Ancient Greek
Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν κρείσσονα ὕπαρξιν ἑαυτοῖς ἐν οὐρανοῖς, καὶ μένουσαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-22
Not analysed yet
Οἱ τῶν ἰατρῶν ἄριστοι, ἐπειδὰν βαθεῖαν δῶσι τομὴν, καὶ τὰς ἀλγηδόνας ἐπιτείνωσι διὰ τῆς πληγῆς, παραμυθούμενοι τὸ πονοῦν, καὶ τεθορυβημένην ἀναπαύοντες καὶ ἀνακτώμενοι τὴν ψυχὴν, ἑτέραν οὐκέτι προσάγουσι τομὴν, ἀλλὰ καὶ τὴν δοθεῖσαν φαρμάκοις προσηνέσι καὶ τὸ πολὺ τῆς ὀδύνης ἱκανοῖς ἀφανίσαι παραμυθοῦνται. Τοῦτο καὶ ὁ Παῦλος ἐποίησε, κατασείσας αὐτῶν τὰς ψυχὰς, καὶ κατανύξας τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὅτι πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως τιμωρηθήσονται, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας τὰ εἰρημένα, καὶ εἰπὼν, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως· καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει. Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Πολλὴ ἡ διὰ τῶν ἔργων παράκλησις· τὸν γὰρ ἀρχόμενον πράγματος, προϊόντα ἐπιδιδόναι χρή. Ὡς ἂν εἰ ἔλεγεν· Ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυμίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα· νῦν δὲ οὐκέτι. Καὶ ὁ παρακαλῶν, οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων. Καὶ ὅρα, οὐχ ἁπλῶς εἶπεν· Ἄθλησιν ὑπεμείνατε, ἀλλὰ μετὰ προσθήκης τοῦ, Πολλήν. Καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλὰ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα καὶ ἐπαίνων μεγίστων. Εἶτα καὶ καταλέγει κατὰ μέρος, πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν. Πῶς; Τοῦτο μὲν ὀνειδισμοῖς, φησὶ, καὶ θλίψεσι θεατριζόμενοι. Μέγα γὰρ ὀνειδισμὸς καθικέσθαι καρδίας, καὶ ἱκανὸν διαστρέψαι ψυχὴν, καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ τί φησιν ὁ Προφήτης· Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; καὶ πάλιν· Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ἐπειδὴ γὰρ σφόδρα κενόδοξόν ἐστι τὸ ἀνθρώπινον γένος, διὰ τοῦτο καὶ ὑπὸ τούτου ῥᾳδίως ἁλίσκεται. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ὀνειδισμοῖς, ἀλλὰ καὶ αὐτὸ μετ' ἐπιτάσεως πολλῆς, Θεατριζόμενοι, φησίν. Ὅταν μὲν γάρ τις ὀνειδίζηται καθ' ἑαυτὸν, λυπηρὸν μὲν, πολλῷ δὲ πλέον, ὅταν ἐπὶ πάντων. Ἐννόησον γάρ μοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος, καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν. Οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, ἠλγεῖτε δὲ, ἀλλὰ καὶ σφόδρα ἐχαίρετε. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε· καὶ αὐτοὺς φέρει εἰς μέσον τοὺς ἀποστόλους. Οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσι. Τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν. Οὐκ εἶπε, Φέρετε τὰς θλίψεις τὰς ἐμὰς, κοινωνεῖτέ μοι, ἀλλ' ἁπλῶς, Τοῖς δεσμίοις συνεπαθήσατε. Ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι καὶ τῶν ἄλλων τῶν δεδεμένων; Οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ' ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε· ὅτι οὐ μόνον ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Βαβαὶ, πόση πληροφορία πίστεως. Εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς τοὺς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως. Τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε· ἤδη γὰρ τὸν οὐ φαινόμενον ὡς φαινόμενον ἑωρᾶτε· ὅπερ εἰλικρινοῦς πίστεως ἦν· καὶ δι' αὐτῶν τῶν ἔργων αὐτὴν ἐπεδείξασθε. Τὸ μὲν οὖν ἁρπαγῆναι, ἴσως τῆς βίας ἦν τῶν ἁρπαζόντων, καὶ οὐδεὶς ἂν ἠδύνατο κωλῦσαι· ὥστε οὐδέπω τοῦτο δῆλον, ὅτι διὰ τὴν πίστιν τὴν ἁρπαγὴν ὑπεμείνατε. Καίτοι γε καὶ τοῦτο δῆλον· ἐνῆν γὰρ, εἴπερ ἐβούλεσθε, μὴ ἁρπαγῆναι μὴ πιστεύσαντας· ἀλλ' ὃ πολλῷ τούτου μεῖζόν ἐστιν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν· ὅπερ ἦν ὅλον ἀποστολικὸν, καὶ τῶν γενναίων ἐκείνων ἄξιον ψυχῶν, οἳ μαστιχθέντες ἔχαιρον. Ὑπέστρεψαν γὰρ, φησὶν, ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ὁ δὲ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα. Καὶ τὸ, Προσεδέξασθε, τὴν ἑκούσιον αὐτῶν ὑπομονὴν δηλοῖ. Πῶς οὖν εἵλεσθε καὶ κατεδέξασθε; Γινώσκοντες, φησὶν, ἔχειν ἑαυ τοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Τί ἐστι, Μένουσαν; βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην.