# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-21

Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα, καὶ χειρῶν γεωργικῶν καὶ τῆς ἄλλης ἐπιμελείας ἀπολαύσαντα, μηδεμίαν παρέχηται τῶν πόνων ἀμοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται. Τοιοῦτον δή τι καὶ ἐπὶ τοῦ φωτίσματος γίνεται. Ἐπειδὰν γὰρ ἡμᾶς ὁ Χριστὸς φυτεύσῃ, καὶ τῆς ἀρδείας ἀπολαύσωμεν τῆς πνευματικῆς, εἶτα βίον ἄκαρπον ἐπιδειξώμεθα, πῦρ ἡμᾶς ἀναμένει τὸ τῆς γεέννης, καὶ φλὸξ ἄσβεστος. Ὁ τοίνυν Παῦλος παρακαλέσας εἰς ἀγάπην καὶ καρποφορίαν ἔργων ἀγαθῶν, προτρέψας τε ἀπὸ τῶν χρηστοτέρων (ποίων δὴ τούτων; ὅτι εἴσοδον ἔχομεν εἰς τὰ ἅγια, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον), καὶ ἀπὸ τῶν σκυθρωποτέρων πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, οὕτω λέγων. Εἰπὼν γάρ· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν (καὶ αὕτη γὰρ εἰς παράκλησιν ἱκανή)· ἐπήγαγεν· Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Δεῖ, φησὶν, ἔργων ἀγαθῶν, καὶ σφόδρα δεῖ· Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκαθάρθης, ἀπηλλάγης ἐγκλημάτων, γέγονας υἱός. Ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ἐπιστρέψῃς, πάλιν ἀποκήρυξις μένει καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ ἔστι θυσία δευτέρα. Πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες, ὅτι οὐκ ἀσφαλὲς αὐτοῖς τῷ βαπτίσματι προσελθεῖν, εἴ γε οὐκ ἔστιν ἄφεσις δευτέρα· οὗτοι δὲ φάσκοντες, οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα. Τί οὖν πρὸς ἀμφοτέρους ἐροῦμεν; Ὅτι οὐ σκοπῷ τοιούτῳ ἐνταῦθα τοῦτό φησι, οὐδὲ τὴν μετάνοιαν ἀναιρεῖ, ἢ τὸν διὰ μετανοίας ἐξιλασμὸν, οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας· ἀλλὰ τί; τὸ δεύτερον ἀναιρεῖ λουτρόν. Οὐ γὰρ εἶπεν· Οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ, Οὐκέτι ἐστὶν ἄφεσις, ἀλλὰ, Θυσία οὐκέτι ἐστὶ, τουτέστι, σταυρὸς δεύτερος οὐκέτι ἐστι· θυσίαν γὰρ τοῦτο καλεῖ. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· οὐχ ὥσπερ τὰ Ἰουδαϊκὰ, οὐδὲ πολλάκις. Διὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας, ὅτι μία καὶ μία, οὐ τοῦτο μόνον βουλόμενος δηλῶσαι, ὅτι διενήνοχε Ἰουδαϊκῶν τούτῳ, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε μηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν. Ἑκουσίως γὰρ, φησὶν, ἁμαρτανόντων ἡμῶν. Ὁρᾷς πῶς συγγνωμονικός ἐστιν; Ἑκουσίως, φησὶν, ἁμαρτανόντων ἡμῶν. Ὥστε τοῖς ἀκουσίως συγγνώμη ἐστί. Μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Ἤτοι τοῦ Χριστοῦ φησιν, ἢ τῶν δογμάτων ἁπάντων. Οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ἀλλὰ τί; Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ὑπεναντίους οὐ τοὺς ἀπίστους μόνον φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἢ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ λήψεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους. Εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, Πυρὸς ζῆλος, εἰπὼν, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Καθάπερ γὰρ θηρίον παροξυνόμενον καὶ σφόδρα χαλεπαῖνον καὶ ἐξηγριωμένον οὐκ ἂν παύσαιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι· οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου κεντούμενος, ὧν ἂν ἐπιλάβηται, οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ. Εἶτα καὶ τὸν λόγον ἐπάγει τῆς ἀπειλῆς, ὅτι εἰκότως, ὅτι δικαίως· ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον, ὅταν δείξωμεν ὅτι δικαίως γίνεται. Ἀθετήσας γὰρ, φησὶ, τὶς νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. — Χωρὶς οἰκτιρμῶν, φησίν. Ὥστε οὐδεμία συγγνώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε Μωϋσέως ὁ νόμος ἐστί· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο. Τί ἐστιν, Ἐπὶ δυσὶν ἢ τρισίν; Ἂν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν. Εἰ τοίνυν ἐπὶ τῆς Παλαιᾶς, ἔνθα ὁ Μωϋσέως ἀθετεῖται νόμος, τοσαύτη τιμωρία· πόσῳ μᾶλλον ἐνταῦθα; Διὸ καὶ οὕτω φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
