# In epistulam ad Galatas commentarius 5.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/5.1-2

Καὶ σκόπει μεθ' ὅσης ἀκριβείας κέχρηται τῷ λόγῳ, διδοὺς τοῖς συνετοῖς ἰδεῖν, ὅτι οὐ μάχης ἦν τὰ ῥήματα, ἀλλ' οἰκονομίας. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτοῦ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Οὐκ εἶπεν, ὑπ' ἐμοῦ, ἀλλ', ὑπὸ τῶν ἄλλων. Εἰ δὲ αὐτὸς κατεγίνωσκεν, οὐκ ἂν παρῃτήσατο καὶ τοῦτο εἰπεῖν. Καὶ τὸ, Κατὰ πρόσωπον δὲ ἀντέστην, σχῆμα ἦν. Εἰ γὰρ ὄντως ἐμάχοντο, οὐκ ἂν ἐπὶ τῶν μαθητῶν ἀλλήλοις ἐπετίμησαν· σφόδρα γὰρ ἂν αὐτοὺς ἐσκανδάλισαν· νυνὶ δὲ λυσιτελοῦσα ἦν ἡ ἐν τῷ φανερῷ μάχη. Καὶ ὥσπερ ὁ Παῦλος εἶξεν αὐτοῖς ἐν Ἱεροσολύμοις, οὕτω καὶ αὐτοὶ ἐν Ἀντιοχείᾳ. Τίς οὖν ἡ κατάγνωσις; Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου (αὐτὸς γὰρ ἦν ὁ διδάσκαλος ἐν Ἱεροσολύμοις) μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς· οὐ τοῦτο φοβούμενος, μὴ κινδυνεύσῃ· ὁ γὰρ ἐν ἀρχῇ μὴ φοβηθεὶς, πολλῷ μᾶλλον τότε· ἀλλ' ἵνα μὴ ἀποστῶσιν. Ἐπεὶ καὶ αὐτὸς λέγει Γαλάταις, Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα· καὶ πάλιν, Φοβοῦμαι μή πως ὡς ὄφις Εὔαν ἐξηπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Ὁ μὲν γὰρ τοῦ θανάτου φόβος οὐδὲν ἦν αὐτοῖς, ὁ δὲ τῆς ἀπωλείας τῶν μαθητῶν σφόδρα αὐτῶν κατέσειε τὴν ψυχήν. Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Μὴ θαυμάσῃς, εἰ τὸ πρᾶγμα ὑπόκρισιν καλεῖ· οὐ γὰρ βούλεται, ὅπερ ἔφθην εἰπὼν, ἐκκαλύψαι τὴν γνώμην, ἵνα ἐκεῖνοι κατορθωθῶσιν. Ἐπειδὴ γὰρ σφοδρῶς ἀντείχοντο τοῦ νόμου, διὰ τοῦτο καὶ ὑπόκρισιν καλεῖ τὸ γινόμενον, καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόῤῥιζον αὐτῶν ἀνελεῖν τὴν πρόληψιν. Καὶ ἀκούων ταῦτα Πέτρος συνυποκρίνεται, ὡς ἁμαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιμήσει διορθωθῶσιν. Εἰ μὲν γὰρ τοῖς ἐξ Ἰουδαίων ὁ Παῦλος ἐπέπληξεν, ἠγανάκτησαν καὶ διέπτυσαν· οὐ γὰρ πολλὴν περὶ αὐτοῦ δόξαν εἶχον· νυνὶ δὲ τὸν διδάσκαλον ὁρῶντες ἐπιτιμώμενον καὶ σιγῶντα, οὔτε καταφρονῆσαι, οὔτε ἀντειπεῖν τοῖς λεγομένοις εἶχον. Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Μηδὲ αὕτη ὑμᾶς θορυβείτω ἡ λέξις· οὐ γὰρ Πέτρου καταγινώσκων ταῦτα λέγει, ἀλλ' οὕτω χαρακτηρίζει τὴν λέξιν, ὡς συμφέρον ἦν ἀκοῦσαι τοὺς διὰ τῆς ἐπιτιμήσεως Πέτρου μέλλοντας βελτίους γίνεσθαι. Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἶδες πῶς τοὺς ἄλλους διορθοῦται; Διὰ γὰρ τοῦτο Ἔμπροσθεν, ἵνα καὶ ἀκούσαντες φοβηθῶσι. Τί εἶπες, εἰπέ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Καίτοι οὐ τὰ ἔθνη αὐτῷ συναπήχθη, ἀλλ' Ἰουδαῖοι· τί οὖν ἐγκαλεῖς ὃ μὴ γέγονε; τί δὲ μὴ τρέπεις τὸν λόγον ἐπὶ τοὺς ὑποκρινομένους τοὺς ἐξ Ἰουδαίων, ἀλλ' ἐπὶ τὰ ἔθνη; διὰ τί δὲ καὶ Πέτρῳ μόνον ἐγκαλεῖς, εἰ καὶ οἱ λοιποὶ αὐτῷ συνυπεκρίθησαν; Ἴδωμεν δὲ καὶ τί ἐγκαλεῖ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Καὶ μὴν αὐτὸς ὑπεστέλλετο μόνος· τί οὖν ἐστιν ὃ κατασκευάσαι βούλεται; Ἀνύποπτον ποιῆσαι τὴν ἐπιτίμησιν. Εἰ μὲν γὰρ εἶπε, κακῶς ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ ἐξ Ἰουδαίων αὐτῷ, ὡς θρασυνομένῳ κατὰ τοῦ διδασκάλου· νυνὶ δὲ ὑπὲρ τῶν οἰκείων ἐγκαλῶν αὐτῷ μαθητῶν, τῶν ἐξ ἐθνῶν λέγω, εὐπαράδεκτον ποιεῖ ταύτῃ τὸν λόγον· καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ πάντων ἀποστήσας τὴν ἐπιτίμησιν, τῷ ἀποστόλῳ περιστῆσαι πᾶσαν αὐτήν. Εἰ γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς· μονονουχὶ διαῤῥήδην λέγων, ὅτι Μιμήσασθε τὸν διδάσκαλον, ὅτι καὶ αὐτὸς Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇ. Ἀλλ' οὕτω μὲν οὐ λέγει· οὐ γὰρ ἂν ἐδέξαντο τὴν παραίνεσιν· προσχήματι δὲ ἐπιτιμήσεως τῆς ὑπὲρ τῶν ἐθνῶν ἐκκαλύπτει τοῦ Πέτρου τὴν γνώμην. Πάλιν εἰ εἶπε, Διὰ τί τοὺς ἐξ Ἰουδαίων ἀναγκάζεις ἰουδαΐζειν; σφοδρότερος ὁ λόγος ἂν ἐγένετο· νῦν δὲ οὐχ ὡς τῶν Ἰουδαίων μαθητῶν ἀντεχόμενος, ἀλλὰ τῶν ἐξ ἐθνῶν, οὕτω διορθοῦται ἐκείνους. Καὶ γὰρ αἱ ἐπιπλήξεις, ὅταν μὴ σφόδρα φορτικαὶ ὦσι, τότε μάλιστα δύνανται εὐπαράδεκτοι γενέσθαι. Οὐδὲ γὰρ τῶν ἐξ ἐθνῶν τις ἠδύνατο ἐγκαλέσαι τῷ Παύλῳ, ὑπὲρ τῶν Ἰουδαίων ποιουμένῳ τὸν λόγον. Τοῦτο ὅλον κατώρθωσε σιγήσας καὶ καταδεξάμενος ὑποκρίσεως δόξαν ὁ Πέτρος, ἵνα ἀληθοῦς ὑποκρίσεως ἀπαλλάξῃ τοὺς Ἰουδαίους. Τὸ μὲν οὖν πρῶτον, εἰς τὸ Πέτρου πρόσωπον περιέστησε τὸν λόγον εἰπὼν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων· προϊὼν δὲ κοινοποιεῖ τὸ λεγόμενον, καὶ ἑαυτὸν προσπαραλαβὼν, καὶ οὕτω λέγων· Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Καὶ τὰ μὲν λεγόμενα παραίνεσις ἦν, σχῆμα δὲ ἐπιπλήξεως αὐτῇ περίκειται διὰ τοὺς ἐξ Ἰουδαίων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
