# In epistulam ad Galatas commentarius 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/4.1

Ὁρᾷς ὅτι οὐ δουλικὴν ὑπέμεινε διακονίαν οὐδὲ ἠναγκασμένην, οὐδὲ ἐξεδόθη παρά τινος, ἀλλ' ἑαυτὸν ἔδωκεν, ὥστε, ὅταν ἀκούσῃς Ἰωάννου λέγοντος, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν ὁ Πατὴρ, μὴ ἐλαττώσῃς τὴν ἀξίαν τοῦ Μονογενοῦς διὰ τοῦτο, μηδὲ ἀνθρώπινόν τι ὑποπτεύσῃς. Κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν διακονίαν ἐννοήσῃς, τοῦτο λέγεται, ἀλλ' ἵνα μάθῃς, ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν, ὅπερ οὖν καὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπών· Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν· οὐ κατ' ἐπιταγὴν, ἀλλὰ Κατὰ τὸ θέλημα. Ἐπειδὴ γὰρ ἓν θέλημα Πατρὸς καὶ Υἱοῦ, ἅπερ ὁ Υἱὸς ἐβούλετο, ταῦτα καὶ ὁ Πατὴρ ἤθελεν. Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Μυρίοις, φησὶν, ἑαυτοὺς περιεπείραμεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι κολάσεως. Καὶ ὁ μὲν νόμος οὐ μόνον οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ κατεδίκασε, τὸ μὲν ἁμάρτημα φανερώτερον καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ καὶ τὸ ἀδύνατον τοῦτο δυνατὸν ἐποίησε, τάς τε ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας, καὶ μυρία ἕτερα χαρισάμενος ἀγαθά. Εἶτά φησιν· Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. Πάλιν ἕτεροι ταύτης τῆς λέξεως ἐπιλαμβάνονται αἱρετικοὶ, τὸν παρόντα βίον διαβάλλοντες, καὶ τὴν Παύλου μαρτυρίαν παράγοντες. Ἰδοὺ γὰρ, φασὶ, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἴρηκε. Καὶ τί ποτέ ἐστιν αἰὼν, εἰπέ μοι; Χρόνος ἐν ἡμέραις καὶ ὥραις. Τί οὖν; τὸ διάστημα τῶν ἡμερῶν πονηρὸν, καὶ ὁ τοῦ ἡλίου δρόμος; Ἀλλ' οὐδεὶς ἂν εἴποι τοῦτό ποτε, κἂν εἰς ἐσχάτην ἀλογίαν κατενεχθείη. Ἀλλ' οὐ τὸν χρόνον εἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε. Καὶ μὴν τὰ ῥήματα οὐ τοῦτό φησιν, ἀλλ' οὐχ ἵσταται ἐπὶ τῶν ῥημάτων, ἀφ' ὧν τὴν κατηγορίαν ἔπλεξας, ἀλλὰ σαυτῷ τέμνεις ἑρμηνείας ὁδόν. Οὐκοῦν καὶ ἡμῖν συγχωρήσεις ἑρμηνεῦσαι τὰ εἰρημένα, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ εὐσεβῆ τὰ ἡμέτερα, καὶ λόγον ἔχοντα. Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐδὲν τῶν κακῶν γένοιτ' ἂν αἴτιόν ποτε τῶν καλῶν, τῶν δὲ μυρίων στεφάνων καὶ τοσούτων μισθῶν ὁ παρὼν βίος αἴτιός ἐστιν. Αὐτὸς γοῦν οὗτος ὁ μακάριος Παῦλος ἐπαινεῖ μεθ' ὑπερβολῆς αὐτὸν λέγων οὕτως· Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Καὶ αἵρεσιν δὲ ἑαυτῷ προσθεὶς τοῦ ζῇν ἐνταῦθα, καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιμᾷ τὴν ἐνταῦθα διαγωγήν. Εἰ δὲ πονηρὸς ἦν, οὔτ' ἂν ἐκεῖνος ταῦτα περὶ ἑαυτοῦ εἶπεν, οὔτ' ἂν ἄλλος τις εἰς ἀρετὴν αὐτῷ καταχρήσασθαι ἠδυνήθη, εἰ καὶ σφόδρα ἐσπούδαζε. Κακίᾳ γὰρ οὐκ ἄν ποτε εἰς ἀγαθόν τις χρήσαιτο, οὐ πορνείᾳ εἰς σωφροσύνην, οὐ φθόνῳ εἰς φιλοφροσύνην. Καὶ γὰρ ὅταν λέγῃ Παῦλος περὶ τοῦ φρονήματος τῆς σαρκὸς, ὅτι τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· τοῦτο λέγει, ὅτι ἡ κακία μένουσα κακία οὐ δύναται εἶναι ἀρετή. Ὥστε ὅταν ἀκούσῃς πονηρὸν αἰῶνα, τὰς πράξεις