# In epistulam ad Galatas commentarius 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/6.1

Ἐπεὶ οὖν εὐαγγέλιον ἐκάλουν τὴν ἑαυτῶν ἀπάτην, καλῶς αὐτὸς καὶ πρὸς τὸ ὄνομα μάχεται, καὶ παῤῥησιάζεται, λέγων· Εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο. Καλῶς· οὐ γάρ ἐστιν ἄλλο. Ἀλλ' ὅμως ὅπερ πάσχουσιν οἱ νοσοῦντες ἐκ τῶν ὑγιεινῶν βλαπτόμενοι σιτίων, τοῦτο καὶ Μαρκίωνες ἐνταῦθα ἔπαθον. Ἐπελάβετο γὰρ τῶν εἰρημένων εἰπὼν, ὅτι Ἰδοὺ καὶ Παῦλος εἶπεν, Οὐκ ἔστιν ἕτερον εὐαγγέλιον. Οὐδὲ γὰρ παραδέχονται τοὺς εὐαγγελιστὰς ἅπαντας, ἀλλ' ἕνα μόνον, καὶ αὐτὸν περικόψαντες καὶ συγχέαντες, ὡς ἐβούλοντο. Τί οὖν, ὅταν αὐτὸς λέγῃ, Κατὰ τὸ Εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ; Ἔστι μὲν οὖν πολλοῦ γέλωτος τὰ εἰρημένα παρ' αὐτῶν· πλὴν κἂν καταγέλαστα ᾖ, ἀναγκαῖον διελέγχειν αὐτὰ διὰ τοὺς εὐκόλως ἀπατωμένους. Τί οὖν ἐροῦμεν; Ὅτι κἂν μυρίοι γράφωσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλὰ, καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλαβήσεται· ὥσπερ οὖν κἂν εἷς ᾖ πάλιν ὁ γράφων, καὶ ἐναντία λέγῃ, οὐκ ἔστιν ἓν τὰ γραφόμενα. Τὸ γὰρ ἓν καὶ οὐχ ἓν, οὐ τῷ τῶν γραφόντων ἀριθμῷ, ἀλλὰ τῇ ταυτότητι καὶ ἑτερότητι τῶν λεγομένων κρίνεται. Ὅθεν δῆλον, ὅτι καὶ τὰ τεσσάρων Εὐαγγέλια ἕν ἐστιν Εὐαγγέλιον. Ὅταν γὰρ οἱ τέσσαρες τὰ αὐτὰ λέγωσιν, οὐκ ἔστιν ἄλλο καὶ ἄλλο διὰ τὴν τῶν προσώπων διαφορὰν, ἀλλ' ἓν διὰ τὴν τῶν εἰρημένων συμφωνίαν. Οὐδὲ γὰρ ὁ Παῦλος περὶ ἀριθμοῦ λέγει νῦν, ἀλλὰ περὶ διαφωνίας τῶν εἰρημένων. Εἰ μὲν οὖν ἄλλο τὸ Ματθαίου, καὶ τὸ Λουκᾶ ἕτερον κατὰ τὴν δύναμιν τῶν ἐγγεγραμμένων καὶ τὴν τῶν δογμάτων ἀκρίβειαν, καλῶς ἐπιλαμβάνονται τοῦ λόγου· εἰ δὲ ἓν καὶ τὸ αὐτὸ, παυσάσθωσαν ἀνοηταίνοντες, καὶ ταῦτα προσποιούμενοι ἀγνοεῖν, ἃ καὶ τοῖς ἄγαν παισίν ἐστι κατάδηλα. Εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Τουτέστιν, Ἕως ἂν ὑγιαίνητε τὸν νοῦν, οὐκ ἐπιγνώσεσθε ἕτερον εὐαγγέλιον, ἕως ἂν ὀρθὰ βλέπητε, καὶ μὴ διεστραμμένα, τὰ μὴ ὄντα φανταζόμενοι. Ὥσπερ γὰρ ὁ ὀφθαλμὸς διαταραχθεὶς ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ· οὕτω καὶ νοῦς τῇ τῶν πονηρῶν συγχύσει θολούμενος λογισμῶν τὸ αὐτὸ τοῦτο πάσχειν εἴωθε. Διὰ γὰρ τοῦτο καὶ οἱ μαινόμενοι ἕτερα ἀνθ' ἑτέρων