# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-14

Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, φησίν. Εἰπὼν περὶ τοῦ Μελχισεδὲχ, καὶ δείξας ὅσῳ κρείττων ἦν τοῦ Ἀβραὰμ, καὶ πολὺ τὸ διάφορον ἀποφήνας, ἐντεῦθεν ἄρχεται λοιπὸν τῆς διαθήκης αὐτῆς τὸ μέσον ἀποδεικνύναι, καὶ πῶς ἡ μὲν ἀτελὴς, ἡ δὲ τελεία. Καὶ οὐδέπω εἰς αὐτὰ τὰ πράγματα ἐμβαίνει, ἀλλ' ἀπὸ τῆς ἱερωσύνης τέως μάχεται καὶ τῆς διαθήκης. Τότε γὰρ ταῦτα πιστότερα ἦν τοῖς ἀπίστοις, ὅταν ἀπὸ τῶν ἤδη προειλημμένων καὶ πεπιστευμένων ἡ ἀπόδειξις γίνηται. Ἔδειξεν ὅτι πολὺ καὶ τοῦ Λευῒ καὶ τοῦ Ἀβραὰμ βελτίων ἦν ὁ Μελχισεδὲχ, ἐν τάξει ἱερέων αὐτοῖς γενόμενος. Ἐξ ἑτέρου δὲ πάλιν ἐπιχειρεῖ. Ποίου δὴ τούτου; Τῆς νῦν ἱερωσύνης, καὶ τῆς Ἰουδαϊκῆς. Καὶ θέα μοι συνέσεως ὑπερβολήν· ἀφ' οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τῆς ἱερωσύνης, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν; ἐκβάλλει δὲ ἐκείνους. Ποιεῖ δὲ τοῦτο ἑαυτὸν εἰσάγων ὥσπερ ἀπό τινος διαπορούμενον, τί δήποτε μὴ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεται, οὕτω τὴν διαπόρησιν λύοντα. Καὶ ἐγὼ, φησὶ, τοῦτο αὐτὸ διαπορῶ, τίνος ἕνεκεν μὴ κατὰ τὴν τάξιν Ἀαρὼν γέγονε. Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ τὸ, Τίς ἔτι χρεία, πολλὴν ἔμφασιν ἔχει. Εἰ μὲν οὖν πρώην ὁ Χριστὸς τὸ κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ τὸν Ἀαρών· εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα, ταῦτα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δῆλον ὅτι ὡς ἀτελεστέρων ὄντων ἐκείνων. Θῶμεν γὰρ, φησὶ, τῷ λόγῳ πάντα πεπληρῶσθαι, καὶ μηδὲν ἀτελὲς εἶναι ἐν τῇ ἱερωσύνῃ· τί οὖν ἔδει, Κατὰ τὴν τάξιν Μελχισεδὲχ, λέγεσθαι, καὶ οὐ, Κατὰ τὴν τάξιν Ἀαρών; τίνος ἕνεκεν, ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκεν ἱερωσύνην, τὴν τοῦ Μελχισεδέχ; Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης, φησὶν, ἦν· τουτέστι, τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Εἶπεν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲχ, δεικνὺς ὅτι βελτίων ἡ κατὰ τὴν τάξιν Μελχισεδέχ· πολὺ γὰρ βελτίων ἐκεῖνος. Λοιπὸν δὲ καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰ Ἀαρὼν δηλονότι ὡς ἀμείνων. Καὶ τί βούλεται τὸ ἑξῆς, Ὁ λαὸς γὰρ, φησὶν, ἐπ' αὐτῇ νενομοθέτητο; τί ἐστιν, Ἐπ' αὐτῇ; Αὐτῇ στοιχεῖ, φησὶ, δι' αὐτῆς ἅπαντα πράττει· οὐκ ἔστιν εἰπεῖν, ὅτι ἑτέροις ἐδόθη. Ὁ λαὸς ἐπ' αὐτῇ νενομοθέτητο· τουτέστι, κέχρηται αὐτῇ καὶ ἐχρήσατο· οὐκ ἔστιν εἰπεῖν ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. Ἐπ' αὐτῇ νενομοθέτητο· τουτέστιν, αὐτῇ ἐχρήσατο. Τίς οὖν ἑτέρας ἦν ἱερωσύνης χρεία, εἰ τὸ τέλειον εἶχε; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται· εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι, μᾶλλον δὲ ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι. Τοῦτο πρὸς τοὺς λέγοντας· Τί ἔδει καινῆς διαθήκης; Εἶχε μὲν γὰρ καὶ μαρτυρίαν εἰπεῖν ἀπὸ προφητείας· Αὕτη διαθήκη, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· τέως δὲ ἀπὸ τῆς ἱερωσύνης μάχεται. Καὶ ὅρα πῶς ἄνωθεν ταῦτα εἰπεῖν ὤδινεν. Εἶπε· Κατὰ τὴν τάξιν Μελχισεδέχ. Τοῦτο τὴν Ἀαρὼν ἐξέβαλεν· οὐ γὰρ ἂν, Κατὰ τὴν τάξιν Μελχισεδὲχ, εἶπεν, εἰ αὕτη ἀμείνων ἦν. Εἰ τοίνυν ἱερωσύνη εἰσῆκται ἄλλη, δεῖ διαθήκην εἶναι ἑτέραν· οὔτε γὰρ ἱερέα ἔστι διαθήκης χωρὶς εἶναι καὶ νόμων καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι. Εἶτα, ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἂν εἴη μὴ ὢν Λευΐτης, τοῦτο διὰ τῶν ἄνω προκαταβαλὼν, οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ' ἐν παραδρομῇ εἰσάγει αὐτό. Εἶπον, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη· οὐκοῦν καὶ ἡ διαθήκη. Μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· ἔδει γὰρ καὶ τῇ φυλῇ. Πῶς; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, φησί. Τουτέστι, διὰ τοῦτο μετετέθη ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ᾖ ἡ αὐτὴ καὶ βασιλικὴ καὶ ἱερατική. Καὶ θέα τὸ μυστήριον· Πρῶτον μὲν ἦν βασιλικὴ, καὶ νῦν γέγονεν ἱερατική· ὡσπεροῦν καὶ ἐπὶ τοῦ Χριστοῦ· βασιλεὺς μὲν γὰρ ἦν ἀεὶ, ἱερεὺς δὲ γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβεν, ὅτε τὴν θυσίαν προσήγαγεν. Ὁρᾷς τὴν μεταβολήν; Καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα, ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας ἀπαιτούσης, εἰσάγει· Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερωσύνης οὐδὲν Μωϋσῆς ἐλάλησεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἀγώ φημι καὶ οἶδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν αὕτη ἡ φυλὴ, οὐδέ τις ἀπὸ ταύτης ἱεράτευσε· τοῦτο γὰρ δηλοῖ τὸ, Οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ· ἀλλὰ τὸ πᾶν μετάθεσίς ἐστιν. Οὕτως ἀναγκαῖον ἦν τὸν νόμον καὶ τὴν παλαιὰν διαθήκην μετατεθῆναι, ὅτι καὶ αὐτὴ ἐνήλλακται ἡ φυλή. Ὁρᾷς πῶς δείκνυσι καὶ ἄλλην διαφορὰν ἀπὸ τῆς ἐναλλαγῆς τῆς φυλῆς; Οὐ μόνον δὲ καὶ ἀπὸ ταύτης δείκνυται ὅσον τὸ διάφορον, ἀλλ' ἤδη καὶ ἀπὸ τοῦ προσώπου, καὶ ἀπὸ τῆς διαθήκης, καὶ ἀπὸ τοῦ τρόπου, καὶ ἀπ' αὐτοῦ τοῦ τύπου. Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
