Ancient Greek
Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-26
Not analysed yet
Μεγάλη ὄντως ἡ πίστις τοῦ Ἀβραάμ. Ἐπὶ μὲν γὰρ τοῦ Ἄβελ καὶ τοῦ Νῶε καὶ τοῦ Ἐνὼχ λογισμῶν ἦν μάχη μόνων, καὶ τοὺς ἀνθρωπίνους ὑπερβῆναι ἐχρῆν λογισμούς· ἐνταῦθα δὲ οὐ τοὺς ἀνθρωπίνους μόνον ὑπερβῆναι ἐχρῆν λογισμοὺς, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ. Οἷόν τι λέγω· Εἶπεν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην· καὶ οὐκ ἔδωκεν αὐτῷ ἐν αὐτῇ κληρονομίαν, οὐδὲ βῆμα ποδός. Ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; Πάλιν φησίν· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσε· καὶ πάλιν λέγει· Θῦσον ἐμοὶ τοῦτον, τὸν μέλλοντα τὴν οἰκουμένην πᾶσαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν. Εἶδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας; Ἐναντία ταῖς ἐπαγγελίαις προσέταξε, καὶ οὐδὲ οὕτως ἰλιγγίασεν ὁ δίκαιος, οὐδὲ ἠπατῆσθαι ἔφη. Ὑμεῖς μὲν γὰρ, φησὶν, οὐκ ἂν ἔχοιτε τοῦτο εἰπεῖν, ὅτι ἄνεσιν ἐπηγγείλατο, καὶ θλῖψιν ἔδωκεν· ἐνταῦθα γὰρ ἅπερ ἐπηγγείλατο, ταῦτα καὶ ποιεῖ. Πῶς; Ἐν τῷ κόσμῳ, φησὶ, θλῖψιν ἕξετε. Ὁ μὴ λαβὼν τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθῶν ἐμοὶ, οὐκ ἔστι μου ἄξιος. Ὁ μὴ μισῶν τὴν ψυχὴν αὑτοῦ, οὐ μὴ εὕρῃ αὐτήν· καί· Ὃς οὐκ ἀποτάσσεται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος· καὶ πάλιν· Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ· καὶ πάλιν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ τὰ μὲν τῆς θλίψεως ὧδε· τὰ δὲ τῆς ἀνέσεως ἐκεῖ. Ἐπὶ δὲ τοῦ Ἀβραὰμ τοὐναντίον· ἐναντία ταῖς ὑποσχέσεσι προσετέτακτο ποιεῖν, καὶ οὐδὲ οὕτως ἐθορυβήθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξωθεν τῆς ἐπαγγελίας ὑπομένετε, καὶ θορυβεῖσθε. Ἐκεῖνος ἐναντία ὧν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ τοῦ ἐκεῖνα ἐπαγγειλαμένου, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ' ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμφωνα, ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν ὅτι οὐκ ὄντα χαρίσεται παῖδα, ἀπὸ τῆς αὐτῆς καὶ νεκρὸν ἐγείρειν, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει, ἐπέπειστο. Ὁμοίως γὰρ ἄπορον ἦν, ἀνθρωπίνῳ λέγω λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποιίαν δοῦναι παιδίον, καὶ σφαγιασθέντα ἀναστῆσαι· ἀλλ' ὅμως ἐπείθετο· προωδοποίει γὰρ ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσιν. Ἄλλως δὲ καὶ ὁ μὲν ἑώρα τὰ χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ. Ὑμεῖς δὲ τοὐναντίον, φησὶ, τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα. Τοῦτο πρὸς τοὺς λέγειν τολμῶντας, ὅτι Μετὰ θάνατον ἡμῖν ἐπηγγείλατο τὰ ἀγαθὰ, ἠπάτησεν ἴσως ἡμᾶς. Δείκνυσιν, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· εἰ δὲ καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποδώσει. Εἰ δὲ Ἀβραὰμ ἐπίστευσε πρὸ τοσούτων ἐτῶν, ὅτι δυνατὸς ἐκ νεκρῶν ἐγείρειν ὁ Θεὸς, πολλῷ μᾶλλον ἡμεῖς πιστεύειν ὀφείλομεν. Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὔπω εἰσῆλθεν ὁ θάνατος, καὶ εὐθέως αὐτοὺς εἰς τὴν τῆς ἀναστάσεως εἵλκυσεν ἐλπίδα, καὶ εἰς τοσαύτην πληροφορίαν ἤγαγεν, ὡς καὶ σφαγιάζειν τοὺς ἑαυτῶν υἱοὺς κελευομένους, καὶ ἀφ' ὧν προσεδόκων ἐμπλήσειν τὴν οἰκουμένην, ἑτοίμως τούτους προσάγειν; Καὶ ἕτερον δὲ δείκνυσιν ἐνταῦθα διὰ τοῦ εἰπεῖν, Ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ. Τί οὖν; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν καὶ δόκιμος ὁ ἀνήρ; Σφόδρα γε. Τίνος οὖν ἕνεκεν ἐπείραζεν αὐτὸν, εἰ ᾔδει; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ' ἵνα τοῖς ἄλλοις δείξῃ, καὶ κατάδηλον αὐτοῦ τὴν ἀνδρείαν πᾶσι καταστήσῃ. Καὶ δείκνυσιν ἐνταῦθα καὶ τῶν πειρασμῶν τὴν αἰτίαν, ἵνα μὴ νομίζωσιν, ὡς ἐγκαταλελειμμένοι ταῦτα πάσχειν. Ἐνταῦθα μὲν γὰρ καὶ ἀνάγκη πειράζεσθαι, διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἐλαύνοντας καὶ τοὺς ἐπιβουλεύοντας· ἐκεῖ δὲ ποία ἀνάγκη ἦν τοὺς οὐκ ὄντας αὐτῷ πειρασμοὺς ἐπινοεῖν; Οὗτος τοίνυν ὁ πειρασμὸς δῆλος ἦν ὅτι αὐτοῦ προστάττοντος ἐγίνετο. Οἱ μὲν οὖν ἄλλοι συγχωροῦντος αὐτοῦ συνέβαινον, οὗτος δὲ καὶ προστάττοντος. Εἰ τοίνυν οὕτω δοκίμους τὰ τῶν πειρασμῶν ποιεῖ, ὡς καὶ μὴ οὔσης αἰτίας τὸν Θεὸν γυμνάζειν τοὺς ἑαυτοῦ ἀθλητάς· πολλῷ μᾶλλον ἡμᾶς φέρειν πάντα χρὴ γενναίως. Ἐμφαντικῶς δὲ εἶπεν ἐνταῦθα, ὅτι Πίστει προσενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος· οὐδεμία γὰρ ἄλλη αἰτία ἦν προσαγωγῆς ἢ αὕτη. Εἶτα ἐπεξέρχεται τῷ νοήματι. Οὐκ ἔχει, φησὶν, εἰπεῖν, ὅτι καὶ ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαῤῥῶν τοῦτον προσήνεγκε. Καὶ τὸν μονογενῆ, φησὶ, προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Τί λέγεις μονογενῆ; τί οὖν ὁ Ἰσμαήλ; πόθεν ἦν; Μονογενῆ λέγω, φησὶν, ὅσον εἰς τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν, εἰπὼν Μονογενῆ, δεικνὺς ὅτι διὰ τοῦτον καὶ λέγει· Πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τουτέστιν, ἐξ αὐτοῦ. Ὁρᾷς πῶς θαυμάζει τὸ παρὰ τοῦ πατριάρχου γινόμενον; Ἐν Ἰσαὰκ, ἤκουσε, κληθήσεταί σοι σπέρμα, καὶ προσέφερε σφάγιον τὸν υἱόν. Εἶτα, ἵνα μή τις νομίσῃ, ὅτι ἀπογνοὺς τοῦτο ἐποίει, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐξέβαλεν ἐκείνην, ἀλλὰ μάθῃ, ὅτι ὄντως καὶ τοῦτο πίστεως ἦν, φησὶν ὅτι κἀκείνην εἶχε τὴν πίστιν, καίτοι γε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ' οὐκ ἐμάχετο· οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἐμέτρει τοῦ Θεοῦ τὴν δύναμιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεπε. Διὸ οὐδὲ δέδοικεν εἰπεῖν, ὅτι Καὶ ἐκ νε κρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ἐν ὑποδείγματι, ἐν τῷ κριῷ, φησί. Πῶς; Τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὗτος ἐσώθη· ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλαβεν, ἀντὶ τούτου σφάξας ἐκεῖνον. Ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱός ἐστι τοῦ Θεοῦ ὁ σφαγιαζόμενος. Καὶ θέα μοι τὴν φιλανθρωπίαν, ὅση ἦν· ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ' ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ δοκεῖν παρ' αὐτῶν τι πρότερον λαβόντας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι· καὶ καυχώμεθα ἐπὶ τῇ λήψει μᾶλλον ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ Τόδε ἐλάβομεν παρ' αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι· ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαάκ· ἢ ὡς ἐν τῷ τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατριάρχῃ.