῶν φιλίαν. Ἐπειδὴ γὰρ τοῦ νόμου τὸν ζυγὸν ἀνεῖλεν, ἵνα μὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τὸν τῆς ἀγάπης, ἰσχυρότερον μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ. Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα, φησίν· Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόμον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου· οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ' ἐν τῇ ἀγάπῃ πληροῦται. Ὅρα τῆς ὀδύνης πῶς οὐκ ἐπιλανθάνεται τῆς ἑαυτοῦ, ἀλλὰ τὸ πονοῦν κινεῖ συνεχῶς, καὶ εἰς τὸν ἠθικὸν ἐξελθὼν λόγον. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἀποφαίνεται, ἵνα μὴ βαρήσῃ, ἀλλ' οἶδε μὲν αὐτὸ γινόμενον, λέγει δὲ αὐτὸ μετὰ ἀμφιβολίας. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ ἀλλήλους δάκνετε· καὶ τὸ ἑξῆς ὁμοίως· οὐδὲ γὰρ ἐκεῖ πάλιν ἀπεφήνατο, ὅτι Ὑπ' ἀλλήλων ἀναλώθητε· ὅπερ ἐστὶ φοβοῦντος καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος. Καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς ἐχρήσατο. Οὐ γὰρ εἶπε, Δάκνετε, μόνον, ὅπερ ἐστὶ θυμουμένου, ἀλλὰ, Καὶ κατεσθίετε, ὅπερ ἐστὶν ἐμμένοντος τῇ πονηρίᾳ. Ὁ μὲν γὰρ δάκνων, ὀργῆς ἐπλήρωσε πάθος· ὁ δὲ κατεσθίων θηριωδίας ἐσχάτης παρέσχεν ἀπόδειξιν. Δήγματα δὲ καὶ βρώσεις οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας. Οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς· ὅσον γὰρ ψυχὴ τιμιωτέρα σώματος, τοσοῦτον χαλεπωτέρα ἡ ταύτης βλάβη. Βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε, φησί. Ἐπειδὴ γὰρ οἱ ἀδικοῦντες καὶ ἐπιβουλεύοντες, ὡς ἄλλους ἀναλίσκοντες, ἐπὶ τοῦτο ἔρχονται, διὰ τοῦτό φησι· Σκοπεῖτε μὴ εἰς ὑμᾶς τὸ πρᾶγμα περιτραπῇ. Ἡ γὰρ διάστασις καὶ ἡ μάχη φθοροποιὸν καὶ ἀναλωτικὸν καὶ τῶν δεχομένων αὐτὴν, καὶ τῶν εἰσαγόντων, καὶ σητὸς μᾶλλον ἅπαντα διατρώγει. Λέγω δὲ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
