# In epistulam ad Galatas commentarius 5.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΚΕΦΑΛΑΙΟΝ Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/5.1-3

Τί ἂν ἐνταῦθα εἴποιεν αἱρετικοί; Εἰ γὰρ τὸ μόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν, διὰ τὸ λέγεσθαι, Ὁ δὲ Θεὸς εἷς ἐστιν. Εἰ δὲ ἑνὸς λεγομένου Θεοῦ τοῦ Πατρὸς, ἐστὶ Θεὸς καὶ ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ἀληθινοῦ λεγομένου τοῦ Πατρὸς, ἀληθινὸς καὶ ὁ Υἱός. Ὁ δὲ μεσίτης, φησὶ, δύο τινῶν γίνεται μεσίτης. Τίνος οὖν μεσίτης ἦν ὁ Χριστός; Ἦ δῆλον, ὅτι Θεοῦ καὶ ἀνθρώπων. Ὁρᾷς πῶς δείκνυσιν, ὅτι καὶ τὸν νόμον αὐτὸς ἔδωκεν; Εἰ τοίνυν αὐτὸς ἔδωκε, κύριος ἂν εἴη καὶ λῦσαι πάλιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; εἰ γὰρ ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Πῶς οὖν λύει τὴν ἀντίθεσιν; Πρῶτον μὲν ἀπαγορεύει, εἰπών· Μὴ γένοιτο· ἔπειτα καὶ κατασκευάζει, οὕτω λέγων· Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, καὶ αὐτὸς ἦν ὁ τὸ κῦρος ἔχων τῆς ἡμετέρας σωτηρίας, ἴσως ταῦτα καλῶς ἔλεγες· εἰ δὲ ἀπὸ πίστεως σώζει, κἂν ἐπικαταράτους ποιῇ, οὐδὲν ἐβλάβης ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης. Εἰ μὲν γὰρ δι' ἐκείνου ἡ ἐπαγγελία, εἰκότως ἐδεδοίκεις μὴ τῆς δικαιοσύνης ἐκπέσῃς, ἐκπίπτων τοῦ νόμου· εἰ δὲ διὰ τοῦτο ἐδόθη, ἵνα συγκλείσῃ πάντας, τουτέστιν, ἵνα ἐλέγξῃ, καὶ δείξῃ τὰ οἰκεῖα αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τοῦ τυχεῖν τῆς ἐπαγγελίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν. Τοῦτο γοῦν δηλῶν ἔλεγεν· Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Ἐπειδὴ γὰρ Ἰουδαῖοι οὐδὲ τῶν ἁμαρτημάτων ᾐσθάνοντο τῶν οἰκείων, οἱ δὲ μὴ αἰσθανόμενοι, οὐδὲ ἀφέσεως ἐπεθύμουν, ἔδωκε τὸν νόμον ἐλέγχοντα τὰ τραύματα, ἵνα ποθήσωσι τὸν ἰατρόν. Τὸ γὰρ, Συνέκλεισεν, ἤλεγξέν ἐστι, καὶ ἐλέγξας κατεῖχεν ἐν φόβῳ. Εἶδες ὅτι οὐ μόνον κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπαγγελιῶν ἐδόθη; Εἰ μὲν γὰρ ἑαυτῷ τὸ πρᾶγμα ἐξεδίκει καὶ τὴν αὐθεντίαν ὁ νόμος, καλῶς ταῦτα ἐλέγετο· εἰ δὲ ἑτέρῳ τρέχει, καὶ δι' ἐκεῖνον πάντα ἔπραττε, πῶς κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Εἰ γὰρ μὴ νόμος ἐδόθη, πάντες εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔμελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, δύο ταῦτα κατώρθωσεν, ἀρετὴν σύμμετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁμαρτήματα, ὃ μάλιστα αὐτοὺς ἐποίει προθυμοτέρους πρὸς τὸ ζητεῖν τὸν Υἱόν. Οἱ γοῦν μὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ μὴ καταγνῶναι τῶν οἰκείων ἁμαρτημάτων, οὐκ ἐπίστευσαν. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἶδες πῶς σαφῶς ἅπερ εἰρήκαμεν παρέστησε; Τὸ γὰρ, Ἐφρουρούμεθα, καὶ, Συγκεκλεισμένοι, οὐδὲν ἕτερον δηλοῦντός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόμου γενομένην ἀσφάλειαν. Ὥσπερ γὰρ ἐν τειχίῳ τινὶ τῷ φόβῳ κατέχων αὐτοὺς καὶ τῷ βίῳ τῷ κατ' αὐτὸν ὁ νόμος ἐτήρει τῇ πίστει. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντιοῦται τῷ διδασκάλῳ, ἀλλὰ καὶ συμπράττει, πάσης κακίας ἀπαλλάττων τὸν νέον, καὶ μετὰ πάσης σχολῆς τὰ μαθήματα παρὰ τοῦ διδασκάλου δέχεσθαι παρασκευάζων· ἀλλ' ὅταν ἐν ἕξει γένηται, ἀφίσταται λοιπὸν ὁ παιδαγωγός. Διὰ τοῦτό φησιν· Ἐλθούσης δὲ τῆς πίστεως τῆς εἰς τὸν τέλειον ἄνδρα ἀγούσης, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Εἰ τοίνυν ὁ νόμος παιδαγωγὸς, καὶ ὑπ' αὐτὸν ἐφρουρούμεθα συγκεκλεισμένοι, οὐκ ἐναντίος τῆς χάριτος, ἀλλὰ καὶ συνεργός· εἰ δὲ ἐλθούσης τῆς χάριτος ἐπιμένοι κατέχων, τότε ἐναντίος. Ἂν γὰρ ὀφείλοντας ἐξελθεῖν πρὸς αὐτὴν συγκλείῃ, τότε τὴν ἡμετέραν λυμαίνεται σωτηρίαν. Ὥσπερ γὰρ ὁ λύχνος ἐν τῇ νυκτὶ φωτίσας, ἐὰν γενομένης ἡμέρας ἀναγκάζῃ μὴ καθορᾷν τὸν ἥλιον, οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλὰ καὶ ἐλυμήνατο· οὕτω καὶ ὁ νόμος, ἂν πρὸς τὰ μείζονα κώλυμα γίνηται. Οἱ τοίνυν αὐτὸν τηροῦντες νῦν, οὗτοι μάλιστα αὐτὸν διαβάλλουσι. Καὶ γὰρ ὁ παιδαγωγὸς τότε καταγέλαστον ποιεῖ τὸν νέον, ὅταν καιροῦ καλοῦντος αὐτὸν ἀποστῆναι, παρ' ἑαυτῷ κατέχῃ. Διὸ καὶ ὁ Παῦλός φησιν· Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐστε. Ὥστε οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε. Βαβαὶ, πόση τῆς πίστεως ἡ δύναμις, καὶ πῶς αὐτὴν ἐκκαλύπτει προϊών. Πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι υἱοὺς ἐποίει τοῦ πατριάρχου· Γινώσκετε γὰρ, φησὶν, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· νῦν δὲ ἀποφαίνει, ὅτι καὶ τοῦ Θεοῦ· Πάντες γὰρ υἱοὶ Θεοῦ, φησὶν, ἐστὲ διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Διὰ τῆς πίστεως, οὐ διὰ τοῦ νόμου. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ θαυμαστὸν, λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο ἦν. Ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν. Εἰ γὰρ ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν ἢ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἶδες ψυχὴν ἀκόρεστον; Εἰπὼν γὰρ, ὅτι Υἱοὶ τοῦ Θεοῦ γεγόναμεν διὰ τῆς πίστεως, οὐχ ἵσταται μέχρι τούτου, ἀλλ' ἐπιζητεῖ τι πλέον εὑρεῖν, τὸ δυνάμενον σαφέστερον παραστῆσαι τὴν ἐγγυτέραν πρὸς τὸν Χριστὸν ἕνωσιν. Καὶ εἰπὼν, ὅτι Αὐτὸν ἐνεδύσασθε, οὐδὲ ταύτῃ ἀρκεῖται τῇ λέξει, ἀλλ' ἑρμηνεύων αὐτὴν, ἐνδοτέρω πρόεισι τῆς τοιαύτης συναφείας, καί φησιν, ὅτι Πάντες εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, μίαν μορφὴν, ἕνα τύπον ἔχετε πάντες τὸν τοῦ Χριστοῦ. Τί τούτων γένοιτ' ἂν φρικωδέστερον τῶν ῥημάτων; Ὁ Ἕλλην καὶ ὁ Ἰουδαῖος καὶ ὁ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ' αὐτοῦ τοῦ πάντων Δεσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν αὐτῷ δεικνὺς τὸν Χριστόν. Εἰ δὲ ὑμεῖς τοῦ Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι. Εἶδες πῶς, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἀπέδειξε νῦν τὸ περὶ τοῦ σπέρματος, ὅτι αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δεδομέναι;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
