# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-17

Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενεστέρως διακειμένων, καὶ ἀπὸ τοῦ τετελευτηκέναι τὸν Χριστὸν μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. Ὁ τοίνυν Παῦλος τὴν τοιαύτην ὑπόνοιαν ἐκ περιουσίας ἀνατρέπων, τοῦτο τίθησι τὸ ὑπόδειγμα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών. Ποῖον δὴ τοῦτο; Δι' αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν, φησί. Διὰ τί; Ὅτι οὐ ζώντων τῶν διαθεμένων ἀλλ' ἀποθανόντων, τότε βέβαιοί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν λαμβάνουσι. Διὸ καὶ οὕτως ἄρχεται λέγων, καὶ διὰ τοῦτό φησι· Καινῆς διαθήκης μεσίτης ἐστίν. Ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται τῆς τελευτῆς. Τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς μὲν κληρονόμους ἔχει, τοὺς δὲ ἀποκληρονόμους. Οὕτω καὶ ἐνταῦθα περὶ μὲν τῶν κληρονόμων φησὶν ὁ Χριστός· Θέλω ἵν', ὅπου ἐγώ εἰμι, καὶ οὗτοι ὦσι. Καὶ πάλιν περὶ τῶν ἀποκληρονόμων ἄκουε αὐτοῦ λέγοντος· Οὐ περὶ πάντων ἐρωτῶ, ἀλλὰ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. Ἡ διαθήκη πάλιν τὰ μὲν τοῦ διαθεμένου ἔχει, τὰ δὲ τῶν δεχομένων· ὥστε τὰ μὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι. Οὕτω καὶ ἐνταῦθα· μετὰ γὰρ τὸ ἐπαγγείλασθαι μυρία, ἀπαιτεῖ καὶ τὰ παρ' αὐτῶν, λέγων· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν. Πάλιν ὀφείλει ἡ διαθήκη μάρτυρας ἔχειν· καὶ ἄκουε αὐτοῦ πάλιν λέγοντος· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ· καὶ πάλιν· Ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ, περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα ἀποστόλους ἀπέστειλε λέγων· Διαμαρτύρασθε ἐνώπιον τοῦ Θεοῦ. Καὶ διὰ τοῦτό φησιν, Διαθήκης καινῆς μεσίτης ἐστί. Τί ἐστι μεσίτης; Ὁ μεσίτης οὐκ ἔτι ἐστὶ κύριος τοῦ πράγματος οὗ ἐστι μεσίτης, ἀλλ' ἕτερον μὲν τὸ πρᾶγμα, ἕτερος δὲ ὁ μεσίτης· οἷον, μεσίτης γάμου γίνεται, οὐχ ὁ γαμῶν, ἀλλ' ὁ τῷ μέλλοντι ἄγεσθαι συμπράττων. Οὕτω δὴ καὶ ἐνταῦθα μεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡμῶν. Οὐκ ἤθελεν ἡμῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονομίαν ταύτην, ἀλλ' ὠργίζετο πρὸς ἡμᾶς, καὶ ἐχαλέπαινεν ὡς πρὸς ἀπηλλοτριωμένους· μεσίτης τοίνυν ἐγένετο ἡμῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν. Καὶ ὅρα πῶς μεσίτης ἐγένετο λόγους ἀπήγαγε καὶ ἤγαγε, τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν διαπορθμεύων, καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦμεν, ἀποθανεῖν ὠφείλομεν, ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἐποίησεν ἡμᾶς ἀξίους τῆς διαθήκης. Ταύτῃτοι καὶ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονε. Παρὰ μὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς Πατὴρ πρὸς υἱοὺς διέθετο· ἐπειδὴ δὲ ἀνάξιοι γεγόναμεν, οὐκέτι διαθήκης, ἀλλὰ τιμωρίας ἔδει. Τί τοίνυν μέγα φρονεῖς, φησὶν, ἐπὶ τῷ νόμῳ; εἰς τοσαύτην γὰρ ἡμᾶς κατέστησεν ἁμαρτίαν, ὡς μὴ ἂν σωθῆναί ποτε· εἰ μὴ ὁ Δεσπότης ἡμῶν ὑπὲρ ἡμῶν ἀπέθανεν, οὐκ ἂν ἴσχυσεν ὁ νόμος· ἀσθενὴς γὰρ ἦν. Οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ Παλαιᾷ συμβεβηκότων· ὃ μάλιστα αὐτοὺς ἐπήγετο. Ἀλλ' οὐδεὶς, φησὶν, ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία; Διὰ τοῦ αὐτοῦ τρόπου, φησί. Πῶς; Καὶ γὰρ ἐκεῖ αἷμα, ὥσπερ ἐνταῦθα αἷμα. Εἰ δὲ μὴ τὸ τοῦ Χριστοῦ αἷμα, μὴ θαυμάσῃς· τύπος γὰρ ἦν· διὸ καὶ λέγει, Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Τί ἐστιν, Ἐγκεκαίνισται; Βεβαία γέγονεν, ἐκυρώθη. Ὅθεν, τουτέστι διὰ τοῦτο, φησὶν, ἔδει τῆς διαθήκης τὸ σύμβολον εἶναι καὶ τῆς τελευτῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
