Ancient Greek
Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 7.1
Not analysed yet
Ὁρᾷς τί κατασκευάζουσιν οἱ ἰουδαΐζοντες; τὸν Χριστὸν τὸν τῆς δικαιοσύνης ἡμῖν αἴτιον, τοῦτον καὶ ἁμαρτίας ἀποφαίνουσιν αἴτιον, καθὼς καὶ Παῦλός φησιν· Ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Εἶτα εἰς ἄτοπον τὸν λόγον ἀναγαγὼν, οὐδὲ ἐδεήθη λοιπὸν κατασκευῆς πρὸς τὴν ἀνατροπὴν, ἀλλ' ἠρκέσθη τῇ ἀπαγορεύσει, μόνον, εἰπὼν, Μὴ γένοιτο. Πρὸς γὰρ τὰ λίαν ἀναίσχυντα καὶ ἀναιδῆ οὐδὲ κατασκευαστικῶν δεῖ λόγων, ἀλλ' ἀρκεῖ καὶ ἀπαγορεῦσαι μόνον. Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Ἐκεῖνοι δεῖξαι ἐβούλοντο, ὅτι ὁ μὴ τηρῶν τὸν νόμον, παραβάτης· οὗτος δὲ εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, δεικνὺς ὅτι ὁ τηρῶν τὸν νόμον, παραβάτης, οὐ τῆς πίστεως, ἀλλὰ καὶ αὐτοῦ τοῦ νόμου. Ἃ γὰρ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, τὸν νόμον φησίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πέπαυται ὁ νόμος, καὶ τοῦτο ὡμολογήσαμεν, δι' ὧν ἀφέντες αὐτὸν, κατεφύγομεν ἐπὶ τὴν ἐκ πίστεως σωτηρίαν. Ἂν τοίνυν φιλονεικήσωμεν στῆσαι αὐτὸν, αὐτῷ τούτῳ παραβάται γινόμεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. Εἶτα καὶ πῶς κατελύθη, δείκνυσιν. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον. Διπλῆν ἔχει τοῦτο τὴν θεωρίαν· ἢ γὰρ νόμου τοῦ τῆς χάριτός φησιν· οἶδε γὰρ καὶ τοῦτον νόμον καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ δὲ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐλευθέρωσέ με· ἢ τὸν νόμον ἐνταῦθα τὸν παλαιὸν λέγει, δεικνὺς ὅτι δι' αὐτοῦ τοῦ νόμου τῷ νόμῳ ἀπέθανε· τουτέστιν· Αὐτός με ὁ νόμος ἐνήγαγεν εἰς τὸ μηκέτι προσέχειν αὐτῷ. Εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω. Πῶς καὶ τίνι τρόπῳ; Μωϋσῆς φησι, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· περὶ τοῦ Χριστοῦ λέγων. Ὥστε οἱ μὴ τούτῳ πειθόμενοι, παραβαίνουσι τὸν νόμον. Καὶ ἑτέρως δὲ πάλιν τοῦτο νοητέον ἡμῖν, τὸ, Διὰ νόμον νόμῳ ἀπέθανον. Ὁ γὰρ νόμος πάντα κελεύει ποιεῖν τὰ ἐγγεγραμμένα, καὶ τὸν μὴ ποιοῦντα κολάζει. Οὐκοῦν ἅπαντες αὐτῷ τετελευτήκαμεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Καὶ ὅρα πῶς καὶ ἐνταῦθα μεμετρημένως ποιεῖται τὴν πρὸς αὐτὸν μάχην· οὐ γὰρ εἶπεν, ὁ νόμος μοι ἀπέθανεν, ἀλλ', Ἐγὼ τῷ νόμῳ ἀπέθανον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ τὸν νεκρὸν καὶ τεθνεῶτα οὐκ ἔστιν ὑπακούειν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως οὐδὲ ἐμὲ τὸν ἐκ τῆς ἀρᾶς τῆς ἐκείνου τελευτήσαντα· τῷ γὰρ ἐκείνου λόγῳ ἀπέθανον. Μὴ τοίνυν ἐπιταττέτω τῷ τεθνεῶτι, ὃν καὶ αὐτὸς ἀνεῖλε, καὶ θάνατον οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικὸν, δι' οὗ καὶ τὸν σωματικὸν ἐπήγαγεν. Ὅτι γὰρ τοῦτο λέγει, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἵνα γὰρ Θεῷ ζήσω, φησὶ, Χριστῷ συνεσταύρωμαι. Ἐπειδὴ γὰρ εἶπεν, Ἀπέθανον, ἵνα μή τις εἴπῃ, πῶς οὖν ζῇς; ἐπήγαγε καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ ἔδειξεν, ὅτι ὁ μὲν νόμος ζῶντα ἀπέκτεινεν, ὁ δὲ Χριστὸς νεκρὸν λαβὼν, διὰ θανάτου ἐζωοποίησε· καὶ διπλοῦν τὸ θαῦμα δείκνυσιν, ὅτι καὶ τὸν νεκρὸν ἐζωογόνησε, καὶ διὰ θανάτου τὴν ζωὴν ἐχαρίσατο. Ζωὴν δὲ λέγει νῦν τὸν θάνατον· τοῦτο γάρ ἐστιν, Ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Καὶ πῶς ὁ ζῶν καὶ ἐμπνέων συνεσταυρώθη, φησίν, Ὅτι μὲν γὰρ ὁ Χριστὸς ἐσταυρώθη, δῆλον· σὺ δὲ πῶς ἐσταύρωσαι καὶ ζῇς; Ὅρα πῶς καὶ αὐτὸ ἑρμηνεύει, λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τῷ μὲν γὰρ εἰπεῖν, Χριστῷ συνεσταύρωμαι, τὸ βάπτισμα ᾐνίξατο· τῷ δὲ εἰπεῖν, Ζῶ δὲ οὐκέτι ἐγὼ, τὴν μετὰ ταῦτα πολιτείαν, δι' ἧς νεκροῦται ἡμῶν τὰ μέλη. Τί δέ ἐστι, Ζῇ δὲ ἐν ἐμοὶ Χριστός; Οὐδὲν γίνεται, φησὶν, ὑπ' ἐμοῦ, ὧν ὁ Χριστὸς οὐ βούλεται. Ὥσπερ γὰρ θάνατον λέγει οὐ τοῦτον τὸν κοινὸν, ἀλλὰ τὸν ἐκ τῶν ἁμαρτιῶν, οὕτω καὶ ζωὴν, τὴν ἐκείνων ἀπαλλαγήν· Θεῷ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ' ἢ νεκρωθέντα τῇ ἁμαρτίᾳ. Ὥσπερ οὖν ὁ Χριστὸς τὸν σωματικὸν ὑπέστη θάνατον, οὕτως ἐγὼ τὸν κατὰ τῆς ἁμαρτίας. Νεκρώσατε γὰρ τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, μοιχεία· παὶ πάλιν λέγει, Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη· ὅπερ ἐν τῷ λουτρῷ γέγονε. Μετὰ δὲ ταῦτα ἐὰν μένῃς νεκρὸς τῇ ἁμαρτίᾳ, ζῇς τῷ Θεῷ· ἂν δὲ πάλιν αὐτὴν ἀναστήσῃς, ἐλυμήνω τῇ τοιαύτῃ ζωῇ. Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος, ἀλλ' ἔμενε δι' ὅλου νεκρός. Εἰ τοίνυν ζῶ τῷ Θεῷ, φησὶν, ἑτέραν παρὰ τὴν ἐν τῷ νόμῳ ζωὴν, καὶ νεκρὸς ἐγενόμην τῷ νόμῳ, οὐδὲν τοῦ νόμου φυλάττειν δύναμαι.