Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 5.1-4
Not analysed yet
Ἰδοὺ καὶ ἑτέραν δείκνυσιν ὁδὸν εὔκολον ποιοῦσαν τὴν ἀρετὴν, καὶ κατορθοῦσαν τὰ εἰρημένα, ὁδὸν τίκτουσαν ἀγάπην, καὶ σφιγγομένην ὑπὸ τῆς ἀγάπης. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀγαπητικοὺς ποιεῖ, ὡς τὸ πνευματικοὺς εἶναι, καὶ οὐδὲν οὕτω πείθει παραμένειν ἡμῖν τὸ πνεῦμα, ὡς ἡ τῆς ἀγάπης ἰσχύς. Διό φησι· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἐπειδὴ γὰρ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγείαν χαριζόμενον φάρμακον. Ποῖον δὲ τοῦτό ἐστι, καὶ τίς ἡ δύναμις τῶν εἰρημένων καλῶν, ἢ τὸ πνεύματι ζῇν; Διό φησι· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασμένον εἰσάγων, καὶ μάχην τῷ σώματι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· σάρκα γὰρ ἐνταῦθα, οὐ τὸ σῶμα καλεῖ· εἰ γὰρ τοῦτό φησι, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον; Ἐπιθυμεῖ γὰρ, φησὶ, κατὰ τοῦ πνεύματος. Καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων· πῶς οὖν ἐπιθυμεῖ; ἡ γὰρ ἐπιθυμία οὐ σαρκὸς, ἀλλὰ ψυχῆς. Καὶ γὰρ ἀλλαχοῦ φησι· Κατεπίθυμός ἐστιν ἡ ψυχή μου· καὶ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ ποιήσω σοι, Καὶ, Μὴ πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· καὶ πάλιν, Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου. Πῶς οὖν Παῦλός φησιν, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος; Οἶδε σάρκα καλεῖν, οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι· Καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; ἀνελεῖν δεῖ τὴν σάρκα; Αὐτὸς δὲ ὁ ταῦτα λέγων, οὐ σάρκα περιέκειτο; Οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ διαβόλου ταῦτα τὰ διδάγματα· Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἦν ἀπαρχῆς. Τί οὖν φησι; Σάρκα ἐνταῦθα τὸν λογισμὸν καλεῖ τὸν γεώδη, τὸν ῥᾴθυμον καὶ ἠμελημένον. Τοῦτο δὲ οὐ σώματος κατηγορία, ἀλλὰ ῥᾳθύμου ψυχῆς ἔγκλημα· ὄργανον γάρ ἐστιν ἡ σὰρξ, τὸ δὲ ὄργανον οὐδεὶς ἀποστρέφεται καὶ μισεῖ, ἀλλὰ τὸν τὸ ὄργανον κακῶς μεταχειριζόμενον. Καὶ γὰρ οὐ τὸν σίδηρον, ἀλλὰ τὸν ἀνδροφόνον καὶ μισοῦμεν καὶ κολάζομεν. Ἀλλὰ καὶ αὐτὸ τοῦτο, φησὶ, κατηγορία τοῦ σώματος, τὸ τὰ ἁμαρτήματα τῆς ψυχῆς τῷ τῆς σαρκὸς ὀνόματι καλεῖσθαι. Ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα, καὶ αὐτὴν δὲ καλήν. Τὸ γὰρ ἔλαττον τοῦ καλοῦ, καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν, οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ' ἐναντίον. Σὺ δὲ, εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σοι καὶ τῆς ψυχῆς κατηγορεῖν· καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνεύματα πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη. Τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ Γραφὴ, καὶ τὴν Ἐκκλησίαν ἅπασαν, σῶμα λέγουσα εἶναι τοῦ Χριστοῦ. Εἰ δὲ βούλει καὶ κατορθώματα καλεῖν τὰ δι' αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις, καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης, καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ γὰρ ἡ δύναμις τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοουμένη καθορᾶται, πῶς ἂν ἴδοιμεν χωρὶς ὀφθαλμῶν; εἰ δὲ καὶ ἡ πίστις ἐξ ἀκοῆς, πῶς ἀκουσόμεθα χωρὶς ὤτων; Καὶ τὸ κηρῦξαι δὲ καὶ τὸ περιελθεῖν, διὰ γλώττης καὶ ποδῶν. Πῶς γὰρ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καὶ τὸ γράψαι διὰ χειρῶν. Ὁρᾷς ὅτι μυρίων ἡμῖν ἀγαθῶν ἐστιν αἰτία τῆς σαρκὸς ἡ διακονία; Εἰ δὲ λέγει, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, περὶ δύο φησὶ λογισμῶν· οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα. Εἰ γὰρ ταῦτα ἀντίκειται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, ὡς τὸ σκότος τοῦ φωτός· εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖ πρόνοιαν, καὶ μυρία πάσχει, ὥστε αὐτὸ μὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυμένη κωλύει, καὶ τὸ σῶμα αὐτῇ διακονεῖται, καὶ πολλὴν εἰσάγει γνῶσιν αὐτῇ, καὶ πρὸς τὴν ἐκείνης ἐνέργειαν τοῦτο κατεσκεύασται· πῶς ἂν ἐναντία ταῦτα εἴη καὶ μαχόμενα ἀλλήλοις; Ἐγὼ γὰρ οὐ μόνον οὐκ ἐναντία, ἀλλὰ καὶ σφόδρα ὁμονοοῦντα, καὶ ἀλλήλων ἀντεχόμενα διὰ τῶν ἔργων ὁρῶ. Οὐ τοίνυν περὶ τούτων φησὶν, ὅτι ἀντίκεινται ἀλλήλοις, ἀλλὰ λογισμῶν πονηρῶν, καὶ ἀγαθῶν μάχην εἰσάγει. Τὸ γὰρ θέλειν καὶ μὴ θέλειν, τῆς ψυχῆς. Διὰ τοῦτό φησι· ταῦτα δὲ ἀντίκειται, ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς. Καθάπερ γάρ τις παιδαγωγὸς καὶ διδάσκαλος φοβῶν, ταῦτα ἐφθέγξατο. Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.