νόει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεφθαρμένην. Οὐδὲ γὰρ ἵνα ἀποκτείνῃ ἡμᾶς, καὶ ἐξαγάγῃ τῆς παρούσης ζωῆς, ἦλθεν ὁ Χριστὸς, ἀλλ' ἵνα ἀφεὶς ἐν τῷ κόσμῳ, παρασκευάσῃ τῆς ἐν τοῖς οὐρανοῖς διαγωγῆς γενέσθαι ἀξίους. Διὰ τοῦτο καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγε· Καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Καὶ πάλιν, Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ, τουτέστιν, ἀπὸ τῆς κακίας. Εἰ δὲ οὐκ ἀνέχῃ τούτων, ἀλλ' ἔτι πονηρὰν τὴν παροῦσαν ζωὴν εἶναι φὴς, μὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν. Ὥσπερ γὰρ ὁ τῆς κακίας ἑαυτὸν ὑπεξάγων, οὐκ ἐγκλημάτων, ἀλλὰ καὶ στεφάνων ἄξιος· οὕτω καὶ ὁ βιαίῳ θανάτῳ, καὶ δι' ἀγχόνης ἢ δι' ἄλλων τινῶν καταλύων τὸ ζῇν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ' ὑμᾶς. Νῦν δὲ καὶ ὁ Θεὸς τοὺς τοιούτους κολάζει τῶν ἀνδροφόνων μᾶλλον, καὶ πάντες βδελυττόμεθα, καὶ εἰκότως. Εἰ γὰρ ἑτέρους ἀνελεῖν οὐ καλὸν, πολλῷ μᾶλλον ἑαυτόν. Εἰ δὲ πονηρὸν ἡ παροῦσα ζωὴ, τοὺς ἀνδροφόνους στεφανοῦν ἔδει, ὅτι τῆς πονηρίας ἡμᾶς ἀπαλλάττουσι. Χωρὶς δὲ τούτων, καὶ ἐξ ὧν αὐτοὶ λέγουσιν, ἑαυτοῖς περιπίπτουσι. Τὸν γὰρ ἥλιον Θεὸν εἶναι φάσκοντες, καὶ μετ' ἐκεῖνον τὴν σελήνην, καὶ προσκυνοῦντες ὡς τῶν πολλῶν ἀγαθῶν αἰτίους, ἑαυτοῖς μαχόμενοι λέγουσιν. Ἡ γὰρ τούτων χρεία καὶ τῶν λοιπῶν ἄστρων πρὸς ἕτερον μὲν οὐδὲν, εἰς δὲ τὴν παροῦσαν ἡμῖν συντελεῖ ζωὴν, τὴν, ὡς αὐτοί φασι, πονηρὰν, σώματα τρέφουσά τε, καὶ καταυγάζουσα, καὶ καρποὺς εἰς ἀκμὴν ἄγουσα. Πῶς οὖν πρὸς τὴν σύστασιν τοῦ πονηροῦ βίου τοσαύτην εἰσάγουσι λειτουργίαν οὗτοι οἱ καθ' ὑμᾶς θεοί; Ἀλλ' οὔτε τὰ ἄστρα θεοὶ, μὴ γένοιτο, ἀλλ' ἔργα Θεοῦ πρὸς τὴν ἡμετέραν πεποιημένα χρείαν, οὔτε ὁ κόσμος πονηρός. Εἰ δὲ λέγοις μοι τοὺς ἀνδροφόνους καὶ τοὺς μοιχοὺς καὶ τοὺς τυμβωρύχους, οὐδὲν ταῦτα πρὸς τὸν παρόντα βίον· οὐδὲ γὰρ τῆς ἐν σαρκὶ ζωῆς ταῦτα ἁμαρτήματα, ἀλλὰ τῆς διεφθαρμένης προαιρέσεως. Εἰ γὰρ τῆς παρούσης ζωῆς ἦν ταῦτα, ὡς πάντως αὐτῇ συγκεκληρωμένα, οὐδεὶς ἂν ἐλεύθερος ἦν οὐδὲ καθαρός. Ὅρα γοῦν τῆς ἐν σαρκὶ ζωῆς τὰ ἰδιώματα οὐδένα δυνάμενον διαφυγεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐσθίειν, τὸ πίνειν, τὸ καθεύδειν, τὸ αὔξεσθαι, τὸ πεινῇν, τὸ διψῇν, τὸ γεννᾶσθαι, τὸ τελευτᾷν, καὶ τὰ τούτοις ἐοικότα ἅπαντα. Καὶ τούτων οὐδεὶς ἂν περιγένοιτο, οὐχ ἁμαρτωλὸς, οὐ δίκαιος, οὐ βασιλεὺς, οὐκ ἰδιώτης, ἀλλὰ πάντες ὑποκείμεθα τῇ τῆς φύσεως ἀνάγκῃ. Οὕτω καὶ τὸ φαῦλα πράττειν, εἰ τῇ φύσει τῆς ζωῆς ἦν συγκεκληρωμένον, οὐδεὶς ἂν αὐτὰ διέφυγεν, ὥσπερ οὐδὲ ἐκεῖνα. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι σπάνιοι οἱ κατορθοῦντες. Τῶν γὰρ φυσικῶν ἀναγκῶν οὐδένα εὑρήσεις περιγεγενημένον ποτέ. Ὥστε ἕως ἂν εὑρίσκηται καὶ εἷς κατωρθωκὼς ἀρετὴν, οὐδὲν ὁ λόγος παραβλαβήσεται. Τί φὴς, ἄθλιε καὶ ταλαίπωρε; πονηρὰ ἡ παροῦσα ζωὴ, ἐν ᾗ τὸν Θεὸν ἐπέγνωμεν, ἐν ᾗ περὶ τῶν μελλόντων φιλοσοφοῦμεν, ἐν ᾗ γεγόναμεν ἐξ ἀνθρώπων ἄγγελοι, καὶ ταῖς ἄνω συγχορεύομεν δυνάμεσι; Καὶ ποίαν ἑτέραν ζητήσωμεν τῆς πονηρᾶς ὑμῶν γνώμης καὶ διεστραμμένης ἀπόδειξιν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