φαντάζονται. Ἀλλ' αὕτη χαλεπωτέρα ἐκείνης ἡ μανία, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ' ἐν τοῖς νοητοῖς τὴν βλάβην ἐργαζομένη, οὐκ ἐν τῇ κόρῃ τῶν τοῦ σώματος ὀμμάτων, ἀλλ' ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας τὴν καταστροφὴν κατασκευάζουσα. Καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ μὴν μίαν μόνην, ἢ δευτέραν ἐπεισῆγον ἐντολὴν, τὴν τῆς περιτομῆς, καὶ τὴν τῶν ἡμερῶν μόνον καινοτομοῦντες· ἀλλὰ δεικνὺς ὅτι μικρὸν παραποιηθὲν, τὸ ὅλον λυμαίνεται, εἶπε τὸ Εὐαγγέλιον ἀνατρέπεσθαι. Καθάπερ γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασιν ὁ μικρὸν τοῦ χαρακτῆρος περικόψας, ὅλον τὸ νόμισμα κίβδηλον εἰργάσατο· οὕτω καὶ ὁ τῆς ὑγιοῦς πίστεως καὶ τὸ βραχύτατον ἀνατρέψας, τῷ παντὶ λυμαίνεται, ἐπὶ τὰ χείρονα προϊὼν ἀπὸ τῆς ἀρχῆς. Ποῦ τοίνυν εἰσὶν οἱ φιλονεικίας ἡμᾶς κρίνοντες ἕνεκεν τῆς πρὸς τοὺς αἱρετικοὺς διαστάσεως; ποῦ νῦν εἰσιν οἱ λέγοντες οὐδὲν μέσον εἶναι ἡμῶν κἀκείνων, ἀλλ' ἀπὸ φιλαρχίας τὴν διαφορὰν γίνεσθαι; Ἀκουέτωσαν τί φησιν ὁ Παῦλος, ὅτι τὸ Εὐαγγέλιον ἀνέτρεψαν οἱ καὶ μικρόν τι καινοτομοῦντες. Οὗτοι δὲ οὔ τι μικρόν· πῶς γὰρ, οἱ τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα λέγοντες; Οὐκ ἤκουσας ὅτι καὶ ἐν τῇ Παλαιᾷ ἐν σαββάτῳ ξύλα τις συλλέξας, καὶ μίαν ἐντολὴν παραβὰς, καὶ οὐδὲ ταύτην μεγίστην, ἐσχάτην δέδωκε δίκην; καὶ Ὀζᾶ τὴν κιβωτὸν μέλλουσαν περιτρέπεσθαι στηρίξας, παραχρῆμα ἀπέθανεν, ὅτι μὴ προσηκούσης αὐτῷ διακονίας ἥψατο; Εἶτα σαββάτου μὲν ἡ παράβασις, καὶ τὸ τῆς κιβωτοῦ καταπιπτούσης ἅψασθαι, εἰς τοσαύτην ἤγαγε τὸν Θεὸν ἀγανάκτησιν, ὥστε μηδὲ βραχείας τυχεῖν συγγνώμης τοὺς ταῦτα τολμήσαντας· ὁ δὲ δόγματα φρικτὰ καὶ ἀπόῤῥητα λυμηνάμενος, οὗτος ἀπολογίας τεύξεται καὶ συγγνώμης; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἀλλὰ καὶ αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ καὶ ὑπὲρ τῶν μικρῶν τούτων ἀγανακτεῖν. Διὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισῆλθεν, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. Καὶ καθάπερ ἐν τοῖς σώμασιν οἱ τῶν τραυμάτων καταφρονήσαντες, πυρετοὺς ἔτεκον καὶ σηπεδόνας καὶ θάνατον· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν οἱ τῶν μικρῶν ὑπερορῶντες, τὰ μείζονα ἐπεισάγουσιν. Ὁ δεῖνα, φησὶ, περὶ τὴν νηστείαν σφάλλεται, καὶ οὐδὲν μέγα ἐστίν· ἕτερος τῇ πίστει μὲν ἔῤῥωται τῇ ὀρθῇ, ὑποκρινόμενος δὲ διὰ τὸν καιρὸν, τὴν παῤῥησίαν προέδωκεν· οὐδὲ τοῦτό τι μέγα δεινόν. Ἄλλος παροξυνθεὶς, ἠπείλησεν ἀποστήσεσθαι τῆς ὀρθῆς πίστεως· ἀλλ' οὐδὲ τοῦτο ἄξιον τιμωρίας· ὀργῇ γὰρ ἥμαρτε, φησὶ, καὶ θυμῷ. Καὶ μυρία τις ἂν εὕροι τοιαῦτα καθ' ἑκάστην ἡμέραν ἁμαρτήματα ἐπεισαγόμενα ταῖς Ἐκκλησίαις. Διὰ τοῦτο καὶ καταγέλαστοι γεγόναμεν καὶ Ἰουδαίοις καὶ Ἕλλησιν, εἰς μυρία τῆς Ἐκκλησίας σχιζομένης. Εἰ γὰρ οἱ παρὰ τὴν ἀρχὴν ἀποπηδᾷν τῶν θείων θεσμῶν ἐπιχειροῦντες καὶ μικρόν τι παρακινεῖν, τῆς προσηκούσης ἐτύγχανον ἐπιτιμήσεως, οὐκ ἂν ὁ παρὼν ἐτέχθη λοιμὸς, καὶ τοσοῦτος χειμὼν τὰς Ἐκκλησίας κατέλαβεν. Ὅρα γοῦν ὁ Παῦλος πῶς τὴν περιτομὴν ἀνατροπὴν τοῦ Εὐαγγελίου καλεῖ. ζʹ· Νῦν δέ εἰσι πολλοὶ παρ' ἡμῖν καὶ τὴν αὐτὴν Ἰουδαίοις νηστεύοντες ἡμέραν, καὶ σάββατα τηροῦντες ὁμοίως· καὶ φέρομεν γενναίως, μᾶλλον δὲ ταλαιπώρως. Καὶ τί λέγω τὰ Ἰουδαίων; καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡμετέρων φυλάττεται, κλῃδονισμοὶ καὶ οἰωνισμοὶ καὶ σύμβολα καὶ ἡμερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴν γένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέμοντα γραμματεῖα, ἃ τικτομένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιμίων παιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανημένην τυραννίδα τῆς εἱμαρμένης τό γε αὐτῶν ἄγοντες μέρος. Εἰ δὲ τοὺς περιτεμνομένους οὐδὲν ὁ Χριστὸς ὠφελεῖ, τοὺς τοσαῦτα ἐπισυρομένους κακὰ, τί τοσοῦτον ἡ πίστις εἰς σωτηρίαν ὠφελήσει λοιπόν; Καίτοι ἡ περιτομὴ παρὰ Θεοῦ δεδομένη ἦν, ἀλλ' ὅμως ἐπειδὴ ἐλυμαίνετο τῷ Εὐαγγελίῳ οὐκ ἐν καιρῷ τελουμένη, πάντα ἔπραττεν ὁ Παῦλος, ὥστε αὐτὴν περικόψαι. Εἶτα ὁ μὲν Παῦλος ὑπὲρ ἐθῶν Ἰουδαϊκῶν τοσαύτην ἐποιεῖτο σπουδὴν, ἐπειδὴ ἀκαίρως ἐφυλάττετο, ἡμεῖς δὲ οὐδὲ τὴν Ἑλληνικὴν περικόψομεν συνήθειαν; καὶ ποίαν σχοίημεν ἀπολογίαν; Διὰ ταῦτα ἐν ταραχαῖς καὶ θορύβοις νῦν τὰ ἡμέτερα, καὶ οἱ μαθητευόμενοι φρονήματος ἐμπλησθέντες πολλοῦ τὴν τάξιν ἀνέτρεψαν, καὶ τὰ ἄνω κάτω γεγένηται. Κἂν μικρόν τις ἐγκαλέσῃ, διαπτύουσι τοὺς ἄρχοντας, ἐπειδὴ κακῶς ἡμεῖς αὐτοὺς ἐπαιδοτριβήσαμεν. Καίτοι γε εἰ καὶ μοχθηρότεροι, καὶ μυρίων ἦσαν κακῶν γέμοντες οἱ προεστῶτες, οὐδὲ οὕτω τῷ μαθητῇ θέμις ἦν παρακούειν. Εἰ γὰρ περὶ τῶν Ἰουδαίων διδασκάλων φησὶν, ὅτι ἐπειδὴ ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, ἀκούεσθαι δίκαιοι παρὰ τῶν μαθητευομένων ἂν εἶεν, καίτοι γε ἔργα εἶχον οὕτω πονηρὰ, ὡς τοὺς μαθητὰς κελεῦσαι μὴ ζηλοῦν, μηδὲ μιμεῖσθαι ἐκεῖνα, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ τοὺς τῆς Ἐκκλησίας προέδρους τοὺς τῇ χάριτι τοῦ Θεοῦ μετ' ἐπιεικείας ζῶντας διαπτύοντες καὶ καταπατοῦντες; Εἰ γὰρ ἀλλήλους κρίνειν οὐ θέμις, πολλῷ μᾶλλον τοὺς διδασκάλους. Ἀλλὰ κἂν ἐγὼ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ὅρα σύνεσιν ἀποστολικήν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα, καὶ ἑαυτὸν ἀνεθεμάτισεν. Ἐπειδὴ δὲ καὶ εἰς ἀξιώματα κατέφευγον, Ἰάκωβον καὶ Ἰωάννην, διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. Μὴ γάρ μοι Ἰάκωβον εἴπῃς, φησὶ, καὶ Ἰωάννην· κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τις τῶν ἐξ οὐρανοῦ διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ οὐρανοῦ, ἀλλ' ἐπειδὴ καὶ οἱ ἱερεῖς ἄγγελοι ἐκαλοῦντο· Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν· ἵνα μὴ τούτους νομίσῃς ἀγγέλους λέγεσθαι νῦν, τῇ τοῦ οὐρανοῦ προσθήκῃ τὰς ἄνω δυνάμεις ᾐνίξατο. Καὶ οὐκ εἶπεν, Ἐὰν ἐναντία καταγγέλλωσιν, ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ, Κἂν μικρόν τι εὐαγγελίζωνται παρ' ὃ εὐηγγελισάμεθα, κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν. Ὡς προείρηκα, καὶ ἄρτι πάλιν λέγω. Ἵνα γὰρ μὴ νομίσῃς θυμοῦ τὰ ῥήματα εἶναι, ἢ ὑπερβολικῶς εἰρῆσθαι, ἢ κατὰ συναρπαγήν τινα, δεύτερον τὰ αὐτὰ πάλιν τίθησιν. Ὁ μὲν γὰρ θυμῷ τι προαχθεὶς εἰπεῖν, κἂν μεταγνοίη ταχέως· ὁ δὲ δεύτερον τὰ αὐτὰ λέγων, δείκνυσιν ὅτι κρίνας οὕτως εἶπε, καὶ πρότερον ἐν τῇ γνώμῃ κυρώσας, οὕτως ἐξήνεγκε τὸ λεχθέν. Ὁ μὲν οὖν Ἀβραὰμ ἀξιούμενος πέμψαι τὸν Λάζαρον ἔλεγεν, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἐὰν μὴ ἐκείνων ἀκούσωσιν, οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσονται. Ταῦτα δὲ αὐτὸν εἰσάγει λέγοντα ὁ Χριστὸς, δεικνὺς ὅτι καὶ νεκρῶν ἐγειρομένων ἀξιοπιστοτέρας εἶναι βούλεται τὰς Γραφάς. Ὁ δὲ Παῦλος (ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν πάλιν λέγω· αὐτὸς γὰρ ἦν ὁ κινῶν αὐτοῦ τὴν ψυχήν) καὶ ἀγγέλων ἐξ οὐρανοῦ καταβαινόντων αὐτὰς προτίθησι· καὶ μάλα εἰκότως. Οἱ γὰρ ἄγγελοι, κἂν μεγάλοι, ἀλλὰ δοῦλοι καὶ ὑπουργοὶ τυγχάνουσιν ὄντες· αἱ δὲ Γραφαὶ πᾶσαι οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων Θεοῦ Δεσπότου γραφεῖσαι ἐπέμφθησαν. Διὰ τοῦτό φησιν· Ἐάν τις ὑμᾶς εὐαγγελίσηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν. Καὶ οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς. Τί γὰρ ἔδει λοιπὸν ὀνομάτων μνησθῆναι τὸν τοσαύτῃ χρησάμενον ὑπερβολῇ, ὡς καὶ ἅπαντας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω, περιλαβεῖν; Διὰ μὲν γὰρ τοῦ τοὺς εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οἱ συναπόστολοί σου καὶ ἑταῖροι ταῦτα λέγουσιν· οὐδὲ γὰρ ἐμαυτοῦ φείδομαι τοιαῦτα κηρύττοντος. Ταῦτα δὲ οὐχ ὡς καταγινώσκων τῶν ἀποστόλων φησὶν, οὐδὲ ὡς παραβαινόντων τὸ κήρυγμα, ἄπαγε· Εἴτε γὰρ ἡμεῖς, εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσομεν· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ γὰρ καὶ ὑμᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, μὴ τὸν Θεὸν δύναμαι παραλογίσασθαι τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά μοι σπουδὴ διαπαντὸς ἀρέσκειν; Εἶδες φρόνημα ἀποστολικόν; εἶδες ὕψος εὐαγγελικόν; Τὰ αὐτὰ δὲ ταῦτα καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν, Οὐχ ὑμῖν ἀπολογούμεθα, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ πάλιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. Ἐπειδὴ γὰρ μαθηταῖς διδάσκαλος ὢν ἀναγκάζεται ἀπολογεῖσθαι, ὑπομένει μὲν αὐτὸ, δυσανασχετεῖ δὲ, οὐ δι' ἀπόνοιαν, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν εὐκολίαν τῆς τῶν ἀπατωμένων γνώμης, καὶ τὸ μὴ σφόδρα παρ' αὐτοῖς πιστεύεσθαι. Διὸ καὶ ταῦτα εἴρηκε, μονονουχὶ λέγων· Μὴ γὰρ πρὸς ὑμᾶς μοι ὁ λόγος ἐστί; μὴ γὰρ ἄνθρωποί μοι δικάζειν μέλλουσι; πρὸς τὸν Θεὸν ἡμῖν ὁ λόγος ἐστὶ, καὶ ὑπὲρ τῶν εὐθυνῶν τῶν ἐκεῖ ἅπαντα πράττομεν, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἤλθομεν ἀθλιότητος, ὡς μέλλοντες ἀπολογεῖσθαι τῷ πάντων Δεσπότῃ ὑπὲρ ὧν κηρύττομεν, διαφθείρειν τὰ δόγματα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
