# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-10

Ἠκούσατε ὅσα Ἑβραίοις ἐνεκάλεσεν ὁ Παῦλος βουλομένοις ἀεὶ μανθάνειν περὶ τῶν αὐτῶν; καὶ εἰκότως. Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Δέδοικα δὲ μὴ καὶ πρὸς ὑμᾶς ταῦτα καιρὸν ἂν ἔχοι λέγεσθαι, ὅτι ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, οὐδὲ μαθητῶν τάξιν ἐπέχετε, ἀλλ' ἀεὶ τὰ αὐτὰ ἀκούοντες, καὶ περὶ τῶν αὐτῶν, ὡς οὐδενὸς ἀκούοντες, οὕτω διάκεισθε· κἂν ἔρηταί τις ὑμᾶς, οὐδεὶς ἀποκρίνασθαι δυνήσεται, πλὴν ὀλίγων σφόδρα καὶ εὐαριθμήτων. Τοῦτο δὲ οὐ μικρὰ ζημία. Πολλάκις γὰρ τὸν διδάσκαλον βουλόμενον προελθεῖν περαιτέρω, καὶ μυστικωτέρων ἅψασθαι, καὶ ὑψηλοτέρων λόγων, οὐκ ἀφίησιν ἡ ἀπροσεξία τῶν μαθητευομένων. Καθάπερ γὰρ ἐπὶ τῶν γραμματιστῶν, ἂν ἀεὶ τὰ στοιχεῖα ἀκούων ὁ παῖς μὴ κρατῇ, ἀεὶ ἔσται αὐτῷ ἀνάγκη τὰ αὐτὰ ἐνηχεῖν τῷ παιδὶ, καὶ οὐ πρότερον ἀποστήσεται διδάσκων, ἕως ἂν ἐκεῖνα μαθεῖν ἀκριβῶς δυνηθῇ· καὶ γὰρ ἀνοίας ἐστὶ πολλῆς, τὰ πρότερα μὴ ἐνθέντα καλῶς, ἐφ' ἕτερα ἄγειν αὐτόν· οὕτω δὴ καὶ ἐπὶ τῆς ἐκκλησίας, ἂν ἀεὶ τὰ αὐτὰ λεγόντων ἡμῶν, μηδὲν πλέον μανθάνετε, οὐδέποτε τὰ αὐτὰ λέγοντες παυσόμεθα. Εἰ μὲν γὰρ ἐπιδείξεως ἦν ἡμῖν ὁ λόγος καὶ φιλοτιμίας, ἐχρῆν ἀεὶ μεταπηδᾷν καὶ μεταβαίνειν, οὐδὲν φροντίζοντας ὑμῶν ἕνεκεν, ἀλλὰ τῶν κρότων μόνον τῶν παρ' ὑμῶν· ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο τὴν σπουδὴν ἐθέμεθα, ἀλλὰ πάντα ὑπὲρ τῆς ὠφελείας ἡμῖν πονεῖται τῆς ὑμετέρας, οὐ παυσόμεθα περὶ τῶν αὐτῶν ὑμῖν διαλεγόμενοι, ἕως ἂν αὐτὰ κατορθώσητε. Ἐπεὶ ἐνῆν πολλὰ καὶ περὶ Ἑλληνικῆς λέγειν δεισιδαιμονίας, καὶ περὶ Μανιχαίων, καὶ περὶ Μαρκιωνιστῶν, καὶ μεγάλα πλήττειν αὐτοὺς τῇ τοῦ Θεοῦ χάριτι· ἀλλ' οὐκ ἔχει καιρὸν ὁ λόγος. Τοῖς γὰρ οὐδέπω τὰ ἑαυτῶν εἰδόσιν ἀκριβῶς, τοῖς οὐδέπω μεμαθηκόσιν ὅτι τὸ πλεονεκτεῖν κακὸν, τίς ἂν τοὺς τοιούτους εἴποι λόγους, καὶ ἐφ' ἕτερα ἀγάγοι πρὸ καιροῦ; Ἡμεῖς μὲν οὖν οὐ παυσόμεθα τὰ αὐτὰ λέγοντες, ἄν τε πεισθῆτε, ἄν τε μή· δεδοίκαμεν δὲ μὴ τῷ συνεχῶς τὰ αὐτὰ λέγειν, ἐὰν μὴ ἀκούητε, μείζονα τοῖς παρακούουσι τὴν καταδίκην ἐργασώμεθα. Οὐ πρὸς πάντας δέ μοι ταῦτα ῥητέον· οἶδα γὰρ πολλοὺς ὠφελουμένους ἀπὸ τῆς ἐνταῦθα εἰσόδου, οἳ δικαίως ἂν ἐκείνων καταβοήσαιεν ὡς ἐνεδρευόντων αὐτοὺς διὰ τῆς οἰκείας ἀμαθείας καὶ ἀπροσεξίας. Πλὴν ἀλλ' οὐδὲ οὕτως ἐνεδρευθήσονται· τὸ γὰρ συνεχῶς τὰ αὐτὰ ἀκούειν, καὶ τοῖς εἰδόσι χρήσιμον· ὃ γὰρ ἴσμεν πολλάκις ἀκούσαντες, μᾶλλον κατενύγημεν. Οἷόν τι λέγω· Ἴσμεν ὅτι καλὸν ἡ ταπεινοφροσύνη, καὶ ὅτι πολλάκις διελέχθη περὶ αὐτῆς ὁ Χριστός· ἀλλ' ὅταν καὶ αὐτῶν τῶν ῥημάτων ἐπακούσωμεν, καὶ τῶν εἰς αὐτὰ θεωρημάτων, πλέον τι πάσχομεν, κἂν μυριάκις ἀκούσωμεν. Εὔκαιρον οὖν καὶ ἡμᾶς νῦν εἰπεῖν ὑμῖν· Διόπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Τί δέ ἐστιν ἡ ἀρχὴ τοῦ λόγου, αὐτὸς ἐφεξῆς ἑρμηνεύει, λέγων· Μὴ πάλιν θεμέλιον, φησὶ, καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ ἡμέτερον, ἢ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων, καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; Τί δέ ἐστιν ἀρχή; Οὐδὲν ἄλλο, ἢ τοῦτο ἀρχήν φησιν, ὅταν μὴ βίος ἀκριβὴς παρῇ. Καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι· οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς πρῶτον χρὴ, καὶ μηδὲν ἀμφιβάλλειν περὶ αὐτῶν. Εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι προσῆκε καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι. Εἰ δὲ μέλλοι τις κατηχηθεὶς, καὶ βαπτισθεὶς μετὰ ἔτη δέκα περὶ πίστεως πάλιν ἀκούειν, καὶ ὅτι πιστεῦσαι χρὴ εἰς ἀνάστασιν νεκρῶν· οὔπω τὸν θεμέλιον ἔχει, πάλιν τὴν ἀρχὴν τοῦ Χριστιανισμοῦ ζητεῖ. Ὅτι γὰρ ἡ πίστις θεμέλιον, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος· Ἐγὼ θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Διὰ τοῦτο ἔλεγε· Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
