Ancient Greek
Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὑτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-20
Not analysed yet
Δείξας τὸ διάφορον ὅσον τοῦ ἀρχιερέως, καὶ τῶν θυσιῶν, καὶ τῆς σκηνῆς, καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, τὰ μὲν ἐγγὺς ἀφανισμοῦ, τὰ δὲ μένοντα, τὰ μὲν εὐτελῆ, τὰ δὲ τέλεια, τὰ μὲν τύποι, τὰ δὲ ἀλήθεια· Οὐ γὰρ κατὰ νόμον ἐντολῆς, φησὶ, σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· καὶ πάλιν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα (ἰδοὺ τὸ διηνεκὲς τοῦ ἱερέως)· καὶ περὶ τῆς Διαθήκης· Ἐκείνη, φησὶ, παλαιά· Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· αὕτη δὲ καινὴ, καὶ ἄφεσιν ἁμαρτιῶν ἔχουσα· ἐκείνη δὲ οὐδὲν τοιοῦτον. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, φησί· καὶ πάλιν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας· καὶ ἐκείνη μὲν χειροποίητος, αὕτη δὲ ἀχειροποίητος· καὶ ἡ μὲν τράγων αἷμα ἔχουσα, αὕτη δὲ Δεσπότου· καὶ ἡ μὲν ἑστῶτα τὸν ἱερέα, αὕτη δὲ καθήμενον· ἐπειδὴ τοίνυν πάντα ἐκεῖνα ἐλάσσω, ταῦτα δὲ μείζω, διὰ τοῦτό φησιν· Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν. Παῤῥησίαν πόθεν; Ἀπὸ τῆς ἀφέσεως. Ὥσπερ γὰρ αἰσχύνην, φησὶ, ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παῤῥησίαν τὸ πάντα ἀφεθῆναι ταῦτα ἡμῖν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. Εἰς τὴν εἴσοδον τῶν ἁγίων. Τί φησιν εἴσοδον ἐνταῦθα; Τὸν οὐρανὸν καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευματικά. Ἣν ἐνεκαίνισεν ἡμῖν. Τουτέστιν, ἣν κατεσκεύασε, καὶ ἧς ἤρξατο· ἐγκαινισμὸς γὰρ λέγεται ἀρχὴ χρήσεως λοιπόν· ἣν κατεσκεύασε, φησὶ, καὶ δι' ἧς αὐτὸς ἐβάδισεν. Ὁδὸν πρόσφατον καὶ ζῶσαν. Ἐνταῦθα τὴν πληροφορίαν τῆς ἐλπίδος ἐμφαίνει. Πρόσφατον, φησί. Βιάζεται δεῖξαι πάντα τὰ μείζονα ἐσχηκότας, εἴ γε νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ οὐδὲ ἐπὶ Ἀβραὰμ ἐγένετο. Καὶ καλῶς, Ὁδὸν πρόσφατον, φησὶ, καὶ ζῶσαν· ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν, ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς. Καὶ οὐκ εἶπε, Ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσε, τὴν μένουσαν οὕτω δηλῶν. Διὰ τοῦ καταπετάσματος, φησὶ, τῆς σαρκὸς αὑτοῦ. Ἡ σὰρξ αὕτη ἔτεμε πρώτη τὴν ὁδὸν αὐτῷ ἐκείνην, ἣν καὶ ἐγκαινίσαι λέγει, τῷ καὶ αὐτὸς ἀξιῶσαι διὰ ταύτης βαδίσαι· καταπέτασμα δὲ εἰκότως ἐκάλεσε τὴν σάρκα· ὅτε γὰρ ἤρθη εἰς ὕψος, τότε ἐφάνη τὰ ἐν τοῖς οὐρανοῖς. Προσερχώμεθα, φησὶ, μετὰ ἀληθινῆς καρδίας, Τίνες προσερχώμεθα; Εἴ τις ἅγιος τῇ πίστει, τῇ πνευματικῇ λατρείᾳ. Μετὰ ἀληθινῆς καρδίας, ἐν πληροφορίᾳ πίστεως· τουτέστιν, ἐπειδὴ οὐδέν ἐστιν ὁρατὸν, οὔτε ὁ ἱερεὺς, οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον ὁρᾶται. Καίτοι γε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἄλλ' ἔνδον αὐτὸς εἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες, ὁ λαὸς ἅπας. Ἐνταῦθα δὲ οὐ μόνον τοῦτο δείκνυσιν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια· τοῦτο γὰρ δηλοῖ τῷ λέγειν· Καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· ἀλλ' ὅτι καὶ ἡμεῖς εἰσερχόμεθα. Διὰ τοῦτό φησιν, Ἐν πληροφορίᾳ πίστεως. Ἔστι γὰρ καὶ πιστεύειν διστάζοντα· οἷον πολλοί εἰσι καὶ νῦν λέγοντες, ὅτι ἐνίων μέν ἐστιν ἀνάστασις, ἐνίων δὲ οὔ. Τοῦτο δὲ οὐκ ἔστι πληροφορία πίστεως· οὕτω γὰρ δεῖ πιστεύειν, ὡς περὶ ὁρωμένων· καὶ πολλῷ πλέον. Ἐνταῦθα μὲν γὰρ καὶ σφαλῆναι ἔστιν ἐν τοῖς ὁρωμένοις, ἐκεῖ δὲ οὔ· καὶ ἐνταῦθα μὲν τῇ αἰσθήσει ἐπιτρέπομεν, ἐκεῖ δὲ τῷ πνεύματι. Ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς· ἐνταῦθα δείκνυσιν ὅτι οὐ πίστις μόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ζητεῖται, καὶ τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν. Οὐ γὰρ δέχεται τὰ ἅγια τοὺς μὴ οὕτω διακειμένους μετὰ πληροφορίας· ἅγια γάρ ἐστι, καὶ Ἅγια ἁγίων. Οὐκοῦν ἐνταῦθα ἄνθρωπος οὐδεὶς βέβηλος εἴσεισιν. Ἐκεῖνοι τὸ σῶμα ἐῤῥαντίζοντο, ἡμεῖς τὴν συνείδησιν· ὥστε ἔστι καὶ νῦν περιῤῥαντίζεσθαι, ἀλλ' αὐτῇ τῇ ἀρετῇ. Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ. Τὸ λουτρὸν ἐνταῦθά φησιν, ὅπερ οὐκ ἔστι σωμάτων καθάρσιον, ἀλλὰ ψυχῆς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ τί ἐπαγγειλάμενος ἔστι πιστός; Ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν. Μηδὲν τοίνυν περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει· πίστεως δεῖται τὰ ἡμέτερα. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες· καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Καὶ πάλιν ἑτέρωθι· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν· Ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν. Τί ἐστι, Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν; Οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς, φησὶν, συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν· καὶ πάλιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ τὰ τῆς ἀγάπης αὐξάνεται διὰ τῆς ἐπισυναγωγῆς· τῆς δὲ ἀγάπης αὐξανομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς ὑπὸ τοῦ λαοῦ γινομένη. Καθὼς ἔθος τισίν. Ἐνταῦθα οὐ μόνον παρῄνεσεν, ἀλλὰ καὶ ἐμέμψατο. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Οἶδε καὶ τοῦτο γινόμενον ἀπὸ τῆς ἐπισυναγωγῆς αὐτῶν. Καθάπερ γὰρ σίδηρος σίδηρον ὀξύνει, οὕτω καὶ ἡ συνουσία τὴν ἀγάπην αὔξει. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πῦρ ἀφίησι, πόσῳ μᾶλλον ψυχὴ πρὸς ψυχὴν ἀναμιγνυμένη; Ὅρα· οὐκ, Εἰς ζῆλον, φησὶν, ἀλλ', Εἰς παροξυσμὸν ἀγάπης. Τί ἐστιν, Εἰς παροξυσμὸν ἀγάπης; Εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι. Προστίθησι δὲ, Καὶ καλῶν ἔργων, ὥςτε ζῆλον λαβεῖν· εἰκότως. Εἰ γὰρ τὸ ποιεῖν, φησὶ, τοῦ λέγειν μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν· πολλοὺς ἔχετε καὶ ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας. Τί ἐστι, Προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας; Τουτέστι, χωρὶς ὑποκρίσεως· Οὐαὶ γὰρ καρδίᾳ δειλῇ, καὶ χερσὶ παρειμέναις. Μηδεὶς ἔστω, φησὶ, ψεῦδος ἐν ὑμῖν· μὴ ἕτερα μὲν λέγωμεν, ἕτερα δὲ φρονῶμεν· τοῦτο γὰρ ψεῦδος· μηδὲ ὀλιγοψυχῶμεν· τοῦτο γὰρ οὐκ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται. Πῶς δὲ ἔσται τοῦτο; Ἐὰν πληροφορήσωμεν ἑαυτοὺς διὰ τῆς πίστεως. Ἐῤῥαντισμένοι τὰς καρδίας. Διὰ τί μὴ εἶπε, Κεκαθαρμένοι, ἀλλὰ, Ἐῤῥαντισμένοι; Τὴν διαφορὰν τῶν περιῤῥαντήριων δεῖξαι βουλόμενος, καὶ ὅτι τὸ μὲν τοῦ Θεοῦ, τὸ δὲ ἡμέτερον. Τὸ μὲν γὰρ λοῦσαι καὶ περιῤῥᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ· τὸ δὲ μετὰ ἀληθείας προσελθεῖν καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον. Εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου. Τί ἐστι, Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ; Ἤτοι τῷ καθαροὺς ποιοῦντι λέγει, ἢ τῷ μὴ ἔχοντι αἷμα. Εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην. Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν, φησὶν, ἑαυτῶν· ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνόδους διατέμνουσι, τοῦτο αὐτοῖς ἀπαγορεύει. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Ἀλλὰ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης. Τί ἐστι, Κατανοῶμεν ἀλλήλους; Οἷον, εἴ τις ἐνάρετος, τοῦτον μιμώμεθα, βλέπωμεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνονται.