# In epistulam ad Galatas commentarius 8.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-galatas-commentarius/8.1

Ὥστε ὁμοῦ μὲν ἀπολογούμενος, ὁμοῦ δὲ αὐτῶν κατεξανιστάμενος, ταῦτα τέθεικε. Τοὺς γὰρ μαθητευομένους οὐ δικάζειν τοῖς διδασκάλοις, ἀλλὰ πιστεύειν προσῆκεν· ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, καὶ κριταὶ καθέζεσθε, φησὶ, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος, τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκεῖνον περὶ δογμάτων ἀπολογήσασθαι τούτων. Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέσκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ἀνεξαπάτητον γὰρ τὸ Θεῖον. Ὅθεν δῆλον, ὅτι καὶ ἡμεῖς, φησὶν, οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ ὥστε μαθητὰς ἔχειν, οὐδὲ τῆς παρ' ὑμῶν ἐφιέμενοι δόξης ταῦτα γράφομεν· οὐ γὰρ ἀνθρώποις ἀρέσαι ἐσπουδάκαμεν, ἀλλὰ Θεῷ. Εἰ γὰρ ἤθελον ἀνθρώποις ἀρέσκειν, ἔτι μετὰ Ἰουδαίων ἤμην, ἔτι τὴν Ἐκκλησίαν ἐδίωκον. Ὁ δὲ ἔθνους ὁλοκλήρου καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ δόξης τοσαύτης καταφρονήσας, καὶ ἀνταλλαξάμενος τούτων διωγμοὺς καὶ ἔχθρας καὶ πολέμους καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα, ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων δόξης ἐφιέμενος λέγω. Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον, καὶ τὴν ἀθρόαν μεταβολὴν, καὶ δεικνύναι δι' ἐναργῶν ἀποδείξεων, ὅτι μετ' ἀληθείας μετέστη, ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα ποιεῖ, καὶ ἐπαρθῶσι. Διὰ τοῦτο προεῖπεν· Ἄρτι γὰρ ἀνθρώπους πείθω; Οἶδε γὰρ εἰς καιρὸν τὸν προσήκοντα πρὸς τὴν τῶν μαθητευομένων διόρθωσιν καὶ ὑψηλὸν καὶ μέγα τι φθέγγεσθαι. Καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, ἀπὸ τῶν δεσμωτηρίων, ἀπὸ τῶν καθημερινῶν θανάτων, ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ δίψους, καὶ τῆς γυμνότητος, ἀπὸ τῶν ἄλλων τῶν τοιούτων· ἀλλ' ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους, ἀλλὰ πρὸς τοὺς ἀποστόλους ὁ λόγος ἦν αὐτῷ νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, τῶν κινδύνων λέγω, ἑτέρωθεν μεθοδεύει τὸν λόγον· ἐπεὶ, ὅτε πρὸς τοὺς ψευδαποστόλους ἀπετείνατο, οὕτω προσάγει τὴν σύγκρισιν, τὴν ἐν τοῖς κινδύνοις ὑπομονὴν εἰς μέσον φέρων καὶ λέγων· Διάκονοι Χριστοῦ εἰσι; (παραφρονῶν λαλῶ·) ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· νῦν μέντοι τὴν προτέραν ἀναστροφὴν λέγει, καί φησι· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητὴς, οὐκ ἀνθρώπου μεσιτεύοντος, ἀλλ' αὐτοῦ δι' ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν. Καὶ ποία τοῖς ἀπιστοῦσιν ἀπόδειξις γένοιτ' ἂν τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι' ἑαυτοῦ, καὶ μὴ διὰ μέσου τινὸς τὰ ἀπόῤῥητα ἐκεῖνα μυστήρια; Ἡ προτέρα ἀναστροφὴ, φησίν· οὐ γὰρ ἂν, εἰ μὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν. Οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς νήψας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγείαν. Διὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι ἀναστροφῆς, καὶ μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων. Ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι' ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ, οἱ μὴ παρόντες; ὅτι δὲ διώκτης ἤμην, σφόδρα ἴστε. Καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι πολὺ τὸ διάστημα Παλαιστινῶν καὶ Γαλατῶν· ὥστε οὐκ ἂν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. Διὸ καί φησιν· Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Ὁρᾷς πῶς ἕκαστον μετὰ ἐπιτάσεως τίθησι, καὶ οὐκ αἰσχύνεται; Οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης, καὶ οὐκ ἐδίωκε μόνον, ἀλλὰ καὶ ἐπόρθει, τουτέστι, σβέσαι ἐπεχείρει τὴν Ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορθοῦντος ἔργον. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg158.local001/.
