Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 5.1
Not analysed yet
Τίνος οὖν ἕνεκεν ὁ Παῦλος εἶπε, φησὶν, αἰῶνα πονηρὸν τὸν ἐνεστῶτα; Τῇ κοινῇ κεχρημένος συνηθείᾳ. Καὶ γὰρ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, Κακὴν ἔσχον ἡμέραν, οὐ τὸν καιρὸν, ἀλλὰ τὴν πρᾶξιν, ἢ τὴν περίστασιν διαβάλλοντες. Οὕτω καὶ ὁ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέσεις, τῇ συνηθείᾳ κέχρηται· καὶ δείκνυσιν, ὅτι καὶ τῶν προτέρων ἡμᾶς ἀπήλλαξεν ὁ Χριστὸς ἁμαρτημάτων, καὶ πρὸς τὸ μέλλον ἠσφαλίσατο. Τῷ μὲν γὰρ εἰπεῖν, Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἐκεῖνο ἐδήλωσε· τῷ δὲ προσθεῖναι, Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐνέφηνεν. Ὁ μὲν γὰρ νόμος καὶ πρὸς τὸ ἓν ἠσθένει, ἡ δὲ χάρις πρὸς ἀμφότερα δυνατὴ γέγονε. Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Ἐπειδὴ γὰρ ἐνόμιζον ἐκεῖνοι τοῦ Θεοῦ παρακούειν, ὡς δεδωκότος τὸν νόμον, καὶ ἐδεδοίκεσαν, εἰ τὴν Παλαιὰν ἀφέντες προσέλθοιεν τῇ Καινῇ· καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ὑπόνοιαν λέγων, ὅτι καὶ τῷ Πατρὶ ταῦτα δοκεῖ. Καὶ οὐχ ἁπλῶς εἶπε, Πατρὸς, ἀλλὰ, Πατρὸς ἡμῶν, καὶ συνεχῶς αὐτὸ τίθησιν, ἐντρέπων αὐτοὺς τῷ δεικνύναι, ὅτι Πατέρα ἡμῶν τὸν αὑτοῦ Πατέρα πεποίηκεν ὁ Χριστός. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ τοῦτο καινὸν καὶ παρηλλαγμένον. Τὸ γὰρ, Ἀμὴν, οὐδαμοῦ ἐν ἀρχῇ καὶ προοιμίοις Ἐπιστολῆς εὑρίσκομεν κείμενον, ἀλλὰ μετὰ πολλά. Ἐνταῦθα δὲ δεικνὺς, ὅτι καὶ τὰ εἰρημένα ἱκανὴν εἶχε κατηγορίαν Γαλατῶν, καὶ ὅτι ὁ λόγος ἀπηρτισμένος ἐστὶ, τὸ προοίμιον τοῦτο τέθεικε. Τὰ γὰρ φανερὰ τῶν ἐγκλημάτων οὐ πολλῆς δεῖται κατασκευῆς. Ἀναμνήσας γὰρ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, εἰς δοξολογίαν τὸν λόγον κατέκλεισεν. Οὐ διὰ τοῦτο δὲ μόνον τοῦτο πεποίηκεν, ἀλλὰ καὶ διὰ τὸ μεθ' ὑπερβολῆς ἐκπλήττεσθαι τῆς δωρεᾶς τὸ μέγεθος, τῆς χάριτος τὴν ὑπερβολὴν, καὶ ἐννοεῖν τίνας ὄντας τί εἰργάσατο ὁ Θεὸς ἀθρόον καὶ ἐν ἀκαριαίᾳ καιροῦ ῥοπῇ· ἅπερ τῷ λόγῳ παραστῆσαι μὴ δυνάμενος, εἰς δοξολογίαν κατέλυσεν, οὐ τὴν ἀξίαν, ἀλλὰ τὴν αὐτῷ δυνατὴν εὐφημίαν ὑπὲρ τῆς οἰκουμένης ἀναπέμπων ἁπάσης. Διὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. Εἰπὼν γὰρ, ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμὴν, ἀπὸ σφοδροτέρας ἄρχεται ἐπιπλήξεως, οὕτω λέγων· Θαυμάζω, ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ νόμου φυλακῆς ὑπώπτευον ἀρέσκειν τῷ Πατρὶ, καθάπερ καὶ Ἰουδαῖοι τὸν Χριστὸν διώκοντες, τοῦτο πρῶτον ἐνδείκνυται, ὅτι οὐ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα παροξύνουσι τοῦτο πράττοντες. Οὐ γὰρ ἀπὸ τοῦ Χριστοῦ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ Πατρὸς μεθίστασθε τοῦτο ποιοῦντες. Ὥσπερ γὰρ ἡ Παλαιὰ οὐ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὕτω καὶ ἡ χάρις οὐ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς, καὶ πάντα κοινά· Πάντα γὰρ τὰ τοῦ Πατρός μου, ἐμά ἐστιν. Εἰπὼν τοίνυν, ὅτι καὶ τοῦ Πατρὸς ἀφίστανται, δύο ἐγκλήματα τίθησι, καὶ τὴν μετάθεσιν, καὶ τὴν ταχίστην μετάθεσιν. Καὶ μὴν τὸ ἐναντίον κατηγορίας ἄξιον, τὸ μετὰ πολὺν ἀποστῆναι χρόνον· ἀλλὰ ἐνταῦθα περὶ ἀπάτης ὁ λόγος. Ἄξιος μὲν γὰρ ἐγκλημάτων καὶ ὁ μετὰ πολὺν χρόνον· ὁ δὲ ἐκ πρώτης προσβολῆς, καὶ ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς καταπεσὼν, ἐσχάτης ἀσθενείας ἐξήνεγκεν ὑπόδειγμα, ὃ καὶ τούτοις ἐγκαλεῖ, λέγων· Τί τοῦτο, ὅτι οὐδὲ χρόνου δέονται οἱ ἀπατῶντες ὑμᾶς, ἀλλ' ἡ πρώτη προσαγωγὴ ἀρκεῖ πάντας ὑμᾶς καταστρέψασθαι καὶ ἑλεῖν; καὶ ποίαν ἂν σχοίητε συγγνώμην; Εἰ γὰρ ἐπὶ φίλων τοῦτο γινόμενον, ἔγκλημα, καὶ ὁ τοὺς προτέρους καὶ χρησίμους τῶν ἐπιτηδείων ἀφεὶς καταγνώσεως ἄξιος, ὁ Θεοῦ καλοῦντος ἀποπηδῶν, ἐννόησον ὅσης ἂν εἴη τιμωρίας ὑπεύθυνος. Ὅταν δὲ εἴπῃ, Θαυμάζω, οὐ μόνον ἐντρέπων αὐτοὺς λέγει, ὅτι μετὰ τοσαύτην δωρεὰν, μετὰ τοσαύτην ἁμαρτημάτων συγχώρησιν καὶ φιλανθρωπίας ὑπερβολὴν, εἰς ζυγὸν δουλείας ηὐτομόλησαν· ὁμοῦ δὲ καὶ δεικνὺς, οἵαν ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι μεγάλην τινὰ καὶ ἐσπουδασμένην. Οὐδὲ γὰρ ἂν, εἰ τῶν τυχόντων ἐνόμιζεν αὐτοὺς εἶναι καὶ εὐεξαπατήτων, ἐθαύμασεν ἂν ἐπὶ τῷ γενομένῳ, ἀλλ' ἐπειδὴ τῶν γνησίων, φησὶ, καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἀνακτήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν. Ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Μετατίθεσθε. Οὐκ εἶπε, μετέθεσθε, ἀλλὰ, Μετατίθεσθε, τουτέστιν, Οὐδέπω πιστεύω, οὐδὲ ἡγοῦμαι ἀπηρτισμένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωμένου. Τοῦτο οὖν σαφέστερον προειπὼν, λέγει, Ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ. Ἡ μὲν κλῆσίς ἐστι τοῦ Πατρὸς, τῆς δὲ κλήσεως ἡ αἰτία, τοῦ Υἱοῦ· αὐτὸς γάρ ἐστιν ὁ καταλλάξας καὶ δωρεὰν δούς· οὐ γὰρ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐσώθημεν. Μᾶλλον δὲ καὶ ταῦτα ἐκείνου, καὶ ἐκεῖνα τούτου· Τὰ γὰρ ἐμὰ σὰ, φησὶ, καὶ τὰ σὰ ἐμά. Καὶ οὐκ εἶπεν, Ἀπὸ τοῦ εὐαγγελίου μετατίθεσθε, ἀλλ', Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς Θεοῦ. Ὃ γὰρ ἦν φρικωδέστερον, καὶ μᾶλλον ἱκανὸν αὐτοὺς καταπλῆξαι, τοῦτο τέθεικεν. Οἱ γὰρ ἀπατᾷν αὐτοὺς βουλόμενοι, οὐκ ἀθρόως τοῦτο ἐποίουν, ἀλλ' ἠρέμα αὐτοὺς τῶν πραγμάτων μεθιστῶντες, τῶν ὀνομάτων οὐ μεθίστων. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου πλάνη, μὴ γυμνὰ προτιθέναι τὰ θήρατρα. Εἰ μὲν γὰρ εἶπον, Ἀπόστητε ἀπὸ τοῦ Χριστοῦ, ὡς πλάνους ἂν καὶ λυμεῶνας ἐφυλάξαντο· νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῇ πίστει τέως, καὶ τῇ πλάνῃ εὐαγγελίου ἐπιτιθέντες ὄνομα, μετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδομὴν, τῶν εἰρημένων, καθάπερ τινῶν παραπετασμάτων, διὰ τῶν ὀνομάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους.