# In epistulam ad Galatas commentarius 8.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/8.1-2

Καὶ ὅρα τὴν ἀκρίβειαν τῆς πολιτείας, καὶ θαύμασον μεθ' ὑπερβολῆς τὴν μακαρίαν ἐκείνην ψυχήν. Οὐ γὰρ εἶπε, Ζῶ ἐγὼ, ἀλλὰ, Ζῇ ἐν ἐμοὶ Χριστός. Τίς ταύτην τολμήσει ῥῆξαι τὴν φωνήν; Ἐπειδὴ γὰρ εὐήνιον ἑαυτὸν τῷ Χριστῷ κατεσκεύασε, καὶ ἅπαντα ἐξέβαλε τὰ βιωτικὰ, καὶ πρὸς τὸ θέλημα τὸ ἐκείνου πάντα ἔπραττεν, οὐκ εἶπε, Ζῶ τῷ Χριστῷ, ἀλλ', ὃ πολλῷ πλέον ἦν, Ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὥσπερ γὰρ ἡ ἁμαρτία, ὅταν κρατήσῃ, αὕτη ἐστὶν ἡ ζῶσα, πρὸς ἃ βούλεται τὴν ψυχὴν ἄγουσα· οὕτως εἰ ἐκείνης νεκρωθείσης τὰ τῷ Χριστῷ δοκοῦντα γίνεται, οὐδὲ ἀνθρωπίνη λοιπόν ἐστιν ἡ τοιαύτη ζωὴ, αὐτοῦ ζῶντος ἐν ἡμῖν, τουτέστιν, ἐνεργοῦντος, κρατοῦντος. Ἐπειδὴ δὲ ἔλεγε, Συνεσταύρωμαι, καὶ, Οὐκέτι ζῶ, ἀλλ' ἀπέθανον, καὶ ἐδόκει πολλοῖς ἀπίθανον λέγειν, ἐπήγαγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὰ μὲν εἰρημένα μοι, φησὶ, περὶ τῆς νοερᾶς ζωῆς· εἰ δέ τις ἐξετάζοι καὶ ταύτην τὴν αἰσθητὴν, καὶ αὕτη διὰ τὴν εἰς Χριστόν μοι πίστιν γέγονεν. Ὅσον γὰρ εἰς τὴν παλαιὰν πολιτείαν καὶ τὸν νόμον, ἐσχάτης κολάσεως ἄξιος ἤμην, καὶ πάλαι ἂν ἀπωλώλειν. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦντο τῆς δόξης τοῦ Θεοῦ, καὶ ὑπὸ τὴν ἀπόφασιν ἡμᾶς κειμένους ἠλευθέρωσεν ὁ Χριστός· καὶ γὰρ οἱ πάντες ἀπέθανον, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ ἀποφάσει· καὶ τὴν πληγὴν ἐκδεχομένους ἀπήλλαξεν. Ἐπειδὴ καὶ ὁ νόμος κατηγόρησε, καὶ ὁ Θεὸς ἀπεφήνατο, ἐλθὼν ὁ Χριστὸς καὶ εἰς θάνατον ἑαυτὸν ἐκδοὺς, πάντας ἡμᾶς ἐξήρπασε τοῦ θανάτου. Ὥστε Ὃ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲν ἐκώλυσε πάντας ἀφανισθῆναι· ὃ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγονεν· ἀλλ' ἡ τοῦ Χριστοῦ παρουσία στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῇν ἡμᾶς ἐποίησεν. Ὅτι γὰρ τοῦτό φησιν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, ὅτι Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ, ἐπήγαγε· Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τί ποιεῖς, ὦ Παῦλε, τὰ κοινὰ σφετεριζόμενος, καὶ τὰ ὑπὲρ τῆς οἰκουμένης γενόμενα ἰδιοποιῶν; οὐ γὰρ εἶπε, τοῦ ἀγαπήσαντος ἡμᾶς, ἀλλὰ, Τοῦ ἀγαπήσαντός με. Καὶ μὴν ὁ εὐαγγελιστής φησιν, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον καὶ σὺ δὲ αὐτὸς λέγεις, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ἔδωκεν αὐτὸν, οὐχ ὑπὲρ σοῦ, ἀλλ' ὑπὲρ πάντων· καὶ πάλιν, Ἵνα περιποιήσηται ἑαυτῷ λαὸν περιούσιον. Τί οὖν ἐστιν ἐνταῦθα ὃ λέγει; Ἐννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης φύσεως, καὶ τὴν ἄφατον τοῦ Χριστοῦ κηδεμονίαν, καὶ τίνων ἀπήλλαξε, καὶ τίνα ἐχαρίσατο, καὶ πυρωθεὶς ὑπὸ τοῦ περὶ αὐτὸν πόθου, οὕτω φθέγγεται. Ἐπεὶ καὶ οἱ προφῆται τὸν κοινὸν Θεὸν ἰδιοποιοῦνται πολλάκις, οὕτω λέγοντες· Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· καὶ χωρὶς δὲ τούτων δεικνὺς, ὅτι ἕκαστον ἡμῶν τοσαύτην δίκαιον ὀφείλειν τῷ Χριστῷ χάριν, ὅσην ἂν εἰ καὶ δι' αὐτὸν μόνον ἦλθεν. Οὐ γὰρ ἂν παρῃτήσατο καὶ ὑπὲρ ἑνὸς τοσαύτην οἰκονομίαν ἐπιδείξασθαι· οὕτως ἕκαστον ἄνθρωπον τοσούτῳ ἀγάπης μέτρῳ φιλεῖ, ὅσῳ τὴν οἰκουμένην ἅπασαν. Ἡ μὲν οὖν θυσία ὑπὲρ πάσης προσενήνεκτο τῆς φύσεως, καὶ ἱκανὴ πάντας ἦν σῶσαι· οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάμενοι, οἱ πιστεύοντές εἰσι μόνοι. Ἀλλ' ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν, ἀλλ' ὥσπερ τὸ ἄριστον τὸ ἐν τῷ Εὐαγγελίῳ πᾶσι μὲν ηὐτρέπιστο, ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἐλθεῖν οἱ κληθέντες, οὐ συνεῖλε τὰ προκείμενα, ἀλλ' ἑτέρους ἐκάλεσεν· οὕτω καὶ ἐνταῦθα πεποίηκε. Καὶ γὰρ καὶ τὸ πρόβατον τὸ τῶν ἐνενηκονταεννέα ἀποσπασθὲν, ἓν ἦν, ἀλλ' ὅμως οὐδὲ αὐτοῦ κατεφρόνησε. Τοῦτο δὲ αὐτὸ οὕτω πως καὶ περὶ Ἰουδαίων διαλεγόμενος ὁ Παῦλος αἰνίττεται, λέγων· Τί γὰρ, εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Εἶτα αὐτὸς μὲν οὕτω σε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν παραδοῦναι, καὶ οὐκ ἔχοντα σωτηρίας ἐλπίδα εἰς τοσαύτην καὶ τοιαύτην ζωὴν ἀγαγεῖν· σὺ δὲ μετὰ τοσαῦτα ἀγαθὰ πρὸς τὰ παλαιὰ παλινδρομεῖς; Ἐπειδὴ τοίνυν τὰ ἀπὸ τῶν λογισμῶν ἐνέθηκεν ἀκριβῶς, λοιπὸν ἐν ἀποφάσει σφοδρῶς ἀνακηρύττει, λέγων· Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ. Ἀκουέτωσαν οἱ ἔτι καὶ νῦν Ἰουδαΐζοντες, καὶ τῷ νόμῳ προσέχοντες. Καὶ γὰρ πρὸς ἐκείνους ταῦτα λέγεται. Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Τί ταύτης τῆς ἁμαρτίας χαλεπώτερον; τί τῶν ῥημάτων τούτων ἐντρεπτικώτερον; Εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς, εὔδηλον ὅτι διὰ τὸ μὴ ἰσχύειν τὸν νόμον ἡμᾶς δικαιοῦν· εἰ δὲ ὁ νόμος δικαιοῖ, περιττὸς ὁ τοῦ Χριστοῦ θάνατος. Καὶ πῶς ἂν ἔχοι λόγον, πρᾶγμα τοσοῦτον, τοσαύτης γέμον φρίκης, καὶ λογισμὸν ἀνθρώπινον ὑπερβαῖνον, καὶ μυστήριον οὕτως ἀπόῤῥητον, ὃ πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, ἄγγελοι δὲ ἐξεπλήττοντο βλέποντες, κεφάλαιον δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας παρὰ πᾶσιν ὡμολόγηται ὂν, τοῦτο εἰκῆ καὶ μάτην γεγενῆσθαι λέγειν; Ἐννοήσας τοίνυν τὴν ὑπερβολὴν τῆς ἀτοπίας, εἰ τοσοῦτον πρᾶγμα καὶ τηλικοῦτον περιττῶς λέγοιεν γεγενῆσθαι (τοῦτο γὰρ καὶ ἀφ' ὧν ἐποίουν συνίστατο), καὶ ὕβρει κατ' αὐτῶν κέχρηται, λέγων οὕτως·

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
